1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

65

τὴν πόλιν ἔνθα ἦν ῥὴξ ὁ Ἀννιβαάλ, τὴν Καρθάγεναν, καὶ αἰχμαλωτίσας αὐτὴν καὶ λαβὼν τοὺς αὐτοῦ πάντας μετὰ τῆς συγκλήτου αὐτοῦ ὑπέστη εἰς τὴν Ῥώμην. Καὶ τοῦτο γνοὺς ὁ Ἀννιβαὰλ ἀπῆλθεν εἰς τὴν Βιθυνίαν πρὸς 210 τὸν Ἀντίοχον τὸν Νικομήδους, βασιλέα τῆς Ἀσίας· καὶ παρακαλεῖ αὐτὸν συμμαχῆσαι αὐτῷ. εἶχον δὲ ἀπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος οἱ Μακεδόνες συνωμοσίας μετὰ τῶν Ῥωμαίων φιλίας, ὅτι καὶ στρατὸν ἔδωκαν τῷ Ἀλεξάνδρῳ κατὰ ∆αρείου. ὁ Ἀντίοχος ὁ τῆς Ἀσίας βασιλεὺς πεισθεὶς τῷ Ἀννιβαὰλ συνέμιξε,καὶ ἀπῆλθε μετ' αὐτοῦ κατὰ Ῥωμαίων, θαῤῥῶν τῷ ἰδίῳ στρατῷ, ἐκ τῆς Βιθυνίας ἐξορμήσας. καὶ ἀκούσαντες οἱ Ῥώμης συγκλητικοὶ τοῦτο προεβάλοντο ὕπατον δυνατόν, τὸν δεύτερον Σκηπίονα, τὸν ἀδελφὸν τοῦ πρώτου Σκηπίονος· καὶ ἔπεμψαν αὐτὸν κατὰ τῶν δύο, Ἀντιόχου τοῦ βασιλέως Ἀσίας καὶ Ἀννιβαὰλ τοῦ ῥηγὸς τῆς Ἀφρικῆς. καὶ ἀπαντήσας αὐτοῖς συνέβαλε πόλεμον μέγαν μετ' αὐτῶν· καὶ σφαγέντων πολλῶν, ἰδὼν ὁ Ἀννιβαὰλ τὴν τοῦ Σκηπίονος δύναμιν καὶ ὅτι τὰς ἐπάνω φέρει, ἔφυγε· καὶ ἑαυτῷ παραχρησάμενος πιπίσας ἀπέθανε. καὶ ἑωρακὼς ὁ Ἀντίοχος τὸν Ἀννιβαὰλ φυγόντα ἔδωκε νῶτα· καὶ κατεδίωξεν αὐτὸν ο Σκηπίων ἕως τοῦ ὄρους τῆς Ἰσαυρίας τοῦ λεγομένου Ταύρου· καὶ ἀνελθὼν ἐκεῖ ὁ Ἀντίοχος ἔπεμψε πρὸς αὐτὸν πρέσβεις, παρακαλῶν αὐτόν, ὡς μηδεμίαν ἔχθραν ἔχων κατὰ Ῥωμαίων ἀλλ' ὑπὲρ ἄλλου πολεμῶν. καὶ ἐδέξατο αὐτὸν ὁ Σκηπίων, καὶ ἐποίησεν αὐτὸν ὑπὸ Ῥωμαίους κατὰ γνώμην τῆς συγκλήτου Ῥώμης πρὸς τὸ παρέχειν αὐτὸν καθ' ἕκαστον ἔτος Ῥωμαίοις χρυσοῦ τάλαντα τέσσαρα καὶ ἀργύρου καὶ ἄλλα τινὰ ἄχρι τῆς αὐτοῦ ζωῆς. καὶ ποιήσας ἄριστον ὁ Σκηπίων ἐκάλεσεν αὐτὸν καὶ παρέσχεν αὐτῷ τὸν 211 πρῶτον τόπον, τιμήσας αὐτόν, ὡς βασιλέα. καὶ μετὰ δόξης ἀνῆλθεν ὁ Σκηπίων ἐν τῇ Ῥώμῃ, καθὼς ὁ σοφώτατος Φλῶρος ὑπεμνημάτισεν ἐκ τῶν Λιβίου συγγραμμάτων. Τῷ δὲ πεντεκαιδεκάτῳ ἔτει τοῦ προειρημένου Ἀντιόχου τοῦ ∆ιονίκους, βασιλέως τῆς Συρίας, τοῦ λεπροῦ, Τιγράνης τις βασιλεὺς Ἀρμενίων ἐλθὼν ἐπολέμησε τῷ αὐτῷ Ἀντιόχῳ πόλεμον μέγαν. καὶ νικήσας τὸν αὐτὸν Ἀντίοχον ὁ Τιγράνης βασιλεὺς Ἀρμενίων παρέλαβε τὴν Ἀντιόχειαν τὴν μεγάλην καὶ τὴν βασιλείαν αὐτοῦ, ἀφειλάμενος πάντα παρ' αὐτοῦ ἃ εἶχε, φυγόντος τοῦ αὐτοῦ Ἀντιόχου βασιλέως ἐπὶ τὰ Περσικὰ μέρη τὸν αὐτὸν Τιγράνην. κατελθόντος δὲ ἀπὸ τῆς Ῥώμης Πομπηίου τοῦ καὶ Μάγνου διὰ τὸν Καίσαρα, καὶ ἐλθόντος κατὰ Κιλίκων τυραννησάντων τὸν αὐτὸν Πομπήιον, καὶ νικήσαντος αὐτοῦ τοὺς Κίλικας, ἐπολέμησε καὶ τῷ Τιγράνῃ, βασιλεῖ τῶν Ἀρμενίων, καὶ νικήσας αὐτὸν παρέλαβε καὶ τὴν Ἀρμενίαν καὶ τὴν Κιλικίαν καὶ τὴν Συρίαν, λύσας καὶ τὰς τοπαρχίας αὐτάς. καὶ ἐξεδίκησε τοὺς Ἀντιοχεῖς, καὶ εἰσῆλθεν ἐν τῇ αὐτῇ Ἀντιοχέων πόλει, ποιήσας αὐτὴν ὑπὸ Ῥωμαίους, χαρισάμενος αὐτοῖς πολλὰ καὶ κτίσας τὸ βουλευτήριον· πεσόντα γὰρ ἦν· ἐτίμησε δὲ αὐτούς, ὡς ἐκ γένους Ἀθηναίους ὄντας. Βύβλος δέ τις στρατηγὸς δυνατός, ὃς καὶ ἐν τῇ παραλίᾳ Φοινίκῃ ηὗρε κώμην καὶ ἐποίησε πόλιν τειχίσας αὐτήν, ἣν ἐκάλε 212 σε Βύβλον εἰς ὄνομα αὑτοῦ, οὗτος γὰρ τὸ ἄγαλμα τῆς Ἀθήνης τὸ παρὰ Σελεύκου γενόμενον, φοβερὸν ὄντα, καὶ τὸ ἄγαλμα τοῦ Κεραυνίου ∆ιός, παρὰ τοῦ αὐτοῦ Σελεύκου γενόμενον, καὶ αὐτὸ φοβερόν, αἰτησάμενος χάριν τοὺς Ἀντιοχεῖς ἐπῆρε καὶ ἐν Ῥώμῃ ἔπεμψεν εἰς τὸ Καπετώλιον, ὡς μεγάλης ὄντα θέας καὶ ὡς ὑποταγέντα Ῥωμαίοις· ἅτινα ἀγάλματα ἕως τῆς νῦν εἰσί· καὶ ἐπιγράφει ∆ῆμος Ἀντιοχείας τῆς μεγάλης ἐτίμησε Ῥωμαίους ἀγάλματα εὐχαριστῶν. Ἀντίοχος δὲ ὁ ∆ιονίκους βασιλεὺς ἀκούσας τὴν τοῦ Τιγράνου, Ἀρμενίων βασιλέως, ἀπώλειαν καὶ τὴν τοῦ Πομπηίου Μάγνου κατ' αὐτοῦ νίκην, ἐλθὼν πρὸς τὸν Πομπήιον προσέπεσεν αὐτῷ, αἰτήσας αὐτὸν ἀναδοῦναι αὐτῷ τὴν βασιλείαν αὐτοῦ. ὅστις Πομπήιος παρακληθεὶς ἀνέδωκεν αὐτῷ πάλιν τὴν βασιλείαν τῆς Συρίας καὶ τὴν Κιλικίαν καὶ πάντα ὅσα κατεῖχε