1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

60

αὐτοῦ τὸν ἴδιον τὸν μείζονα. καὶ ἐβασίλευσεν ὁ Φίλιππος, καὶ μετὰ Φίλιππον ἐβασίλευσε Κάσσανδρος, καὶ μετὰ Κάσσανδρον ἐβασίλευσαν οἱ παῖδες τοῦ αὐτοῦ Κασσάνδρου, καὶ μετ' αὐτοὺς ἐβασίλευσε ∆ημήτριος, καὶ μετὰ ∆ημήτριον ἐβασίλευσεν ὁ Ἠπειρώτης Πύῤῥος, καὶ μετὰ Πύῤῥον τὸν Ἠπειρώτην ἐβασίλευσε Μελέαγρος καὶ ἄλλοι βασιλεῖς ἓξ ἐβασίλευσαν ἕως τῆς βασιλείας Περσέως τοῦ Ἠπειρώτου. καὶ ἐκράτησεν ἡ βασιλεία αὐτῶν μετὰ τὴν τελευτὴν Ἀλεξάνδρου ἔτη ρνζʹ. Τῆς δὲ Αἰγύπτου πάσης καὶ τῆς Λιβύης ἦν διαταξάμενος ὁ αὐτὸς Ἀλέξανδρος κρατεῖν καὶ βασιλεύειν Πτολεμαῖον τὸν Λάγου τὸν ἀστρονόμον· ὃς ἐβασίλευσεν Αἰγυπτίων ἐν τῷ τῶν Μακεδόνων κράτει ἔτη μβʹ. δεύτερος δὲ βασιλεὺς Πτολεμαῖος ὁ υἱὸς αὐτοῦ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας τοῦ αὐτοῦ Πτολεμαίου τοῦ υἱοῦ Λάγου ἡρμηνεύθησαν αἱ βίβλοι τῶν Ἰουδαίων ἑλληνιστὶ παρὰ τῶν οβʹ διδασκάλων δι' ἡμερῶν οβʹ· ἦσαν γὰρ γεγραμμέναι ἑβραϊστί· οἷα τοῦ αὐτοῦ Πτολεμαίου βουληθέντος ἀναγνῶναι δι' Ἑλληνικῆς φράσεως τὴν δύναμιν τῶν Ἰουδαϊκῶν βιβλίων. Μετὰ δὲ τὴν βασιλείαν αὐτοῦ ἐβασίλευσε τρίτος Πτολεμαῖος ὁ Φιλάδελφος ἔτη λζʹ, καὶ μετ' αὐτὸν ἐβασίλευσε τέταρτος Πτο 197 λεμαῖος ὁ Εὐεργέτης ἔτη κεʹ, καὶ μετ' αὐτὸν ἐβασίλευσε εʹ Πτολεμαῖος ὁ Φιλοπάτωρ ἔτη ιζʹ, καὶ μετ' αὐτὸν ἐβασίλευσεν ςʹ Πτολεμαῖος ὁ Ἐπιφανής, καὶ μετ' αὐτὸν ἐβασίλευσεν ζʹ Πτολεμαῖος ὁ Φιλομήτωρ ἔτη ιαʹ. καὶ ἕτεροι Πτολεμαῖοι βασιλεῖς πέντε ἐβασίλευσαν ἔτη ςβʹ, δωδέκατος δὲ Πτολεμαῖος ἐβασίλευσεν ὀνόματι ∆ιόνυσος ἔτη κθʹ, ὃς ἔσχε θυγατέρα ὀνόματι Κλεοπάτραν καὶ υἱὸν ὀνόματι Πτολεμαῖον. καὶ λοιπὸν τρισκαιδεκάτη βασίλισσα τῶν Πτολεμαίων Κλεοπάτρα· ἐβασίλευσε δὲ ἡ αὐτὴ Κλεοπάτρα ἡ θυγάτηρ τοῦ αὐτοῦ ∆ιονύσου ἔτη κβʹ. ἐβασίλευσαν οὖν οἱ ιγʹ Πτολεμαῖοι οἱ Μακεδόνες τῆς Αἰγυπτιακῆς χώρας ἁπάσης ἀπὸ τοῦ Πτολεμαίου τοῦ Λάγου ἕως Κλεοπάτρας τῆς ∆ιονύσου θυγατρὸς ἔτη τʹ ἕως τοῦ ιεʹ ἔτους τῆς βασιλείας Αὐγούστου Καίσαρος τοῦ καὶ Ὀκταβιανοῦ Σεβαστοῦ Ἰμπεράτορος, τοῦ νικήσαντος τὸν Ἀντώνιον καὶ τὴν αὐτὴν Κλεοπάτραν ἐν τῇ ἐπὶ χώρᾳ ναυμαχίᾳ εἰς τὸν Λευκάτην τόπον καὶ φονεύσαντος αὐτοὺς καὶ ὑποτάξαντος τὴν Αἴγυπτον πᾶσαν, καθὼς Εὐσέβιος ὁ Παμφίλου καὶ Παυσανίας οἱ χρονογράφοι συνεγράψαντο. Τῆς δὲ Ἀσίας διετάξατο κρατεῖν καὶ βασιλεύειν Ἀντίγονον τὸν λεγόμενον Πολιορκητὴν ἕως τῆς Κιλικίας καὶ τοῦ ∆ράκοντος ποταμοῦ τοῦ νυνὶ λεγομένου Ὀρόντου τοῦ διορίζοντος τὴν Κιλικίαν χώραν καὶ τὴν Συρίαν, ὅστις Τυφῶν καὶ Ὀφίτης καλεῖται. Τῆς δὲ Συρίας καὶ Βαβυλωνίας καὶ Παλαιστίνης διετάξατο 198 κρατεῖν καὶ βασιλεύειν Σέλευκον τὸν Νικάτορα· ὅστις καὶ τῆς Ἀσίας ἐβασίλευσε φονεύσας τὸν Ἀντίγονον. πόλεμον γὰρ συνέβαλε μετ' αὐτοῦ, διότι ἔκτισε πόλιν πλησίον τῆς λίμνης καὶ τοῦ ποταμοῦ τοῦ ∆ράκοντος, ἥντινα ἐκάλεσεν Ἀντιγονίαν. καὶ νικήσας αὐτὸν ὁ Σέλευκος ἔλαβε καὶ τὴν Ἀσίαν πᾶσαν καὶ πάντα τὰ διαφέροντα τοῦ αὐτοῦ Ἀντιγόνου. ὅστις Σέλευκος ἐπέτρεψε τῆς σατραπείας τὴν φροντίδα πάσης τῆς Ἀσίας ἔχειν Νικομήδην καὶ Νικάνορα, τοὺς συγγενεῖς αὐτοῦ, υἱοὺς δὲ ∆ιδυμέας, ἀδελφῆς τοῦ αὐτοῦ Σελεύκου. ὁ δὲ αὐτὸς Σέλευκος ὁ Νικάτωρ ἔλαβε γυναῖκα ἐν τῷ πολέμῳ ἀπὸ Πάρθων ὀνόματι Ἀπάμαν παρθένον· ἥντινα ἐπῆρεν ἀνελὼν τὸν πατέρα αὐτῆς Πιθαμένην, ὄντα στρατηγὸν Πάρθων μέγαν. ἀφ' ἧς Ἀπάμας ἔσχεν ὁ αὐτὸς Σέλευκος θυγατέρας δύο, Ἀπάμαν καὶ Λαοδίκην. καὶ τελευτησάσης τῆς αὐτοῦ γυναικὸς Ἀπάμας τῆς ἐκ Πάρθων, ἑωρακὼς ἐφίλησεν ἄλλην Στρατονίκην ὀνόματι, κόρην εὐπρεπῆ πάνυ, θυγατέρα ∆ημητρίου, υἱοῦ Ἀντιγόνου τοῦ λεγομένου Πολιορκητοῦ τοῦ φονευθέντος ὑπ' αὐτοῦ, ἥντινα ηὗρεν ὁ Σέλευκος ἐν Ῥώσῳ κρυπτομένην μετὰ ∆ημητρίου τοῦ πατρὸς αὐτῆς· τὴν δὲ Ῥῶσον πόλιν ἔκτισε Κίλιξ ὁ υἱὸς Ἀγήνορος. ὁ δὲ Σέλευκος ἔσχε θυγατέρα