1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

109

μέσῳ στήσας μεγάλην πάνυ κίονα, ἔχουσαν στήλην Βαλεντινιανοῦ βασιλέως, ἀδελφοῦ αὐτοῦ· καὶ στήλην δὲ μαρμαρίνην ἐν τῷ Σηνάτῳ τῆς Κόγχης καὶ ἐν τῷ μέσῳ τῆς ἐν τῇ Κόγχῃ βασιλικῆς ἄλλην στήλην διὰ τιμίου λίθου ἀνέθηκε καθεζομένην τῷ αὐτῷ θειοτάτῳ βασιλεῖ Βαλεντινιανῷ. ἔκτισε δὲ καὶ τὰς δύο σφενδόνας τοῦ Κυνηγίου, εἰλήσας αὐτὰς καὶ πληρώσας βάθρων, ἐπειδὴ πρῴην μονομαχεῖον ἦν. ἔκτισε δὲ καὶ τὸ δημόσιον λουτρὸν πλησίον τοῦ Ἱππικοῦ. ἔκτισε δὲ καὶ ἄλλα πολλὰ θαυμαστὰ ἔργα ἐν τῇ αὐτῇ πόλει. Ὁ δὲ θειότατος βασιλεὺς Βαλεντινιανὸς πολλοὺς συγκλητικοὺς καὶ ἄρχοντας ἐπαρχιῶν ἐφόνευσεν, ὡς ἀδικοῦντας καὶ κλέπτοντας καὶ ἁρπάζοντας. τὸν δὲ πραιπόσιτον τοῦ παλατίου αὐ 340 τοῦ ὀνόματι Ῥοδανόν, ἄνδρα δυνατώτατον καὶ εὔπορον καὶ διοικοῦντα τὸ παλάτιον, ὡς πρῶτον ὄντα ἀρχιευνοῦχον καὶ ἐν μεγάλῃ τιμῇ ὄντα, ζῶντα ἔκαυσεν εἰς τὴν σφενδόνην τοῦ Ἱππικοῦ φρυγάνοις, ὡς θεωρεῖ τὸ ἱππικὸν ὁ αὐτὸς βασιλεὺς Βαλεντινιανός. ὁ γὰρ πραιπόσιτος αὐτοῦ Ῥοδανὸς ἥρπασεν οὐσίαν ἀπό τινος χήρας γυναικὸς καλουμένης Βερονίκης, πλέξας αὐτῇ, ὡς ἐν δυνάμει ὤν· καὶ προσῆλθεν ἐκείνη τῷ αὐτῷ Βαλεντινιανῷ βασιλεῖ. ἢ μόνον δὲ ἐβασίλευσε, κατ' αὐτοῦ ἔδωκεν αὐτοῖς δικαστὴν τὸν πατρίκιον Σαλούστιον· ὅστις κατέκρινε τὸν αὐτὸν πραιπόσιτον Ῥοδανόν. καὶ μαθὼν ὁ αὐτὸς βασιλεὺς τὸν ὅρον παρὰ τοῦ πατρικίου Σαλουστίου, ἐκέλευσε τῷ αὐτῷ πραιποσίτῳ ἀναδοῦναι τῇ χήρᾳ ἅπερ ἥρπασε παρ' αὐτῆς. καὶ οὐκ ἐπείσθη ὁ αὐτὸς Ῥοδανὸς καὶ ἀνέδωκεν αὐτῇ, ἀλλ' ἐξεκαλέσατο τὸν πατρίκιον Σαλούστιον. καὶ ἀγανακτήσας ὁ αὐτὸς βασιλεὺς ἐκέλευσε τῇ αὐτῇ γυναικὶ προσελθεῖν αὐτῷ, ὡς θεωρεῖ τὸ ἱππικόν· καὶ προσῆλθεν αὐτῷ ἡ γυνὴ τῷ πέμπτῳ βαΐῳ πρωίας. καὶ ὡς ἵσταται ἔγγιστα αὐτοῦ εἰς τὰ δεξιὰ ὁ αὐτὸς Ῥοδανὸς πραιπόσιτος, ἐκέλευσεν ὁ αὐτὸς βασιλεύς, καὶ κατεσχέθη ἀπὸ τοῦ καθίσματος ἐπὶ πάσης τῆς πόλεως, καὶ ἀπηνέχθη εἰς τὴν σφενδόνην τοῦ Ἱππικοῦ καὶ ἐκαύθη. καὶ ἐχαρίσατο τῇ αὐτῇ χήρᾳ γυναικὶ ὁ αὐτὸς βασιλεὺς Βαλεντινιανὸς πᾶσαν τὴν περιουσίαν τοῦ αὐτοῦ πραιποσίτου Ῥοδανοῦ· καὶ εὐφημίσθη ὑπὸ τοῦ δήμου παντὸς καὶ τῆς συγκλήτου, ὡς δίκαιος καὶ ἀπότομος· καὶ ἐγένετο φόβος πολὺς εἰς τοὺς κακοπράγμονας καὶ εἰς τοὺς ἁρπάζοντας τὰ ἀλλότρια, καὶ ἡ δικαιοσύνη ἐκράτει. 341 Ὁμοίως δὲ καὶ τὴν δέσποιναν Μαριανὴν τὴν ἑαυτοῦ γυναῖκα 341 ἀγοράσασαν προάστειον ἔχον πρόσοδον καὶ δοῦσαν παρ' ὃ ἦν τὸ προάστειον ἄξιον καὶ τιμηθεῖσαν ὡς Αὔγουσταν, ἀκούσας ἔπεμψε καὶ διετιμήσατο τὸ αὐτὸ προάστειον, ὁρκώσας τοὺς διατιμησαμένους· καὶ μαθὼν ὅτι πλείονος τιμῆς πολὺ ἄξιόν ἐστι τῆς ἀγορασίας, ἠγανάκτησε κατὰ τῆς βασιλίσσης καὶ ἐξώρισεν αὐτὴν τῆς πόλεως, ἀναδοὺς τῇ πωλησάσῃ γυναικὶ τὸ προάστειον. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀνηγόρευσε βασιλέα Γρατιανὸν τὸν υἱὸν αὐτοῦ· τὴν δὲ αὐτὴν δέσποιναν Μαριανὴν ἀνεκαλέσατο ὁ υἱὸς αὐτῆς Βαλεριανὸς μετὰ τὸ γενέσθαι αὐτὸν βασιλέα ἐν τῇ Ῥώμῃ παρὰ τοῦ αὐτοῦ πατρός. Ὁ δὲ θειότατος Βαλεντινιανὸς νόσῳ βληθεὶς μετὰ χρόνον ἐτελεύτα ἐν καστελλίῳ Βιργιτινών, ὢν ἐνιαυτῶν νεʹ. Μετὰ δὲ τὴν βασιλείαν Βαλεντινιανοῦ τοῦ μεγάλου τοῦ ἀποτόμου ἐποίησεν ὁ στρατὸς βασιλέα αὐθεντήσας τὴν σύγκλητον Εὐγένιον ὀνόματι· καὶ ἐβασίλευσεν ἡμέρας εἴκοσι δύο καὶ ἐσφάγη εὐθέως. 342 Καὶ ἐβασίλευσεν ὁ θειότατος Βάλης ὁ ἀδελφὸς Βαλεντινιανοῦ τοῦ ἀποτόμου, ὁ γενναῖος ἐν πολέμοις, ὑπὸ τῆς συγκλήτου Κωνσταντινουπόλεως ἀναγορευθείς, ἔτους τκςʹ κατὰ Ἀντιόχειαν. ὅτε γὰρ ἐτελεύτα Βαλεντινιανὸς ὁ αὐτοῦ ἀδελφός, οὐκ ἦν ἐν Κωνσταντινουπόλει ὁ Βάλης, ἀλλ' ἦν πέμψας αὐτὸν ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ πολεμῆσαι εἰς τὸ Σίρμιον πρὸς τοὺς Γότθους. οὕστινας νικήσας κατὰ κράτος ὑπέστρεψε· καὶ στεφθεὶς ἐβασίλευσεν ἔτη ιγʹ. ἦν δὲ τῷ δόγματι Ἐξακιονίτης, πολεμιστής, καὶ μεγαλόψυχος καὶ φιλοκτίστης. Ἢ μόνον δὲ