1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

77

ὄνομα Κλαυδιούπολιν. ἔκτισε δὲ καὶ Βρεττανίαν πόλιν πλησίον τοῦ Ὠκεανοῦ. Ὁ δὲ αὐτὸς Κλαύδιος βασιλεὺς καὶ τῇ δημοκρατίᾳ τῶν Πρασίνων κατάστασιν ἔδωκεν. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔπαθεν ὑπὸ θεομηνίας ἡ Ἔφεσος καὶ ἡ Σμύρνα καὶ πολλαὶ ἄλλαι πόλεις τῆς Ἀσίας, αἷστισιν ἐχαρίσατο πολλὰ εἰς ἀνανέωσιν. ἐσείσθη δὲ τότε καὶ ἡ μεγάλη Ἀντιόχεια πόλις, καὶ διεῤῥάγη ὁ ναὸς τῆς Ἀρτέμιδος καὶ τοῦ Ἄρεως καὶ τοῦ Ἡρακλέος καὶ οἶκοι φανεροὶἔπεσαν. ὁ δὲ αὐτὸς βασιλεὺς Κλαύδιος ἐκούφισεν ἀπὸ τῶν συνεργιῶν, ἤτοι συστημάτων, τῆς Ἀντιοχέων πόλεως τῆς Συρίας τὴν λειτουργίαν ἣν παρεῖχον ὑπὲρ καπνοῦ, εἰς ἀνανέωσιν τῶν ὑπορόφων ἐμβόλων αὐτῆς τῶν κτισθέντων ὑπὸ Τιβερίου Καίσαρος. Ἐν δὲ ταῖς ἀρχαῖς τῆς βασιλείας τοῦ αὐτοῦ Κλαυδίου Καίσαρος μετὰ τὸ ἀναληφθῆναι τὸν κύριον ἡμῶν καὶ θεὸν Ἰησοῦν Χριστὸν μετὰ ἔτη δέκα πρῶτος μετὰ τὸν ἅγιον Πέτρον τὸν ἀπόστολον τὴν χειροτονίαν τῆς ἐπισκοπῆς τῆς Ἀντιοχέων μεγάλης 247 πόλεως τῆς Συρίας ἔλαβεν Εὔοδος γενόμενος πατριάρχης. καὶ ἐπὶ αὐτοῦ χριστιανοὶ ὠνομάσθησαν τοῦ αὐτοῦ ἐπισκόπου Εὐόδου προσομιλήσαντος αὐτοῖς καὶ ἐπιθήσαντος αὐτοῖς τὸ ὄνομα τοῦτο. πρῴην γὰρ Ναζωραῖοι ἐκαλοῦντο καὶ Γαλιλαῖοι ἐκαλοῦντο οἱ χριστιανοί. Τῷ δὲ ὀγδόῳ ἔτει τῆς βασιλείας τοῦ αὐτοῦ Κλαυδίου Καίσαρος διωγμὸν μέγαν ἐποίησαν οἱ Ἰουδαῖοι κατὰ τῶν ἀποστόλων καὶ τῶν μαθητῶν αὐτῶν καὶ τυραννίδα κατὰ Ῥωμαίων ἐμελέτουν. ὅθεν πρῶτος ἐπέμφθη κατ' αὐτῶν χιλίαρχος ὀνόματι Φῆστος· καὶ ἐξ ἐκείνου ὄλεθρος αὐτοῖς ἐγένετο. καὶ ἄρχοντα γὰρ προεχειρίσατο αὐτοῖς ὁ αὐτὸς Κλαύδιος βασιλεὺς Φήλικα ὀνόματι, ταράσσοντα αὐτούς. Μετὰ δὲ ιηʹ ἔτη τοῦ ἀναληφθῆναι ἐν τοῖς οὐρανοῖς τὸν κύριον ἡμῶν καὶ θεὸν Ἰησοῦν Χριστόν, ἐν τῇ ἑορτῇ τῆς πεντηκοστῆς τῶν αὐτῶν Ἰουδαίων, οἱ ἱερεῖς ἐν τῇ αὐτῇ ἡμέρᾳ ἤκουσαν φωνῆς ἀνθρωπίνης λεγούσης ἀπὸ τοῦ ἐσωτέρου ἱεροῦ τοῦ λεγομένου ἅγιον τῶν