1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

92

ἀνήγειραν αὐτῷ οἱ Ἀντιοχεῖς στήλην ἐν ∆άφνῃ μαρμαρίνην, ἐπιγράψαντες, Ἀρταβάνης αἰωνία μνήμη. Ὁ δὲ αὐτὸς Κόμμοδος βασιλεὺς ἀπελθὼν εἰς τὸν οἶκον Φαυστίνου, συγγενοῦς αὐτοῦ, ἀπὸ αἱματικοῦ χυμοῦ ἀθρόως ἐτελεύτησε. Μετὰ δὲ τὴν βασιλείαν Κομμόδου ἐβασίλευσε Περτίναξ ὁ καὶ Λούκιος Αὔγουστος μῆνας βʹ καὶ ἡμέρας ιηʹ. ἦν δὲ μακρός, εὐθώραξ, ἐπίρινος, ἁπλόθριξ, μεγαλόφθαλμος, γέρων, ὁλοπόλιος. τελευτᾷ δὲ σφαγεὶς ὑπὸ τῶν στρατιωτῶν, ὡς ἐξήρχετο ἐκ τοῦ παλατίου εἰς τὸν Μάρτιον, ὢν ἐτῶν οʹ. Μετὰ δὲ τὴν βασιλείαν Περτίνακος ἐβασίλευσε ∆ίδιος Ἰουλιανὸς ὁ καὶ Σίλβιος μῆνας ζʹ. ἦν δὲ μακρός, μιξοπόλιος, οὐλόθριξ, σύνοφρυς, ὑπόστραβος, λεπτοχαράκτηρος, μελίχρους. Ἔκτισε δὲ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ τὸ λεγόμενον Πλεθρίν, ἐπειδὴ εἰς τὸ θέατρον ἐπετέλουν τὰς πάλας ἐν τοῖς Ὀλυμπίοις. καὶ διὰ μηνύσεως τῶν τῆς πόλεως Ἀντιοχείας κτητόρων δεηθέντων παρέσχεν αὐτοῖς χρήματα εἰς τὸ κτίσαι τὸ αὐτὸ Πλεθρίν· καὶ ἔκτισαν αὐτὸ πλησίον τοῦ Καισαρίου, ἀγοράσαντες τὴν οἰκίαν Ἀσαβίνου πολιτευομένου, Ἰουδαίου τὴν θρησκείαν, πλησίον τοῦ Ξυστοῦ καὶ τοῦ Κομμοδίου δημοσίου. ἐσφάγη δὲ ὁ αὐτὸς Ἰουλιανὸς ∆ίδιος ὑπὸ κουβικουλαρίου εἰς τὴν πηγὴν τοῦ παλατίου 291 Ῥώμης ἔσω, ὡς προσέχει τοῖς ἰχθύσι, κατὰ συσκευὴν τοῦ μετ' αὐτόν. ἦν δὲ ἐνιαυτῶν ξʹ. Μετὰ δὲ τὴν βασιλείαν ∆ιδίου Ἰουλιανοῦ ἐβασίλευσεν ὁ θειότατος Σέβηρος ὁ καὶ Σεπτίμιος, ὑπὸ τῆς συγκλήτου Ῥώμης ψηφισθείς, ἐπὶ τῆς ὑπατείας Φλάκωνος καὶ Κλάρου. ἐβασίλευσε δὲ ἔτη ιζʹ καὶ μῆνας θʹ. ἦν δὲ διμοιριαῖος τῇ ἡλικίᾳ, λεπτός, εὔστηθος, μακρόρινος, εὐόφθαλμος, μελάγχροος, οὐλόθριξ, ὁλοπόλιος, μεγαλοπώγων, τοὺς πόδας στυφόμενος, μεγαλόψυχος, ὀργίλος. