1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

135

πρεσβευτοῦ τῷ βασιλεῖ Ῥωμαίων Ἰουστίνῳ. Ἐν ᾧ χρόνῳ τελευτᾷ Παῦλος ὁ πατριάρχης Ἀντιοχείας, καὶ 416 ἐγένετο ἀντ' αὐτοῦ Εὐφράσιος ὁ Ἱεροσολυμίτης, ὅστις μέγαν ἐποίησε διωγμὸν κατὰ τῶν λεγομένων ὀρθοδόξων, πολλοὺς φονεύσας. Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις τὸ Βένετον μέρος ἐν πάσαις ταῖς πόλεσιν ἠτάκτει, καὶ ἐτάρασσον τὰς πόλεις λιθασμοῖς καὶ καταβασίαις καὶ φόνοις· ἐπήρχοντο γὰρ καὶ τοῖς κατὰ πόλιν ἄρχουσιν, ἀρξάμενοι ἀπὸ τοῦ Βυζαντίου. ταῦτα δὲ ἐπράττοντο ἕως τῆς γενομένης προαγωγῆς τῆς ἐν Κωνσταντινουπόλει γενομένου Θεοδότου ὑπάρχου πόλεως, τοῦ ἀπὸ κομήτων τῆς ἀνατολῆς· ὅστις προεβλήθη ἐπὶ τῆς πρώτης ἰνδικτιῶνος, καὶ κατεδυνάστευσε τῆς δημοκρατίας τῶν Βυζαντίων, τιμωρησάμενος πολλοὺς τῶν ἀτάκτων κατὰ κέλευσιν τοῦ βασιλέως Ἰουστίνου. ἐν οἷς συνελάβετο Θεοδόσιόν τινα, τὸν ἐπίκλην Ζτικκάν, ὅστις ἐν πολλῇ εὐπορίᾳ ὑπῆρχε, καὶ τῇ ἀξίᾳ ὢν ἰλλούστριος, καὶ τοῦτον αὐθεντήσας ἀνεῖλε, μὴ ἀναγαγὼν τῷ βασιλεῖ. καὶ ἀγανακτηθεὶς ὑπὸ τοῦ βασιλέως ἐπαύθη τῆς ἀρχῆς καὶ ἀπεζώσθη τῆς ἀξίας, κελευσθεὶς ἐξελθεῖν ἐπὶ τὴν ἀνατολήν. καὶ μετὰ τὸ καταλαβεῖν αὐτὸν τὴν ἀνατολὴν ἔφυγε φοβηθεὶς ἐν τῇ τρίτῃ ἰνδικτιῶνι, προσφυγὼν ἐν Ἱεροσολύμοις, καὶ ἀπεκρύβη ἐκεῖ· καὶ ἀντ' αὐτοῦ προήχθη ἔπαρχος πόλεως Θεόδωρος ὁ ἀπὸ ὑπάτων, ὁ ἐπίκλην τηγανιστής. προήχθη δὲ ἐν Ἀντιοχείᾳ Ἐφραΐμιος ὁ Ἀμιδηνός· ὅστις ἠγωνίσατο κατὰ τῶν δημοκρατούντων Βενέτων· καὶ λοιπὸν ἡσύχασεν ἡ δημοκρατία τοῦ Βε 417 νέτου μέρους τοῦ ποιεῖν ταραχὰς ἐν ταῖς πόλεσι· καὶ ἐπήρθησαν τὰ θεώρια, καὶ οἱ ὀρχησταὶ ἐκ τῆς ἀνατολῆς καὶ πάντες ἐξωρίσθησαν, δίχα μέντοι τῆς μεγάλης Ἀλεξανδρείας τῆς πρὸς Αἴγυπτον. Ὁ δὲ αὐτὸς βασιλεὺς ἐκώλυσε τὸν ἀγῶνα τῶν Ὀλυμπίων πρὸς τὸ μὴ ἐπιτελεῖσθαι ἐν Ἀντιοχείᾳ ἀπὸ ἰνδικτιῶνος ιδʹ. ἀλυτάρχησαν δὲ ἀπὸ Ἀφρανίου ἕως ὀγδόου ἑξηκοστοῦ πεντακοσιοστοῦ, ἀφ' οὗ ἐκωλύθη τὰ Ὀλύμπια, ἀλύταρχοι οζʹ. Τῷ δὲ αὐτῷ χρόνῳ, Ἀνατολίου τοῦ Καρίνου ὄντος κόμητος ἀνατολῆς, συνέβη ἐν Ἀντιοχείᾳ ἐμπρησμὸν μέγαν γενέσθαι ὑπὸ θεϊκῆς ὀργῆς· ὅστις ἐμπρησμὸς προεμήνυσε τὴν τοῦ θεοῦ μέλλουσαν ἔσεσθαι ἀγανάκτησιν. ἐκαύθη γὰρ ἀπὸ τοῦ μαρτυρίου τοῦ ἁγίου Στεφάνου ἕως τοῦ πραιτωρίου τοῦ στρατηλάτου. ἐγένοντο δὲ καὶ μετὰ ταῦτα ἐμπρησμοὶ πολλοὶ εἰς διαφόρους γειτονίας τῆς αὐτῆς πόλεως, καὶ ἐκαύθησαν πολλοὶ οἶκοι καὶ ἀπώλοντο πολλαὶ ψυχαί, καὶ οὐδεὶς ἐγίνωσκε πόθεν τὸ πῦρ ἀνήπτετο. κατὰ πρεσβείαν Ἐφραϊμίου τοῦ πατριάρχου Ἀντιοχείας ἐφιλοτιμήσατο ὁ αὐτὸς βασιλεὺς διὰ τοὺς καυθέντας τόπους χρυσοῦ κεντηνάρια δύο. Ἐν δὲ τῷ αὐτῷ χρόνῳ συνέβη παθεῖν ὑπὸ θεομηνίας τὸ λεγόμενον ∆οῤῥάχιον, πόλιν τῆς νέας Ἠπείρου ἐπαρχίας, ἐξ ἧς ὑπῆρχεν Ἀναστάσιος ὁ βασιλεύς· ὅστις καὶ πολλὰ ἔκτισεν ἐκεῖ, 418 παρεσχηκὼς αὐτοῖς καὶ τὸ ἱπποδρόμιον. ὁ δὲ βασιλεὺς Ἰουστῖνος πολλὰ παρέσχεν εἰς ἀνανέωσιν τῇ αὐτῇ ∆οῤῥαχηνῶν πόλει, ἥτις πρῴην μὲν ἐλέγετο Ἐπίδαμνος· ὁμοίως δὲ καὶ τοῖς περιλειφθεῖσιν ἐφιλοτιμήσατο. ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ ἡ Κόρινθος τῆς Ἑλλάδος ἔπαθε· καὶ πολλὰ κἀκεῖ ἐχαρίσατο ὁ αὐτὸς βασιλεύς. ἐν δὲ τῷ μεταξὺ χρόνῳ ἔπαθεν ὑπὸ θεομηνίας Ἀνάζαρβος, πόλις τῆς Κιλικίας τὸ τέταρτον αὐτῆς πάθος· ἀνήγειρε δὲ αὐτὴν ὁ αὐτὸς βασιλεύς. ἐν αὐτῷ δὲ τῷ χρόνῳ κατεπόθη ὑπὸ θεομηνίας ὑδάτων ποταμιαίων Ἔδεσα, πόλις μεγάλη τῆς Ὀσδροηνῆς ἐπαρχίας, ἐν ἑσπέρᾳ, τοῦ αὐτοῦ ποταμοῦ κατὰ μέσον τῆς πόλεως παρερχομένου τοῦ λεγομένου Σκίρτου, αὔτανδροι σὺν τοῖς οἴκοις ἀπώλοντο. ἔλεγον δὲ οἱ περισωθέντες καὶ οἰκοῦντες τὴν αὐτὴν πόλιν ὅτι καὶ ἐν ἄλλῳ καιρῷ κατέκλυσε τὴν αὐτὴν πόλιν ὁ αὐτὸς ποταμός, ἀλλ' οὐχ οὕτως ἀπώλεσεν· ἐπεὶ μεμαθήκαμεν ὅτι καὶ ἐν ἄλλοις χρόνοις ἐγένετο τὸ αὐτὸ σχῆμα, μετὰ δὲ τὸ παυθῆναι τὴν ὀργὴν τὰ πλησίον τῶν θεμελίων τοῦ αὐτοῦ ποταμοῦ οἰκήματα φιλοκαλίας