1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

69

αὐτοῦ ∆ηιοτάρου ἐπαρχουμένας παρέλαβε καὶ ἐποίησεν ὑπὸ Ῥωμαίους, πέμψας Κουρίωνα ὀνόματι στρατηγὸν αὐτοῦ μετὰ βοηθείας πολλῆς. Φρυγίαν δὲ Πακατιανὴν ὑπὸ τὴν τετραρχίαν τοῦ αὐτοῦ οὖσαν ὑπὸ Ῥωμαίους ἐποίησε, πέμψας μετὰ βοηθείας Πακατιανὸν στρατηγὸν αὐτοῦ. καὶ τὴν Λυκαονίαν δὲ παρέλαβε τοπαρχουμένην ὑπὸ Λυκάονος, υἱοῦ τοῦ Κάπυος, ὅστις προσέπεσε τῷ αὐτῷ Αὐγούστῳ. καὶ προτρεψόμενος αὐτὸν ὁ Αὔγουστος, ὡς γενναῖον, ἔλαβεν αὐτὸν ἐπὶ τὴν Αἴγυπτον. Συρία δὲ καὶ Κιλικία πρῴην ἐπὶ τοῦ Καίσαρος Ἰουλίου ἐγένετο ὑπὸ Ῥωμαίους. Καταλαβὼν δὲ ὁ Αὔγουστος τὴν Συρίαν εἰσῆλθεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, θριαμβεῦσαι τὴν κατὰ Ἀντωνίου νίκην καὶ Κλεοπάτρας μετὰ τοῦ ἰδίου αὐτοῦ γαμβροῦ Ἀγρίππα. ὅστις Ἀγρίππας τερφθεὶς τῆς τοποθεσίας τῆς πόλεως Ἀντιοχείας, κτίζει ἐκεῖ δημόσιον λουτρὸν ἔξω τῆς πόλεως παρὰ τὸ ὄρος, εὑρὼν ἐκεῖ πηγήν, ὅπερ ἐκάλεσεν εἰς ὄνομα ἴδιον τὸ Ἀγριππιανόν, τὸ νυνὶ λεγόμενον Ἀμπελινὸν λουτρόν. κτίζει δὲ καὶ δίαιταν οἰκημάτων καὶ βανιάριν, καλέσας τὴν γειτνίαν Ἀγριππιτῶν. προσέθηκε δὲ κτίσας ἐν τῷ θεάτρῳ Ἀντιοχείας ἄλλην ζώνην ἐπάνω τῆς πρώτης διὰ τὸν πολὺν δῆμον ὁ Ἀγρίππας. Ἐκεῖθεν δὲ ἐξελθὼν ὁ Αὔγουστος κατέλαβε τὴν Λαοδικέων 223 πόλιν τῆς Συρίας· καὶ ἔκτισεν ἐν αὐτῇ τῇ πόλει θέατρον μέγα πάνυ, στήσας ἑαυτῷ ἐκεῖ στήλην μαρμαρίνην. ἔκτισε δὲ ἐν αὐτῇ τῇ πόλει καὶ τὸ μέγα τετράπυλον, ὄντα μικρόν· καὶ κοσμήσας αὐτὸ κίοσι καὶ μαρμάροις ἀνοικοδομήσας καὶ μουσώσας ἐθριάμβευσεν ἐν αὐτῷ τὴν ἑαυτοῦ νίκην, στήσας ἐν τῷ αὐτῷ τετραπύλῳ στήλην χαλκῆν μετὰ τεσσάρων ἵππων. Καὶ τὴν Φοινίκην δὲ ὑπέταξε· καὶ πέμψας στρατηγοὺς μετὰ βοηθείας Λούκουλλον καὶ Πόντιον, οἵτινες ἐνίκησαν Τιγράνην τοπαρχοῦντα αὐτῆς καὶ ἐποίησεν αὐτὴν ἐπαρχίαν. καὶ τὴν λεγομένην δὲ Ἀραβίαν ὑφ' ἑαυτόν, ἤτοι ὑπὸ Ῥωμαίους, ἐποίησε κρατουμένην ὑπὸ Ἄραβα, βασιλέως