ἁγίων, Μεθιστάμεθα ἐντεῦθεν. τὴν δὲ φωνὴν ταύτην τρίτον ῥηθεῖσαν ἤκουσαν, ὡς θυσιάζουσιν, οἱ αὐτοὶ ἱερεῖς, καὶ ἐγνώσθη τοῦτο παντὶ τῷ ἔθνει. καὶ ἐξ ἐκείνου ὄλεθρος ἤρξατο τοῖς Ἰουδαίοις, καθὼς Ἰώσηπος ὁ Ἑβραίων φιλόσοφος ταῦτασυνεγράψατο, εἰρηκὼς καὶ τοῦτο, ὅτι ἐξότε Ἰουδαῖοι ἐσταύρωσαν 248 Ἰησοῦν, ὃς ἦν ἄνθρωπος ἀγαθὸς καὶ δίκαιος, εἴπερ ἄρα τὸν τοιοῦτον ἄνθρωπον δεῖ λέγειν καὶ μὴ θεόν, οὐκ ἐξέλειψεν ὀδύνη ἐκ τῆς Ἰουδαίας χώρας. ταῦτα ἐν τοῖς Ἰουδαϊκοῖς συγγράμμασιν αὐτοῦ ἐξέθετο ὁ αὐτὸς Ἰώσηπος Ἰουδαίοις. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Κλαυδίου οἱ αὐτοὶ Ἀντιοχεῖς κτήτορες καὶ πολῖται ἀναφορὰν ἔπεμψαν, δεόμενοι ὥστε παρασχεθῆναι αὐτοῖς ἀπὸ θείας αὐτοῦ κελεύσεως ἀγορασθῆναι τὰ Ὀλύμπια ἀπὸ τῶν Πισαίων τῆς Ἑλλάδος χώρας ἀπὸ τῶν ἐτησίων προσόδων τῶν ἐαθέντων χρημάτων παρὰ Σωσιβίου τινὸς συγκλητικοῦ, συμπολίτου αὐτῶν. καὶ παρέσχεν αὐτοῖς ἀγοράσαι τὰ Ὀλύμπια ὁ αὐτὸς Κλαύδιος βασιλεύς, ἔτους χρηματίζοντος κατὰ τοὺς Ἀντιοχεῖς Σύρους ςβʹ. τοῦτο δὲ ἐποίησαν οἱ αὐτοὶ Ἀντιοχεῖς λυπηθέντες πρὸς τοὺς πολιτευομένους τῆς αὐτῆς πόλεως διὰ τὰς προσόδους τὰς προειρημένας, παρὰ Σωσιβίου ἐαθείσας τῇ πόλει αὐτῶν· περὶ οὗ Σωσιβίου ὁ σοφὸς χρονογράφος Παυσανίας ἐξέθετο ὅτι εἴασε τελευτῶν κατὰ διαθήκας τῇ τῶν Ἀντιοχέων μεγάλῃ πόλει Σωσίβιός τις ἐτησίαν πρόσοδον χρυσίου τάλαντα δεκαπέντε· ἅτινα ἐν τοῖς ἀνωτέρω χρόνοις τοῦ Αὐγούστου Ὀκταβιανοῦ προγέγραπται. τὰ δὲ τῆς προσόδου εἰάθη εἰς τὸ ἐπιτελεῖσθαι τοῖς αὐτοῖς συμπολίταις κατὰ πενταετῆ χρόνον πολύτροπον θέαν ἐπὶ ἡμέρας λʹ μηνὶ ὑπερβερεταίῳ τῷ καὶ ὀκτωβρίῳ σκηνικῶν, θυμελικῶν καὶ τραγικῶν καὶ ἀθλητῶν ἀγῶνα καὶ ἱπ 249 πικῶν καὶ μονομάχων. καὶ τὰς μὲν ἀρχὰς ἐπετέλεσαν οἱ αὐτοὶ πολιτευόμενοι, μετὰ δὲ ταῦτα ὑπερετίθεντο τὰς προσόδους ἀποκερδαίνοντες, ἀπὸ θείας κελεύσεως οἱ αὐτοὶ πολιτευόμενοι Ἀντιοχείας μετὰ καὶ τῶν κτητόρων ἠγόρασαν τὰ Ὀλύμπια ἀπὸ τῶν Πισαίων. καὶ ᾔτησαν οἱ αὐτοὶ