1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

124

χρηματίζων Κωνσταντινουπόλεως καὶ τοὺς 384 ἐπάρχους τῶν πραιτωρίων, καὶ τὰ κωδικίλλια μὲν τῶν αὐτοῦ ἀρχόντων τῶν μεγάλων ἀπὸ τοῦ βασιλέως Ζήνωνος ἐδέχετο, μηνύων αὐτῷ τίνα ἤθελε προαχθῆναι· καὶ τοὺς σκηπίονας δὲ τῶν ὑπάτων ἐπὶ τοῦ βασιλέως αὐτοῦ ἐλάμβανεν. Ἢ μόνον δὲ ῥὴξ ἐγένετο ὁ αὐτὸς Θευδερίχος, προσῆλθεν αὐτῷ μία χήρα, συγκλητικὴ Ῥώμης, ὀνόματι Ἰουβεναλία, διδάσκουσα αὐτὸν ὅτι τριάκοντα ἔτη ἔχω δικαζομένη μετὰ τοῦ πατρικίου Φίρμου· ἀλλὰ εὐλύτωσόν με. καὶ ἐνεγκὼν τοὺς δικολόγους τῶν ἀμφοτέρων μερῶν εἶπεν αὐτοῖς, Εἰ μὴ διὰ τῆς αὔριον καὶ τῆς μετ' αὐτῆς δώσετε αὐτοῖς τὸν ὅρον καὶ ἀπαλλάξετε αὐτούς, ἀποκεφαλίζω ὑμᾶς. καὶ καθίσαντες διὰ τῶν δύο ἡμερῶν εἶπαν τὰ δοκοῦντα τοῖς νόμοις, δεδωκότες αὐτοῖς ὅρον καὶ ἀπαλλάξαντες αὐτούς. καὶ ἅψασα κηροὺς Ἰουβεναλία προσῆλθεν αὐτῷ, εὐχαριστοῦσα ὅτι εὐλυτώθη τῆς δίκης· καὶ ἠγανάκτησεν ὁ αὐτὸς Θευδερίχος κατὰ τῶν δικολόγων, καὶ ἀγαγὼν αὐτοὺς εἶπεν αὐτοῖς, ∆ιὰ τί, ὃ ἐποιήσατε εἰς δύο ἡμέρας καὶ ἀπηλλάξατε αὐτούς, εἰς τριάκοντα ἔτη οὐκ ἐποιήσατε; καὶ πέμψας ἀπεκεφάλισε τοὺς δικολόγους τῶν ἀμφοτέρων μερῶν, καὶ ἐγένετο φόβος πολύς. καὶ ἐποίησε διάταξιν περὶ ἑκάστου νόμου. Καὶ ἐξελθὼν ἀπὸ τῆς Ῥώμης ᾤκησε τὴν Ῥάβενναν, πόλιν παράλιον, ἕως θανάτου αὐτοῦ. καὶ μετὰ θάνατον αὐτοῦ ἐγέ 385 νετο ῥὴξ Ῥώμης ὁ ἔκγονος αὐτοῦ Ἀλάριχος. ἦν δὲ Ἀρειανὸςτῷ δόγματι, ὅ ἐστιν Ἐξακιονίτης. Ἐπὶ δὲ τῆς βασιλείας Ζήνωνος ἔπαθεν ὑπὸ θεομηνίας σεισμοῦ τὸ δεύτερον αὐτῆς πάθος Κωνσταντινούπολις ἐπὶ ὀλίγον διάστημα, ἕως τοῦ Ταύρου. ἔπαθε δὲ τότε καὶ Νικομήδεια, μητρόπολις τῆς Βιθυνίας, τὸ ἕκτον αὐτῆς πάθος, ὁμοίως δὲ καὶ Ἑλενούπολις τῆς αὐτῆς ἐπαρχίας· καὶ πολλὰ παρέσχεν αὐτοῖς ὁ αὐτὸς Ζήνων. Ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἀντῆρεν ὁ πατρίκιος Ἰλλοῦς ὁ Ἴσαυρος, ὁ φίλος τοῦ αὐτοῦ βασιλέως Ζήνωνος, ὁ ἀναγαγὼν τὸν αὐτὸν βασιλέα Ζήνωνα μετὰ βοηθείας πολλῆς τὴν δευτέραν αὐτοῦ ἐπάνοδον ἀπὸ τῆς Ἰσαυρίας, ὅτε ἔφυγεν ἀπὸ Κωνσταντινουπόλεως βασιλεύων. ὅστις Ἰλλοῦς ἀνῆλθεν ἐν Κωνσταντινουπόλει μετὰ τοῦ αὐτοῦ βασιλέως Ζήνωνος· καὶ ὡς θαῤῥούμενος παρ' αὐτοῦ καὶ θαῤῥῶν αὐτῷ, ἐβουλεύσατο μετὰ τοῦ αὐτοῦ Ζήνωνος ὁ Ἰλλοῦς ὥστε ἐκβληθῆναι τὴν πενθερὰν τοῦ αὐτοῦ Ζήνωνος ἀπὸ Κωνσταντινουπόλεως, ἵνα μὴ πάλιν ἐπιβουλεύσῃ, ὡς πρῶτον. καὶ πέμπει τὸν αὐτὸν Ἴλλον ὁ Ζήνων εἰς τὴν Ἰσαυρίαν, ἵνα ἐνέγκῃ Λογγῖνον τὸν ἀδελφὸν Ζήνωνος. καὶ κατελθὼν ὁ αὐτὸς Ἰλλοῦς ἀπέμεινεν εἰς τὴν Ἰσαυρίαν, γράφων, φησί, Ζήνωνι ὥστε λαβεῖν αὐτὸν λόγον διὰ Βηρίνης τῆς δεσποίνης, τῆς πενθερᾶς 386 τοῦ αὐτοῦ Ζήνωνος βασιλέως, ὡς φοβούμενος τὸν βασιλέα Ζήνωνα. καὶ ἔπεισε τὴν αὐτὴν δέσποιναν Βηρῖναν ὁ βασιλεὺς Ζήνων, ὁ γαμβρὸς αὐτῆς, κατὰ τὰ δόξαντα μεταξὺ Ἰλλοῦ καὶ τοῦ αὐτοῦ Ζήνωνος, ὥστε κατελθεῖν καὶ δοῦναι Ἰλλοῦ λόγον ἀπαθείας, ὡς φοβουμένου Ζήνωνα, καὶ ἀνενέγκαι αὐτὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ Λογγῖνον. καὶ κατῆλθεν ἡ αὐτὴ Βηρῖνα εἰς τὴν Ἰσαυρίαν· καὶ δεξάμενος αὐτὴν Ἰλλοῦς ἀπέκλεισεν εἰς καστέλλιον ἐν τῇ Ἰσαυρίᾳ ἔχον βοήθειαν πολλήν, καὶ κελεύσας αὐτὴν διὰ στρατιωτῶν φυλάττεσθαι, καὶ λαβὼν Λογγῖνον τὸν ἀδελφὸν τοῦ βασιλέως, ἀνῆλθεν ἐν Κωνσταντινουπόλει. καὶ ἐγένετο ὁ αὐτὸς Ἰλλοῦς συγκλητικὸς καὶ ὕπατος καὶ μάγιστρος καὶ πατρίκιος, διοικῶν τὴν πᾶσαν πολιτείαν. ὁμοίως δὲ καὶ ὁ Λογγῖνος ὁ ἀδελφὸς τοῦ βασιλέως ἐγένετο στρατηλάτης πραισέντου καὶ ὕπατος· καὶ παρέσχεν εἰς τὰ τέσσαρα μέρη Κωνσταντινουπόλεως ὀρχηστὰς ἐμμάλους μικροὺς τέσσαρας· ἦσαν γὰρ οἱ ὀρχούμενοι ἐν Κωνσταντινουπόλει εὔφημοι παλαιοί, καὶ ἐποίησεν αὐτοὺς λῦσαι, πολλὰ χαρισάμενος αὐτοῖς. ἔδωκε δὲ τοῖς Πρασίνοις ἔμμαλον τὸν Αὐτοκύονα τὸν λεγόμενον Καράμαλλον ἀπὸ Ἀλεξανδρείας τῆς μεγάλης, καὶ τὸν Ῥόδον τὸν λεγόμενον Χρυσόμαλλον, καὶ αὐτὸν Ἀλεξανδρέα, εἰς τὸ Βένετον, καὶ