1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

41

ἀποπλεύσαντες ἦλθον ἐπὶ τὴν Συρίαν κατὰ τὸν χρησμόν. Ὁ δὲ βασιλεὺς τῆς Σκυθίας ὀνόματι Θόας ἀκούσας ὅτι τὸ ἄγαλμα τῆς Ἀρτέμιδος τὸ ὁλόχρυσον ἔλαβεν ἡ Ἰφιγένεια καὶ ἔφυγεν, ἐξέπεμψε Σκύθας πολλοὺς καταδιώκοντας αὐτήν, εἰρηκὼς αὐτοῖς ὅτι Μὴ ὑποστρέψητε εἰς τὴν Σκυθίαν, εἰ μὴ τὸ ἄγαλμα τὸ ὁλόχρυσον τῆς Ἀρτέμιδος ἀγάγητέ μοι μεθ' ἑαυτῶν. οἱ δὲ καταδιώκοντες καὶ ἐπιζητήσαντες πανταχῇ ἔφθασαν τὴν Παλαιστίνην χώραν καὶ τὴν πρῴην λεγομένην Τρικωμίαν πόλιν Νύσσαν. καὶ μαθόντες ὅτι κατῆλθον οἱ περὶ τὴν Ἰφιγένειαν καὶ τὸν Ὀρέστην ἐπὶ τὴν πάραλον καὶ εὐθέως ἀπέπλευσαν, τερφθέντες τῆς τοποθεσίας καὶ τῆς πόλεως Νύσσης καὶ τοῦ ἱεροῦ τῆς Ἀρτέμιδος, καὶ τὸν βασιλέα δὲ αὐτῶν φοβούμενοι, ἔμειναν αὐτοὶ ἐκεῖ οἰκοῦντες, μετακαλέσαντες τὴν πόλιν εἰς ἴδιον ὄνομα Σκυθῶν πόλιν. Ὁ δὲ Ὀρέστης ἅμα τοῖς σὺν αὐτῷ κατέλαβε τὴν Συρίαν· καὶ ἀνελθὼν ἐκ τοῦ πλοίου ἐπηρώτα ποῦ ἐστι τὸ Μελάντιον ὄρος καὶ τὸ ἱερὸν τῆς Ἑστίας; καὶ εὑρηκώς, εἰσῆλθεν ἐν τῷ 141 ἱερῷ· καὶ θυσίαν ποιήσας παρέμεινεν ἐκεῖ παρακοιμώμενος. καὶ ἀπαλλαγεὶς ὁ Ὀρέστης τῆς χαλεπωτάτης νόσου ἀνεχώρησεν ἐκ τοῦ ἱεροῦ· καὶ κατελθὼν ἐν τοῖς ῥείθροις τῶν δύο ποταμῶν τῶν λεγομένων Μελάντων ὑπὸ τῶν Σύρων, διότι ἐκ τοῦ Μελαντίου ὄρους κατέρχονται, ἀπελούσατο. καὶ περάσας ὁ αὐτὸς Ὀρέστης τὸν Τυφῶνα ποταμόν, τὸν νυνὶ λεγόμενον Ὀρόντην, ἦλθεν ἐπὶ τὸ Σίλπιον ὄρος, προσκυνῆσαι τοὺς Ἰωνίτας. οἱ δὲ τὴν Συρίαν οἰκοῦντες Ἀργεῖοι Ἰωνῖται, ἀκηκοότες ὅτι τῆς νόσου ἀπηλλάγη ὁ Ὀρέστης, ἀπῆλθον πρὸς αὐτόν, ἐπειδὴ ἐκ τῆς χώρας κατήγετο καὶ ἐξ αἵματος βασιλικοῦ ὑπῆρχε. καὶ ἀπαντήσαντες αὐτῷ ἐγνώρισαν τοὺς ὄντας μετ' αὐτοῦ ἐκ τοῦ ἱεροῦ τῆς Ἑστίας· καὶ ἐπερωτήσαντες αὐτούς, Τίς ἐστιν οὗτος; εἶπον αὐτοῖς ὅτι Ὁ Ὀρέστης ἐστί, καὶ πρὸς ὑμᾶς αὐτὸν φέρομεν. οἱ δὲ Ἰωνῖταιεὐθέως ἠσπάσαντο αὐτόν, εἰρηκότες αὐτῷ, Ὀρέστα, ποῦ τὴν μανίαν ἀπέθου; ὁ δὲ Ὀρέστης, φοβούμενος ἔτι τῆς νόσου τὴν ὀργήν, οὐκ ἀπεστράφη καὶ ὑπέδειξεν αὐτοῖς τὸ ἱερὸν ἢ τὸ ὄρος ὅπου ἐῤῥύσθη τῆς νόσου, ἀλλὰ κουφίσας τὴν δεξιὰν αὐτοῦ χεῖρα ὑπεράνω τῆς αὐτοῦ κορυφῆς τῷ δακτύλῳ τῆς χειρὸς αὐτοῦ ὑπέδειξεν αὐτοῖς τὸ ὄρος καὶ τὸ ἱερόν, εἰρηκὼς αὐτοῖς ὅτι Ἐν ἐκείνῳ τῷ ὄρει εἰς τὸ ἱερὸν τῆς θείας Ἑστίας τὴν χαλεπὴν μανίαν ἀπεθέμην. καὶ εὐθέως οἱ Ἰωνῖται ποιήσαντες τῷ αὐτῷ Ὀρέστῃ στήλην χαλκῆν τῷ σχήματι αὐτῷ ᾧ ὑπέδειξεν αὐτοῖς, ὑπεράνω κίονος ἵσταται εἰς μνήμην καὶ δόξαν τῆς χώρας καὶ τοῦ ἱεροῦ καὶ τῆς Ἑστίας, σημαίνοντες τοῖς μετὰ ταῦτα ποῦ ὁ 142 Ὀρέστης τὴν λυσσώδη μανίαν ἀπέθετο, ἥτις στήλη χαλκῆ ἕως τῆς νῦν ἵσταται, μετακαλέσαντες οἱ Ἰωνῖται καὶ τοῦ Μελαντίου ὄρους τὸ ὄνομα Ἀμανόν. ὁ δὲ Ὀρέστης προσκυνήσας τοὺς Ἰωνίτας κατῆλθεν εἰς τὴν πάραλον τῆς λεγομένης πρῴην Παλαιοπόλεως, νυνὶ δὲ Σελευκείας· καὶ εὑρηκὼς νῆας ἐκεῖ, ἀπέπλευσε μετὰ τῆς Ἰφιγενείας καὶ τοῦ Πυλάδου ἐπὶ τὴν Ἑλλάδα. καὶ ζεύξας πρὸς γάμον τὴν ἑαυτοῦ ἀδελφὴν Ἠλέκτραν τῷ Πυλάδῃ, κατέσχε τῆς Μυκηναίων χώρας ἕως θανάτου. οἱ δὲ Σύροι προσεσχηκότες τὸ σχῆμα τῆς στήλης τοῦ Ὀρέστου, καὶ μαθόντες παρὰ τῶν Ἰωνιτῶν τὸν τρόπον, ὀργισθέντες ἐπεκάλεσαν αὐτὸν δραπέτην, διότι τοιούτου ἀγαθοῦ συμβάντος αὐτῷ ἐν τῇ αὐτῶν χώρᾳ, καὶ ἐκφυγόντος τὴν τοιαύτην ἀπειλήν, στραφεὶς καὶ προσεσχηκὼς καὶ ἀνυμνήσας τὰ θεῖα καὶ εὐχαριστῶν οὐχ ὑπέδειξε τοῖς Ἰωνίταις τὸ ἱερὸν τῆς Ἑστίας, ἀλλὰ δραπετεύσας τὸν λογισμόν, ἀντ' εὐχαριστίας ἀποστρεφόμενος τῷ δακτύλῳ τῆς χειρὸς αὐτοῦ ὑπέδειξε τὸ ἱερὸν καὶ τὸ ὄρος, ὅπου τῆς ἀνημέρου μανίης ἀπαλλαγεὶς ἐσώθη. ἥτις στήλη τοῦ Ὀρέστου ὁ δραπέτης καλεῖται παρὰ τοῖς Ἀντιοχεῦσιν ἕως τοῦ παρόντος· πρὸ γὰρ μικροῦ τῆς πόλεώς ἐστιν ὁ αὐτὸς ἀνδριὰς τοῦ Ὀρέστου. ταῦτα δὲ ὁ σοφὸς ∆ομνῖνος συνεγράψατο. Ἐν τοῖς χρόνοις δὲ τοῖς μετὰ τὴν ἅλωσιν Τροίας παρ' Ἕλλησιν ἐθαυμάζετο πρῶτος