1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

107

παπυλεῶνα, ὡς δῆθεν τοῦ βασιλέως Ἰουλιανοῦ ζητήσαντος αὐτόν. καὶ ὅτε εἰσῆλθεν εἰς τὸν παπυλεῶνα, συσχόντες αὐτὸν ἀνηγόρευσαν βασιλέα τῇ κζʹ τοῦ δαισίου τοῦ καὶ ἰουνίου μηνός, πρὸ τοῦ διαφαῦσαι. τὸ δὲ πλῆθος τοῦ στρατοῦ τὸ ἐπὶ Κτησιφῶντα καὶ τὸ ἀπὸ πολλοῦ διαστήματος ἀπληκεῦον οὐκ ἔγνω τὰ συμβάντα ἕως ἀνατολῆς ἡλίου, ὡς ἀπὸ διαστήματος ὄντες. ἐτελεύτα οὖν ὁ αὐτὸς Ἰουλιανὸς βασιλεὺς ὢν ἐνιαυτῶν λγʹ. Ἐν αὐτῇ δὲ τῇ νυκτὶ εἶδεν ἐν ὁράματι καὶ ὁ ὁσιώτατος ἐπίσκοπος Βασίλειος ὁ Καισαρείας Καππαδοκίας τοὺς οὐρανοὺς ἠνεῳγμένους καὶ τὸν σωτῆρα Χριστὸν ἐπὶ θρόνου καθήμενον καὶ εἰπόντα κραυγῇ, Μερκούριε, ἀπελθὼν φόνευσον Ἰουλιανὸν τὸν βασιλέα τὸν κατὰ τῶν χριστιανῶν. ὁ δὲ ἅγιος Μερκούριος ἑστὼς ἔμπροσθεν τοῦ κυρίου ἐφόρει θώρακα σιδηροῦν ἀποστίλβοντα· 334 καὶ ἀκούσας τὴν κέλευσιν ἀφανὴς ἐγένετο. καὶ πάλιν εὑρέθη ἑστὼς ἔμπροσθεν τοῦ κυρίου καὶ ἔκραξεν, Ἰουλιανὸς ὁ βασιλεὺς σφαγεὶς ἀπέθανεν, ὡς ἐκέλευσας, κύριε. καὶ πτοηθεὶς ἐκ τῆς κραυγῆς ὁ ἐπίσκοπος Βασίλειος διυπνίσθη τεταραγμένος. ἐτίμα γὰρ αὐτὸν Ἰουλιανὸς ὁ βασιλεὺς καὶ ὡς ἐλλόγιμον καὶ ὡς συμπράκτορα αὐτοῦ, καὶ ἔγραφεν αὐτῷ συχνῶς. καὶ κατελθὼν ὁ ἅγιος Βασίλειος διὰ τὰ ἑωθινὰ εἰς τὴν ἐκκλησίαν, καλέσας πάντα τὸν κλῆρον αὐτοῦ εἶπεν αὐτοῖς τὸ τοῦ ὁράματος μυστήριον, καὶ ὅτι ἐσφάγη Ἰουλιανὸς ὁ βασιλεὺς καὶ τελευτᾷ ἐν τῇ νυκτὶ ταύτῃ. καὶ πάντες παρεκάλουν αὐτὸν σιγᾶν καὶ μηδενὶ λέγειν τι τοιοῦτον. ὁ δὲ σοφώτατος Εὐτρόπιος ὁ χρονογράφος ἔν τισι τούτων οὐχ ὡμοφώνησεν ἐν τῇ αὐτοῦ συγγραφῇ. Μετὰ δὲ τὴν βασιλείαν Ἰουλιανοῦ τοῦ παραβάτου ἐβασίλευσεν Ἰουβιανὸς ὁ υἱὸς Οὐρανιανοῦ, στεφθεὶς ὑπὸ τοῦ στρατοῦ ἐκεῖ ὑπὸ τὰ Περσικὰ μέρη ἐπὶ τῆς ὑπατείας Σαλουστίου· ἦν δὲ χριστιανὸς πάνυ· ἐβασίλευσε δὲ μῆνας ζʹ. Ἢ μόνον δὲ ἐβασίλευσε, προσεφώνησε παντὶ τῷ στρατῷ καὶ τοῖς μετ' αὐτοῦ συγκλητικοῖς δι' ἑαυτοῦ κράξας, Εἰ θέλετέ με βασιλεύειν ὑμῶν, ἵνα πάντες χριστιανοί ἐστε. καὶ εὐφήμησαν αὐ 335 τὸν ἅπας ὁ στρατὸς καὶ οἱ συγκλητικοί. καὶ ἐξελθὼν ὁ αὐτὸς Ἰοβιανὸς ἅμα τῷ στρατῷ ἐκ τῆς ἐρήμου εἰς τὴν εὐθαλῆ γῆν τὴν Περσικὴν ἐμερίμνα πῶς ἂν ἐξέλθοι ἐκ τῶν Περσικῶν μερῶν. ὁ δὲ βασιλεὺς Περσῶν Σαββουραρσάκιος μαθὼν τὴν τοῦ βασιλέως Ἰουλιανοῦ τελευτήν, φόβῳ πολλῷ συνεχόμενος ἐκ τῆς Περσαρμενίας χώρας πρεσβευτὴν ἐξέπεμψεν, αἰτῶν περὶ εἰρήνης καὶ δεόμενος ἕνα τῶν μεγιστάνων αὐτοῦ ὀνόματι Σουῤῥαεινᾶν πρὸς τὸν βασιλέα Ῥωμαίων· ὅντινα ἐδέξατο ἀσμένως ὁ θειότατος Ἰοβιανὸς βασιλεὺς καὶ ἐπένευσε δέχεσθαι τὴν πρεσβείαν τῆς εἰρήνης, εἰρηκὼς πέμπειν καὶ αὐτὸς πρεσβευτὴν πρὸς τὸν βασιλέα Περσῶν. ἀκούσας δὲ τοῦτο Σουῤῥαεινᾶς πρεσβευτὴς Περσῶν ᾔτησε τὸν βασιλέα Ἰοβιανὸν τυπῶσαι εὐθὺς καὶ παραχρῆμα εἰρήνης πάκτα. καὶ ἀφορίσας συγκλητικὸν αὐτοῦ τὸν πατρίκιον Ἀρίνθεον δέδωκεν αὐτῷ τὸ πᾶν, συνταξάμενος ἐμμένειν τοῖς παρ' αὐτοῦ δοκιμαζομένοις, ἤτοι τυπουμένοις, οἷα τοῦ βασιλέως αὐτοῦ ὑπερηφανοῦντος, μετὰ τοῦ συγκλητικοῦ, ἤτοι πρεσβευτοῦ Περσῶν, ποιῆσαι εἰρήνης πάκτα, καὶ παρασχόντος ἔνδοσιν τοῦ πολέμου ἡμέρας τρεῖς ἐν τῇ περὶ τῆς εἰρήνης βουλῇ. καὶ ἐτυπώθη μετα 336 ξὺ τοῦ πατρικίου Ἀρινθέου τοῦ Ῥωμαίου καὶ Σουῤῥαεινᾶ, συγκλητικοῦ καὶ πρεσβευτοῦ Περσῶν, δοῦναι Ῥωμαίους Πέρσαις πᾶσαν τὴν ἐπαρχίαν τὴν λεγομένην Μυγδονίαν καὶ τὴν μητρόπολιν αὐτῆς τὴν λεγομένην Νιζτίβιος γυμνὴν σὺν τείχεσι μόνοις ἄνευ ἀνδρῶν τῶν οἰκούντων αὐτήν. καὶ τούτου στηριχθέντος καὶ εἰρήνης ἐγγράφου γενομένης, ἔλαβε μεθ' ἑαυτοῦ ὁ βασιλεὺς Ἰοβιανὸς ἕνα τῶν σατραπῶν Πέρσην ὄντα μετὰ τοῦ πρεσβευτοῦ ὀνόματι Ἰούνιον εἰς τὸ διασῶσαι αὐτὸν καὶ τὰ ἐξπέδιτα αὐτοῦ ἐκ τῆς Περσικῆς χώρας καὶ παραλαβεῖν τὴν ἐπαρχίαν καὶ τὴν μητρόπολιν αὐτῆς. Καὶ καταφθάσας ὁ βασιλεὺς Ἰοβιανὸς τὸ Νιζτίβιος πόλιν οὐκ εἰσῆλθεν ἐν αὐτῇ,