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐτυράννησεν Ἀλβῖνος ὁ συγκλητικός· ὅντινα ὁ στρατός, ὡς πολεμεῖ τοῖς Γήπεσι πεμφθεὶς παρὰ τοῦ πρὸ αὐτοῦ βασιλέως ∆ιδίου, ἀνηγόρευσε βασιλέα αὐθεντήσας τὴν σύγκλητον. καὶ κατεδίωξεν αὐτὸν ὁ Σέβηρος ἐν τῇ Θρᾴκῃ, καὶ παραλαβὼν αὐτὸν ἐφόνευσεν. Ἐλθὼν δὲ ὁ Σέβηρος ἐπὶ τὸ Βυζάντιον, καὶ ἑωρακὼς τὴν τοποθεσίαν τῆς πόλεως καλήν, ἀνήγειρε τὴν Βυζούπολιν, καὶ ἔκτισε δημόσιον λουτρὸν τὸ λεγόμενον Ζεύξιππον διότι ἐκεῖ ἵστατο ἐν μέσῳ τοῦ τετραστῴου στήλη χαλκῆ τοῦ Ἡλίου, καὶ ὑποκάτω αὐτῆς ἔγραψε τὸ μυστικὸν ὄνομα τοῦ ἡλίου, Ζευξίππῳ θεῷ· οἱ γὰρ Θρᾷκες οὕτως ἔλεγον τὸν ἥλιον. οἱ δὲ τῆς πόλεως Βύζης οὕτως ὠνόμαζον τὸ αὐτὸ δημόσιον Ζεύξιππον κατὰ τὸ ὄνομα ὅπερ 292 εἶχε τὸ πρότερον ὁ τόπος, καὶ οὐκέτι, ὡς εἶπεν ὁ βασιλεύς, εἰς τὸ ἴδιον αὐτοῦ ὄνομα ἐκάλουν αὐτὸ Σεβήριον. ὁ δὲ βασιλεὺς Σέβηρος τὸ Τετράστῳον, οὗπερ ἐν μέσῳ ἵστατο ἡ στήλη τοῦ ἡλίου, προσέθηκε τὸ δημόσιον ὃ ἔκτισεν αὐτός, ἀντ' αὐτοῦ κτίσας ἐν τῇ ἀκροπόλει τῆς αὐτῆς Βυζουπόλεως ναόν, ἤτοι ἱερόν, τῷ Ἡλίῳ, πλησίον τῶν ὄντων ἐκεῖ ἄλλων δύο ἱερῶν τῶν κτισθέντων πρῴην ὑπὸ μὲν Βύζου τῇ Ἀρτέμιδι σὺν τῇ ἐλάφῳ, ὑπὸ δὲ Φιδαλίας Ἀφροδίτῃ· καὶ ἀναγαγὼν ἐκ τοῦ Τετραστῴου ὁ Σέβηρος τὸ ἄγαλμα τοῦ Ἡλίου ἔστησεν ἄνωθεν τοῦ ἱεροῦ, καὶ κτίσας ὁ αὐτὸς βασιλεὺς καὶ κατέναντι τοῦ ἱεροῦ τῆς Ἀρτέμιδος κυνήγιον μέγα πάνυ, καὶ κατέναντι τοῦ ἱεροῦ τῆς Ἀφροδίτης θέατρον. τὸ δὲ Ἱππικὸν ἔστησεν εἰς τὸ αὐτὸ Βυζάντιον ὁ αὐτὸς θειότατος Σέβηρος ἀγοράσας οἰκήματα, καὶ τὸν κῆπον τὸν ὄντα ἐκδενδρώσας ἐποίησε τὸ Ἱππικὸν τοῖς Βυζαντίοις· ὅπερ οὐκ ἔφθασε πληρῶσαι. καὶ τὸ δὲ λεγόμενον Στρατήγιον ἀνενέωσεν ὁ αὐτὸς Σέβηρος· πρῴην γὰρ ἦν κτισθὲν ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος, ὅτε κατὰ ∆αρείου ἐπεστράτευσεν, ὃς καὶ ἐκάλεσε τὸν τόπον Στρατήγιον· ἐκεῖ γὰρ στρατηγήσας τὰ τοῦ πολέμου ὥρμησεν εἰς τὸ πέραν κατὰ Περσῶν. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Σεβήρου ἐτυράννησε καὶ ἄλλος συγκλητικὸς Νίγερ τις ὀνόματι, κατελθὼν κατὰ Περσῶν· καὶ μετὰ τὸ ποιῆσαι πάκτα εἰρήνης πρὸς