1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

49

Καρτάγεναν· καὶ ἐβασίλευσεν ἐν αὐτῇ, καὶ ἐκεῖ τελευτᾷ σωφρόνως ζήσασα. Ὁ δὲ Αἰνείας χρησμὸν λαβὼν ἀπέπλευσεν ἀπὸ τῆς Λιβύης, βουλόμενος ἐπὶ τὴν Ἰταλίαν ἐλθεῖν. ἀνέμου δὲ ἐναντίου γενομένου, ἐξεῤῥίφη μετὰ τῶν ἰδίων πλοίων πλησίον τῆς Σικελίας εἰς τὴν Καλαβρίαν ἐν πόλει λεγομένῃ Ἀργυρίππῃ, τῇ κτισθείσῃ ὑπὸ ∆ιομήδους τοῦ Τυδέως. ὅστις ὑπῆρχεν Αἰτωλὸς τῷ γένει, 164 φέρων τὴν συγγένειαν ἐκ τοῦ Οἰνέως, βασιλέως τῆς Αἰτωλίας. ὅστις Οἰνεὺς ἀγαγόμενος γυναῖκα ὀνόματι Ἐρίβοιαν ἔσχεν ἐξ αὐτῆς τὸν Τυδέα. καὶ ἐτελεύτησεν ἡ Ἐρίβοια, καὶ ἠγάγετο ἑτέραν γυναῖκα ὀνόματι Ἀλθαίαν· καὶ ἔσχεν ἐξ αὐτῆς τὸν Μελέαγρον καὶ θυγατέρα ὀνόματι ∆ηιάνειραν. νεώτερός τις ὀνόματι Ἀχελῷος, υἱὸς Ποσειδωνίου, συγκλητικοῦ τοῦ Τυδέως, ἐμνηστεύσατο. ὁ δὲ Ἀχελῷος πρὸ τοῦ γάμου ἔφθειρε τὴν ∆ηιάνειραν λάθρᾳ, καὶ μετὰ ταῦτα λέγει τῷ πατρὶ αὐτῆς τῷ Οἰνεῖ, Οὐκ ἄλλως λαμβάνω τὴν θυγατέρα σου, εἰ μὴ παραχωρήσεις μοι τὸ βασίλειόν σου διοικεῖν. ὁ δὲ οὐκ ἐπείσθη αὐτῷ· καὶ λοιπὸν σὺν τῷ ἰδίῳ πατρὶ ἀντῆρεν ὁ Ἀχελῷος τῷ Οἰνεῖ καὶ ἐπολέμησεν αὐτῷ. καὶ ἠναγκάσθη ὁ Οἰνεὺς προτρέψασθαι ἐκ τῆς Φθίας χώρας στρατηγὸν γενναῖον, Ἡρακλέα τὸν λεγόμενον Πολύφημον, συνταξάμενος διδόναι αὐτῷ τὴν ἑαυτοῦ θυγατέρα τὴν ∆ηιάνειραν. ὅστις κατελθὼν μετὰ τῆς ἐνόπλου αὐτοῦ στρατιᾶς συνέβαλε πόλεμον μετὰ Ποσειδωνίου καὶ τοῦ υἱοῦ αὐτοῦ Ἀχελῴου. καὶ εἰς τὴν συμβολὴν ξίφει ὁ Πολύφημος τὸν Ποσειδώνιον ἀνεῖλε, τὸν πατέρα Ἀχελῴου· διὰ τοῦτο δὲ ἐξέθεντο οἱ ποιηταὶ ὅτι τὸ κέρας τοῦ Ἀχελῴου ἀπέσπασεν ὁ Ἡρακλῆς, ὅπερ ἐστὶ τὴν πατρικὴν αὐτοῦ δύναμιν. καὶ ἑωρακὼς τὸν ἴδιον αὐτοῦ πατέρα πεσόντα, φεύγει ἔφιππος· διὸ καὶ γράφουσιν αὐτὸν ἱπποκένταυρον. καὶ ἐν τῷ καταδιώκειν αὐτὸν τὸν Πολύφημον Ἡρακλέα στραφεὶς τοξεύει 165 αὐτὸν κατὰ τοῦ μαστοῦ· καὶ εὐθέως ὁ Ἡρακλῆς ἀντετόξευσε τὸν Ἀχελῷον, ὡς περᾷ τὸν ποταμὸν