βαρβάρων Σαρακηνῶν, καὶ ἐτείχισε κώμην ἣν ἐκάλεσε Βόστραν εἰς ὄνομα Βόστρου τοῦ πεμφθέντος ὑπ' αὐτοῦ στρατηγοῦ, καὶ τὰς λοιπὰς δὲ τοπαρχίας δίχα τῆς Καππαδοκίας τῆς τοπαρχουμένης ὑπὸ Ἀρχελάου καὶ τῆς τετραρχίας Ἡρώδου τοῦ τετραρχοῦντος τῆς Ἰουδαίας χώρας, ἐπειδὴ προσήνεγκαν αὐτῷ ἀμφότεροι δῶρα μεγάλα . Ὁ δὲ Ἡρώδης βασιλεὺς τῆς Ἰουδαίας πρὸς τιμὴν αὐτοῦ ἐποίησε καὶ τὴν ὁδοστρωσίαν τὴν ἔξω τῆς πόλεως Ἀντιοχείας τῆς μεγάλης, ἦν γὰρ δύσβατος, στρώσας αὐτὴν λευκαῖς πλάκαις. ἐκάλεσαν δὲ ἀμφότεροι τοπάρχαι τὰς μητροπόλεις αὑτῶν πρὸς τιμὴν αὐτοῦ εἰς ὄνομα τοῦ Καίσαρος· ὁ μὲν Ἡρώδης βασιλεὺς 224 καὶ τοπάρχης ἐκάλεσε Καισάρειαν Παλαιστίνης, τὴν πρῴην λεγομένην Στράτωνος πύργον, ὁ δὲ Ἀρχέλαος βασιλεὺς καὶ τοπάρχης ἐκάλεσε Καισάρειαν Καππαδοκίας τὴν πρῴην λεγομένην Μάζακαν. ἦν γὰρ ὁ Καῖσαρ θεῖος τοῦ αὐτοῦ Αὐγούστου τοῦ παρεσχηκότος αὐτοῖς ἔχειν τῆς τετραρχίας τὴν βασιλείαν ἐπὶ τῶν τῆς ζωῆς αὐτῶν χρόνων. Καὶ ἐξορμήσας ἐκ τῆς Παλαιστίνης παρέλαβε καὶ τὴν Αἴγυπτον· καὶ ὑποτάξας αὐτὴν εἰσῆλθεν ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ, καὶ ἐκεῖ ἐθριάμβευσε τὴν ἰδίαν νίκην, ποιήσας καὶ τὴν Αἴγυπτον ὑπὸ Ῥωμαίους. καὶ ἔδωκεν ἄρχειν αὐτῶν τῶν Αἰγυπτίων ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ ἐν πρώτοις ἄρχοντα ἐκ τῶν ἰδίων αὐτοῦ ἀνθρώπων ὀνόματι Κορνήλιον Γάλλον· ᾧτινι ἔδωκεν ἀξίαν αὐγουσταλίου τοῦ ἰδίου ὀνόματος σήμαντρον. Καὶ ἐκ τῆς Αἰγύπτου περάσας ὁ αὐτὸς Αὔγουστος ἀνῆλθεν ἐπὶ τὴν Ῥώμην, ὑπτιωθεὶς καὶ ἀπονενοημένος, ὡς ὑποτάξας τὸν κόσμον· καὶ τυραννήσας τὴν σύγκλητον ἐβασίλευσεν ἀφ' ἑαυτοῦ ἐν ὑπερηφανίᾳ ὤν, ἀνελὼν καὶ τὸν Βροῦτον τὸν φονεύσαντα τὸν Καίσαρα τὸν αὐτοῦ θεῖον. ὅντινα Βροῦτον φυλάττοντα τὴν Θεσσαλίαν μετὰ βοηθείας πέμψας ἀπεκεφάλισεν ἐπὶ τῆς ὑπατείας Καλβισιανοῦ καὶ Πολλίωνος, καθὼς Λουκανὸς ὁ σοφὸς Ῥωμαίων ποιητὴς συνεγράψατο. Ἦν δὲ τοῖς χρόνοις τούτοις Σωσίβιός τις Ἀντιοχεὺς