1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

43

ἀπατάτω Ἐζεκίας λέγων, Ὁ θεὸς ὑμᾶς ῥύσεται. μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; ποῦ ἐστιν ὁ θεὸς Αἰθὰμ καὶ Ἀρφάδ; καὶ 146 ποῦ ἐστιν ὁ θεὸς Σεπφαρωθείμ; μὴ ἠδυνήθη Σαμάρεια ῥυσθῆναι ἐκ τῆς χειρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐῤῥύσατο τὴν ἑαυτοῦ γῆν ἐκ τῆς χειρός μου, ὅτι λέγει, Ῥύσεταί σε κύριος ὁ θεὸς Ἰσραὴλ ἐκ χειρός μου; Καὶ ἐσιώπησαν καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι αὐτῷ. καὶ εἰσῆλθεν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς καὶ Ἰωὰς ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος πρὸς Ἐζεκίαν,ἐσχισμένοι τοὺς χιτῶνας, καὶ ἀπήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαψάκου. καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἐζεκίαν, ἔσχισε τὰ ἱμάτια καὶ σάκκον περιεβάλετο, καὶ ἀνέβη εἰς τὸν ναὸν τοῦ κυρίου· καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον καὶ Σομνᾶν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων, περιβεβλημένους σάκκους, πρὸς Ἠσαΐαν, υἱὸν Ἀμώς, τὸν προφήτην, καὶ εἶπον αὐτῷ, Τάδε λέγει Ἐζεκίας. Ἡμέρα θλίψεως, δεσμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. εἰσακούσῃ κύριος ὁ θεός σου τοὺς λόγους Ῥαψάκου, οὓς ἀπέστειλε βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν θεὸν ζῶντα καὶ ὀνειδίζειν λόγοις οἷς ἤκουσε κύριος ὁ θεός σου, καὶ δεηθήσῃ πρὸς κύριον τὸν θεόν σου περὶ τῶν καταλελειμμένων τούτων. καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως πρὸς Ἠσαΐαν· καὶ εἶπεν αὐτοῖς Ἠσαΐας, Οὕτως ἐρεῖτε πρὸς τὸν κύ 147 ριον ὑμῶν. Τάδε λέγει κύριος. Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων. καὶ ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ, καὶ πεσεῖται μάχαιρα ἐν τῇ γῇ αὐτοῦ. καὶ ἀπέστρεψε Ῥαψάκης, καὶ κατέλαβε τὸν βασιλέα Ἀσσυρίων πολιορκοῦντα Λομνᾶ. καὶ ἤκουσε βασιλεὺς Ἀσσυρίων ὅτι ἐξῆλθε Θάρα, βασιλεὺς Αἰθιόπων, πολιορκῆσαι αὐτόν. καὶ ἀκούσας ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῦ τὸν Ῥαψάκην μετὰ δυνάμεως πολλῆς· καὶ αὐτὸς μείνας ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν λέγων, Οὕτως ἐρεῖτε Ἐζεκίᾳ, βασιλεῖ τῆς Ἰουδαίας. Μή σε ἀπατάτω ὁ θεός σου, ἐφ' ᾧ πεποιθὼς εἶ ἐπ' αὐτῷ, λέγων, Οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων πάσῃ τῇ γῇ, καὶ μὴ ἐῤῥύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν; οὐχὶ οἱ πατέρες μου ἀπώλεσαν τήν τε Γωζὰν καὶ Χαρὰν καὶ Ῥαφεῖς, αἵ εἰσιν ἐν χώρᾳ Θαιμᾶν; ποῦ εἰσιν οἱ βασιλεῖς Αἰμὰθ καὶ Ἀρφὰδ καὶ πόλεως Σεπφαρείμ; Καὶ ἔλαβεν Ἐζεκίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων, καὶ ἀνέγνω αὐτὸ ἐναντίον κυρίου· καὶ προσηύξατο πρὸς κύριον Ἐζεκίας λέγων, Ὁ θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ὅτι σὺ θεὸς μόνος εἶ βασιλεὺς τῆς οἰκουμένης, ὁ ποιήσας τὸν οὐρα 148 νὸν καὶ τὴν γῆν, εἰσάκουσον, κύριε, ἐπίβλεψον, κύριε, καὶ ἴδε τοὺς λόγους, οὓς ἀπέστειλε Σενναχηρείμ, ὀνειδίζων θεὸν ζῶντα. ἐπ' ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὰς χώρας αὐτῆς, καὶ ἔβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ· οὐ γὰρ θεοὶ ἦσαν, ἀλλ' ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι· καὶ ἀπώλεσαν αὐτούς. καὶ νῦν, κύριε ὁ θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ θεὸς μόνος. Καὶ ἀπεστάλη Ἠσαΐας, υἱὸς Ἀμώς, πρὸς Ἐζεκίαν, καὶ εἶπεν αὐτῷ, Τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ. Ἤκουσα, ἃ προσηύξω πρός με περὶ Σενναχηρείμ, βασιλέως Ἀσσυρίων. οὕτως λέγει κύριος ἐπὶ βασιλέα Ἀσσυρίων. Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπ' αὐτὴν βέλος, οὐδὲ μὴ στήσῃ ἐπ' αὐτὴν θυρεόν, οὐδὲ μὴ κυκλώσῃ ἐπ' αὐτὴν χάρακα, ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται, ὅτι τάδε λέγει κύριος. Ὑπερασπιῶ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι' ἐμὲ καὶ διὰ ∆αβίδ, τὸν παῖδά μου. Καὶ ἐξῆλθεν ἄγγελος κυρίου νυκτός, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ρπεʹ χιλιάδας.