1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

47

κατέλαβεν ἐπὶ Ἱεροσόλυμα μετὰ Ζοροβάβελ ἐξελθεῖν· σκῆπτρα δὲ δύο ἥμισυ, ἄνδρες καὶ γυναῖκες καὶ παιδία, τὸν ἀριθμὸν μυριάδες πέντε, ἔμειναν εἰς τὰ Περσικὰ ἰδίᾳ προαιρέσει, φοβηθέντες τὰ ὄντα ἔθνη πέριξ. τὰ δὲ ἐννέα ἥμισυ ἐπανῆλθον, καθὼς Τιμόθεος ὁ χρονογράφος συνεγράψατο. ἀπέλυσε δὲ αὐτοὺς τοῦ ∆ανιὴλ αἰτήσαντος αὐτόν. Μετὰ δὲ τὸ ἀπολέσθαι τὴν βασιλείαν τῶν Λυδῶν οἱ Σάμιοι θαλασσοκρατήσαντες ἐβασίλευσαν τῶν μερῶν ἐκείνων. καὶ ἀκούσας μετὰ χρόνους Κῦρος ὁ βασιλεὺς Περσῶν, ἐπεστράτευσε κατ' αὐτῶν, καὶ συμβαλὼν αὐτοῖς ναυμαχίᾳ πολεμήσας ἡττήθη καὶ ἔφυγε, καὶ ἐλθὼν εἰς τὴν χώραν αὐτοῦ ἐσφάγη· περὶ οὗ πολέμου Κύρου καὶ τῶν Σαμίων ὁ σοφώτατος Πυθαγόρας ὁ Σάμιος συνεγράψατο· ὅστις καὶ εἶπεν αὐτὸν Κῦρον τεθνάναι εἰς τὸν πόλεμον. ταῦτα δὲ πάντα καὶ ὁ σοφὸς Ἀφρικανὸς ἐχρονογράφησε. Μετὰ δὲ τὴν βασιλείαν Κύρου ὁ υἱὸς αὐτοῦ ∆αρεῖος ὁ καὶ Καμβύσης καὶ ἄλλοι πολλοὶ ἐβασίλευσαν Ἀσσυρίων. ἐπὶ δὲ τῶν χρόνων τῆς βασιλείας ∆αρείου, τοῦ υἱοῦ Κύρου, ἐφιλοσόφει παρ' Ἕλλησιν Ἀναξίμανδρος. ὅστις εἶπε τὴν γῆν μέσην εἶναι τοῦ παντὸς κόσμου, καὶ τὸν ἥλιον οὐκ ἐλάττω τῆς γῆς ὑπάρχειν, ἀρχὴν δὲ τῶν πάντων ἀέρα· ἐξ αὐτοῦ γενέσθαι καὶ τὰ πάντα εἰς αὐτὸν ἀναλύεσθαι. καὶ τὴν τοῦ ἀνθρώπου ψυχὴν ἀερίαν καὶ τὸ πᾶν πνεῦμα ἀπεφήνατο, μάταιον λογισμὸν πλάνης παρεισάγων. 159 καὶ τὰς ἰσημερίας δὲ καὶ τὰς τροπὰς αὐτὸς ἐξέθετο. καὶ ὁ προειρημένος δὲ Πυθαγόρας ὁ Σάμιος τὴν ἀριθμητικὴν συνεγράψατο· καὶ δόγμα παρεισήγαγεν Ἕλλησιν δοξάζων ἀσωμάτους τινὰς εἶναι ἀρχάς. ταῦτα δὲ ὁ σοφὸς Τιμόθεος ἐν τοῖς συγγράμμασιν αὐτοῦ ἀπεμνημόνευσεν. Ἐν δὲ τῇ βασιλείᾳ ∆αρείου, υἱοῦ Κύρου, πόλεμος ἐκινήθη ἀπὸ Αἰθιόπων κατ' αὐτοῦ· οἵτινες κακῶς αὐτὸν ἔφερον. τοῦτο δὲ γνόντες οἱ ἐν τῇ Μήδων χώρᾳ κατοικοῦντες Ἰουδαῖοι, ἀφέντες κατέλαβον τὴν Ἱερουσαλήμ· ἦν δὲ πλῆθος πολὺ Ἰουδαίων. καὶ μαθὼν τοῦτο ∆αρεῖος