ὀνόματι Φορβάν. καὶ φιβλωθεὶς ὁ Ἀχελῷος κατηνέχθη ἀπὸ τοῦ ἵππου εἰς τὰ ῥεῖθρα τοῦ ποταμοῦ καὶ ἀπώλετο. καὶ μετεκλήθη ἔκτοτε ὁ αὐτὸς ποταμὸς ἀπὸ τῶν τῆς Αἰτωλίας χώρας Ἀχελῷος ἕως τῆς νῦν, καθὰ Κεφαλίων ὁ σοφὸς ἐξέθετο. ὁ δὲ Πολύφημος Ἡρακλῆς ἐκ τῆς πληγῆς τοῦ μαστοῦ μεθ' ἡμέρας τινὰς τελευτᾷ. Μελέαγρος δὲ ὁ τοῦ Οἰνέως υἱός, ἀδελφὸς δὲ τοῦ Τυδέως καὶ ∆ηιανείρας, ἐποίησεν ἆθλον μέγαν ἐν τῇ Καλυδωνίᾳ χώρᾳ, φονεύσας κάπρον φοβερόν, τῆς Ἀταλάντης τῆς θυγατρὸς τοῦ Σχοινέως οὔσης μετ' αὐτοῦ· ἥτις προποιήσασα τοξεύει τὸν σύαγρον· ἐλυμαίνετο γὰρ οὗτος ὁ θὴρ πᾶσαν τὴν χώραν ἐκείνην. καὶ μετὰ τὴν ἀναίρεσιν τοῦ θηρὸς τὸ δέρμα αὐτοῦ ἐχαρίσατο ὁ Μελέαγρος τῇ Ἀταλάντῃ, εἰς ἔρωτα αὐτῆς βληθείς. ἀπελθὼν δὲ ὁ Μελέαγρος πρὸς τὸν ἑαυτοῦ πατέρα Οἰνέα, ἀπῃτήθη παρ' αὐτοῦ τὰ νικητήρια τοῦ θηρός· καὶ μαθὼν ὅτι τῇ Ἀταλάντῃ τὸ δέρμα ἐχαρίσατο, ὀργισθεὶς κατὰ τοῦ ἰδίου υἱοῦ, ὃν εἶχε θαλλὸν ἐλαίας, φυλαττόμενον παρὰ τῇ Ἀλθαίᾳ τῇ ἑαυτοῦ μὲν γυναικί, μητρὶ δὲ τοῦ Μελεάγρου, ὅντινα θαλλὸν τῆς ἐλαίας ἡ Ἀλθαία ἔγκυος οὖσα ἐπιθυμήσασα ἔφαγε, καὶ καταπιοῦσα τὸ φύλλον τῆς ἐλαίας εὐθέως τεκοῦσα συνεγέννησε τὸ τῆς ἐλαίας φύλλον σὺν τῷ Μελεάγρῳ· περὶ οὗ χρησμὸς ἐδόθη τῷ πατρὶ αὐτοῦ τῷ Οἰνεῖ τοσοῦτον χρόνον ζῆν τὸν Μελέαγρον 166 ὅσον χρόνον φυλάττεται τὸ φύλλον τῆς ἐλαίας τὸ μετ' αὐτοῦ γεννηθέν· ὅπερ φύλλον ὀργισθεὶς ὁ Οἰνεὺς εἰς πῦρ ἔβαλε, καὶ ἐκαύθη, ἀγανακτήσας κατὰ τοῦ ἰδίου υἱοῦ· καὶ παραχρῆμα ὁ Μελέαγρος ἐτελεύτησεν, ὡς ὁ σοφὸς Εὐριπίδης δρᾶμα περὶ τοῦ αὐτοῦ Μελεάγρου ἐξέθετο. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Οἰνέως ἐβασίλευσε τῆς Αἰτωλίας ὁ ἄλλος υἱὸς αὐτοῦ ὁ Τυδεύς, ὁ πατὴρ τοῦ ∆ιομήδους. ὁ δὲ ∆ιομήδης μετὰ τὴν τελευτὴν τοῦ ἰδίου πατρὸς Τυδέως ἐβασίλευσε τῆς Ἀργείων χώρας, ἀγαγόμενος ἐκ τοῦ Ἄργους γυναῖκα ὀνόματι Αἰγιάλειαν. καὶ ἀπονοηθεὶς ὑπέταξε τὴν ἑαυτοῦ χώραν τὴν Αἰτωλίαν, πολεμήσας