1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

4

ἐκάλεσε Κιλικία εἰς τὸ ἴδιον αὐτοῦ ὄνομα. 32 Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας τοῦ Φοίνικος ἦν Ἡρακλῆς ὁ φιλόσοφος, ὁ λεγόμενος Τύριος, ὅστις ἐφεῦρε τὴν κογχύλην· ἐωριζόμενος γὰρ ἐπὶ τὸ παράλιον μέρος τῆς Τύρου πόλεως εἶδε ποιμενικὸν κύνα ἐσθίοντα τὴν λεγομένην κογχύλην, ὅπερ ἐστὶ μικρὸν εἶδος θαλάσσιον κοχλιοειδές, καὶ τὸν ποιμένα, νομίζοντα αἱμάσσειν τὸν κύνα, λαβόντα ἀπὸ τῶν προβάτων πόκον ἐρέας καὶ καταμάσσοντα τὸ καταφερόμενον ἐκ τοῦ στόματος τοῦ κυνὸς καὶ βάπτοντα τὸν πόκον. ὁ δὲ Ἡρακλῆς, προσεσχηκὼς μὴ εἶναι αὐτὸ αἷμα, ἀλλὰ βάμματος παραξένου ἀρετήν, ἐθαύμασε· καὶ γνοὺς ὅτι ἐκ τῆς κογχύλης ἐστὶ τὸ κατιὸν βάμμα τοῦ πόκου, εἰληφὼς ἐκ τοῦ ποιμένος τὸν πόκον ὡς μέγα δῶρον τοῦτο προσήγαγε τᾷ βασιλεῖ τῆς Τύρου Φοίνικι. καὶ ἐκπλαγεὶς καὶ αὐτὸς ἐπὶ τῇ θέᾳ τῆς ξένης χρόας τοῦ βάμματος, θαυμάζων τὴν τούτου εὕρεσιν ἐκέλευσεν ἐξ αὐτοῦ τοῦ βάμματος κογχύλης βαφῆναι ἐρέαν καὶ γενέσθαι αὐτῷ περιβόλαιον βασιλικόν· καὶ ἐφόρεσεν αὐτὸς πρῶτος ἐκ πορφύρας περιβόλαιον, καὶ πάντες ἐθαύμασαν τὴν αὐτοῦ βασιλικὴν ἐσθῆτα, ὡς ξένην θέαν. καὶ ἔκτοτε ἐκέλευσεν ὁ βασιλεὺς Φοῖνιξ μηδένα τῶν ὑπὸ τὴν αὐτοῦ ὄντα βασιλείαν τολμᾶν φορεῖν τὴν τοιαύτην ἐνάρετον ἐκ γῆς καὶ θαλάσσης οὖσαν φορεσίαν, εἰ μήτι αὐτὸν καὶ τοὺς μετ' αὐτὸν βασιλεύοντας τῆς Φοινίκης, διὰ τὸ γινώσκεσθαι τὸν βασιλέα τῷ στρατῷ καὶ παντὶ τῷ πλήθει ἐκ τῆς θαυμαστῆς καὶ παραξένου φορεσίας. πρώην 33 γὰρ οὐκ ἐγίνωσκον οἱ ἄνθρωποι βάπτειν χρόας ἱματίων, ἀλλὰ τὰς τῶν προβάτων ἐρέας, οἷαι κἂν ἦσαν, ταύτας ἐποίουν ἱμάτια καὶ ἐφόρουν. καὶ οἱ βασιλεῖς δὲ τὰς αὐτὰς χρόας τῆς τυχούσης ἐρέας ἱμάτια ἐφόρουν, καὶ οὐκ εὐχερῶς ἐγνωρίζοντο τῷ ὑπηκόῳ πλήθει οἱ βασιλεῖς. λοιπὸν οὖν οἱ κατὰ τόπον βασιλεῖς, ἤτοι ῥῆγες καὶ τοπάρχαι, ἀκηκοότες τοῦτο, οἱ μὲν περιβόλαια, οἱ δὲ φίβλας χρυσᾶς καὶ μανδύας ἐπενόησαν ἑαυτοῖς, πορφύρεα ἢ ῥούσεα βάπτοντες αὐτὰ ἀπὸ βοτανῶν τινων, καὶ ἐφόρουν διὰ τὸ γινώσκεσθαι τῷ ἰδίῳ πλήθει, καθὼς Παλαίφατος ὁ σοφώτατος συνεγράψατο. μετὰ οὖν χρόνους πολλοὺς οἱ Ῥωμαῖοι τὴν Φοινίκην ὑποτάξαντες χώραν τὸ ἐξ ἀρχῆς ἀναδειχθὲν ἐκ τῆς κογχύλης ἀληθινὸν σχῆμα βασιλικὸν ἐφόρεσαν, ὅπερ ἐκάλεσαν ῥωμαϊστὶ τόγαν· ἥντινα καὶ ὕπατοι Ῥωμαίων ἕως τῆς νῦν φοροῦσι. Νουμμᾶς δὲ ὁ καὶ Πομπήλιος, βασιλεύσας Ῥωμαίων μετὰ τὸν Ῥῶμον καὶ τὸν Ῥῆμον, δεξάμενος πρεσβευτὰς ἐκ τῆς χώρας τῶν λεγομένων Πελασγῶν, φοροῦντας χλαμύδας ἐχούσας ταβλία ῥούσεα, καθάπερ οἱ ἀπὸ τῆς τῶν Ἰσαύρων χώρας, καὶ τερφθεὶς τοῦ σχήματος, πρῶτος ἐν τῇ Ῥώμῃ ἐπενόησε χλαμύδας φορεῖσθαι, τὰς μὲν βασιλικὰς πορφυρᾶς, ἐχούσας ταβλία χρυσᾶ, τὰς δὲ τῶν συγκλητικῶν αὐτοῦ καὶ τῶν ἐν ἀξίαις καὶ στρατείαις χλαμύδας ἐχούσας σήμαντρον τῆς βασιλικῆς φορεσίας ταβλία πορφυρᾶ, δηλοῦντα ἀξίαν Ῥωμαϊκῆς πολιτείας καὶ ὑποταγήν, κελεύσας μηδέ 34 να συγχωρεῖσθαι εἰσελθεῖν εἰς τὸ παλάτιον πρὸς αὐτὸν δίχα τοῦ σχήματος τῆς αὐτῆς χλαμύδος, καὶ οὐ συνεχώρουν τινὰ εἰσελθεῖν οἱ φυλάττοντες τὸ παλάτιον, εἰ μὴ ἐφόρει χλαμύδα ἔχουσαν φιλοτιμίαν βασιλικῆς ἐσθῆτος, καθὼς ὁ σοφώτατος Τραγκύλλος, Ῥωμαίων ἱστορικός, ταῦτα συνεγράψατο. Ὁ δὲ Σύρος, ὁ υἱὸς τοῦ Ἀγήνορος, ἀνὴρ ἐγένετο σοφός, ὃς συνεγράψατο Φοινικικοῖς γράμμασι τὴν ἀριθμητικὴν φιλοσοφίαν· ὑπέθετο δὲ ἀσωμάτους εἶναι ἀρχάς, καὶ σώματα μεταβάλλεσθαι καὶ τὰς ψυχὰς εἰς ἀλλογενῆ ζῶα. οὗτος πρῶτος ἐξέθετο ταῦτα, ὡς Κλήμιος ὁ σοφώτατος συνεγράψατο. Ἐν τοῖς χρόνοις τούτοις ἐγένετο Φάλεκ, υἱὸς Ἕβερ, ἀνὴρ θεοσεβὴς καὶ σοφός, ζήσας ἔτη τλθʹ, περὶ οὗ Μωσῆς ὁ προφήτης συνεγράψατο. ἔστιν οὖν ἀπὸ Ἀδὰμ ἕως τοῦ Φάλεκ ἔτη γʹ κατὰ τὴν προφητείαν. Ὁ δὲ προειρημένος Πῖκος ὁ καὶ Ζεὺς ἐν τοῖς ἀνωτέροις χρόνοις ἔσχε μετὰ τὸν Ἑρμῆν καὶ τὸν Ἡρακλέα καὶ ἄλλον υἱόν, τὸν Περσέα, ἀπὸ εὐπρεποῦς