ὁ Κύρου, ἀπέστειλε τὸν στρατηγὸν αὐτοῦ κατ' αὐτῶν ὀνόματι Ὁλοφέρνην μετὰ δυνάμεως πολλῆς εἰς τὰ Ἱεροσόλυμα. καὶ ἐπολιόρκει τὴν Ἱερουσαλήμ, καὶ συνέβη τι φοβερὸν γενέσθαι τότε. Ἰουδὶθ γάρ τις ἦν γυνὴ Ἑβραία, καὶ ἐμηχανήσατο κατὰ τοῦ ἐξάρχου Περσῶν Ὁλοφέρνου, προσποιητὴ οὖσα ὡς τὸ ἔθνος, φησί, τῶν Ἰουδαίων θέλουσα προδοῦναι. καὶ παρεγένετο πρὸς αὐτὸν κρυπτομένη· καὶ ἑωρακὼς αὐτῆς τὴν εὐμορφίαν ὁ Ὁλοφέρνης, εἰς ἔρωτα αὐτῆς ἐνέπεσε. καὶ λέγει αὐτῷ ὅτι Μηδένα ἐάσῃς ἐνταῦθα εἶναι ἐγγιστά μου δι' ἐμέ, ὅτι ἐπέρχονταί μοι πορνεῦσαί με βουλόμενοι· καὶ πεισθεὶς μόνος μετ' αὐτῆς διῆγε. τρεῖς δὲ αὕτη προσκαρτερήσασα αὐτῷ ἡμέρας, ὡς καθεύδει μετ' αὐτοῦ νυκτός, ἐγερθεῖσα τὴν κεφαλὴν αὐτοῦ ἀφείλετο· καὶ μέσης νυκτὸς ἐξελθοῦσα διὰ τοῦ παραπυλίου εἰσῆλθεν εἰς τὰ Ἱεροσόλυμα, τὴν κεφαλὴν αὐτοῦ βαστάζουσα. καὶ ἐπέ 160 τρεψε τοῦ κρεμασθῆναι αὐτήν· πλησίον γὰρ τοῦ τείχους δι' αὐτὴν τὸν παπυλεῶνα αὐτοῦ ἔστησεν ὁ Ὁλοφέρνης. λαβόντες οὖν οἱ Ἰουδαῖοι παρ' αὐτῆς τὴν κεφαλὴν εἰς κοντὸν ἐπάνω τοῦ τείχους ἔπηξαν πρὸ αὔγους, ἐπιδεικνύντες αὐτὴν τῷ στρατῷ αὐτοῦ. πρωίας δὲ γενομένης, ἑωρακότες οἱ Πέρσαι τὴν κεφαλὴν Ὁλοφέρνου κοντευθεῖσαν, ὑπενόησαν ὅτι διὰ δυνάμεώς τινος τοῦτο ἐγένετο καὶ ἔφυγον· καὶ διελύθη ὁ πόλεμος, καὶ νίκην ἔλαβον οἱ Ἰουδαῖοι κατὰ Περσῶν. ταῦτα δὲ ἐν ταῖς Ἑβραϊκαῖς ἐμφέρεται γραφαῖς. ταῦτα δὲ Εἰρηναῖος ὁ σοφὸς συνεγράψατο. Μετὰ δὲ τὴν βασιλείαν ∆αρείου ἐβασίλευσεν Ἀσσυρίων Ἀρταξέρξης· καὶ Νεεμίας ὁ ἱερεὺς ὁ ὢν ἐκ τοῦ σπέρματος ∆αβίδ, παῤῥησίαν ἔχων πρὸς αὐτόν, ἐδυσώπησε τὸν Ἀρταξέρξην· ἠγάπα γὰρ αὐτόν, ὅστις καὶ ἄρχειν αὐτὸν τῶν εὐνούχων ἐποίησε· καὶ λαβὼν χρήματα πολλὰ ἔπεισεν ἀπολυθῆναι αὐτὸν καὶ ἀπελθεῖν τοῦ κτίσαι τὴν Ἱερουσαλὴμ τὴν πορθηθεῖσαν· πρώτη γὰρ αὕτη τῆς Ἱερουσαλὴμ ἅλωσις καὶ τοῦ ἱεροῦ καταστροφή. ὁ δὲ Νεεμίας ἀπολυθεὶς ἀνῆλθεν εἰς Ἱερουσαλήμ, καὶ ἀνήγειρεν αὐτὴν καὶ τὸ τεῖχος τῆς πόλεως, καὶ