1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

153

τῷ χρόνῳ κατεπέμφθησαν δῶρα παρὰ τοῦ βασιλέως Ῥωμαίων τῷ βασιλεῖ Περσῶν· ὁμοίως δὲ καὶ ἡ Αὔγουστα κατέπεμψε τῇ βασιλίσσῃ Περσῶν, τῇ οὔσῃ αὐτοῦ ἀδελφῇ. καὶ καταλαβόντες Ῥουφῖνος καὶ Στρατήγιος τὴν Ἐδεσηνῶν πόλιν ἐμήνυσαν Κωάδῃ, βασιλεῖ Περσῶν. καὶ ἀνεβάλετο τοῦ δέξασθαι αὐτούς, ὅτι ἦν πέμψας κατὰ Ῥωμαίων λαθραίως. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ καὶ ἐμπρησμὸς ἐγένετο ἐν Ἀντιοχείᾳ· τινὸς γὰρ ὑφάψαντος κηροὺς ἐν τῷ θεάτρῳ, καὶ τοῦ κηροῦ στάξαντος ἐπάνω τῶν ξύλων, ὑφῆψαν τὰ ξύλα· καὶ συνδρομῆς γενομένης ἐσβέσθη. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ κατεπέμφθη εἰς τὰ ἀνατολικὰ ∆ημοσθένης, ἐπιφερόμενος καὶ χρήματα οὐκ ὀλίγα εἰς τὸ εὐτρεπίσαι κατὰ πόλιν ἀπόθετα σίτου ἕνεκεν τῆς μετὰ Περσῶν συμβολῆς· καὶ καταλαβόντος αὐτοῦ Ἀντιόχειαν ἐξῆλθεν ἐπὶ τὴν Ὀσδροηνήν. 468 Κατεπέμφθησαν δὲ σάκραι ἐν ταῖς πόλεσιν, ὥστε τοὺς μὴ κοινωνοῦντας ταῖς ἁγίαις ἐκκλησίαις ἐν ἐξορίαις καταπέμπεσθαι, ὡς προφασιζομένους τοῦ ὀνομάζεσθαι τὴν σύνοδον Χαλκηδόνος τῶν ἑξακοσίων τριάκοντα. καὶ γενομένης ταραχῆς ἐν Ἀντιοχείᾳ, ὥρμησαν οἱ δῆμοι ἐν τῷ ἐπισκοπείῳ λιθοβολοῦντες καὶ φωνὰς ὑβριστικὰς κατακράζοντες. καὶ ἐξελθόντες οἱ παραμένοντες ἐν τῷ πατριαρχείῳ ἅμα τῷ κόμητι τῆς ἀνατολῆς, βέλεσι καὶ λίθοις ἀντιστάντες πολλοὺς τῶν στασιαζόντων ἀνεῖλον. τὰ δὲ πραχθέντα ἀνηνέχθη τῷ βασιλεῖ καὶ ἐκέλευσε τιμωρηθῆναι πολλούς. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ καὶ μήνυσις κατεπέμφθη παρὰ Ἑρμογένους ἕνεκεν τῆς συμβολῆς τοῦ πολέμου Ῥωμαίων τε καὶ Περσῶν. στρατηγοὶ γὰρ Περσῶν καταδραμόντες μετὰ βοηθείας χιλιάδων ἕξ, ὡς ὀφείλοντες παραλαβεῖν Μαρτυρόπολιν· ἦσαν γὰρ σκηνώσαντες εἰς τὰ μέρη Ἀμίδης παρὰ τῷ λεγομένῳ Νυμφίῳ ποταμῷ. ἀντικαταστάντες δὲ Ῥωμαῖοι Πέρσαις οὐκ ἐδυνήθησαν τρέψαι αὐτούς. καὶ δευτέραν σύγκρουσιν συμβαλόντες, καὶ τρακτάτῳ φυγῆς χρησάμενοι Ῥωμαῖοι, ἐδόκουν φεύγειν. οἱ δὲ Πέρσαι καταδραμόντες, νομίσαντες αὐτοὺς διώκεσθαι, ἔλυσαν τὰ ἑαυτῶν τάγματα· στραφέντες δὲ Ῥωμαῖοι ἔκοψαν ἐκ τῶν Περσῶν χιλιάδας δύο, χειρὶ λαβόντες καί τινας ἐξάρχους αὐτῶν αἰχμαλώτους, ἀφειλάμενοι ἐξ αὐτῶν καὶ βάνδα. τῶν δὲ λοιπῶν ἐκφευγόντων ἐκπερᾶν τὸν Νυμφίον ποταμὸν ἐν τοῖς ῥεύμασι τοῦ ποταμοῦ ἀπώλοντο διωκόμενα· Ῥωμαῖοι δὲ ὑπέστρεψαν εἰς 469 Μαρτυρόπολιν. ὁ δὲ δοὺξ Ῥωμαίων σὺν τοῖς κτήτορσιν ἐξελθὼν ἐσκύλευσε τὰ λείψανα τῶν Περσῶν, τοὺς ἐξάρχους αὐτῶν ἐν φρουρᾷ ἀποθέμενοι. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ καὶ ∆ωρόθεος ὁ τῆς Ἀρμενίας στρατηλάτης ἔχων Ῥωμαϊκὴν χεῖρα πολεμικὴν ὥρμησε κατὰ Περσῶν· καὶ περιγενόμενος ἀπώλεσε Περσαρμενίους καὶ Πέρσας, πικρῶς αὐτοῖς χρησάμενος. παρέλαβε δὲ καὶ πολλὰ καστέλλια Περσικά· ἐν οἷς παρέλαβε καστέλλιον ὀχυρὸν κείμενον ἐπάνω ὄρους, μίαν ὁδὸν ἔχον μονοπατίου, ὅθεν κατιόντες οἱ ἐκεῖσε ὑδρεύοντο ἐκ τοῦ παραῤῥέοντος ποταμοῦ. οἱ δὲ πραγματευταὶ τῶν Περσῶν πάντα ὅσα ἐπεφέροντο ἐν τῇ πραγματείᾳ ἐκεῖσε ἀπετίθουν, ὡς ἀσφαλοῦς τοῦ τόπου ὄντος. καὶ μηνυθὲν τῷ αὐτῷ ∆ωροθέῳ, παρεφόσευσε τῷ κάστρῳ φυλάττων τὴν ἄνοδον αὐτοῦ· καὶ λιμώξαντες οἱ ἔνδοθεν Πέρσαι, ὅρκοις πεισθέντες προέδωκαν. καὶ καταπεμφθείσης μηνύσεως ὑπὸ ∆ωροθέου τῷ βασιλεῖ Ἰουστινιανῷ περὶ τῶν εὑρεθέντων ἐν τᾷ καστελλίῳ, ἐξέπεμψε Νάρσην κουβικουλάριον ἐπὶ τῷ παραλαβεῖν τὰ ἀποκείμενα ἐν τῷ καστελλίῳ. καὶ κατελθόντος Ναρσοῦ παρέδωκαν πάντα. Οἱ δὲ ἔξαρχοι Περσῶν ἀνήγαγον τὰ γενόμενα τῷ αὐτῶν βασιλεῖ· καὶ ἐκπεμφθέντος πλήθους στρατοῦ Περσικοῦ, ἦλθον πλη 470 σίον Μαρτυρουπόλεως· ἦν γὰρ λαβόντες ἀπόκρισιν ὑπὸ τοῦ αὐτῶν βασιλέως μὴ ὑποστρέψαι ἐν Περσίδι, ἕως οὗ τὸ αὐτὸ καστέλλιον ἀντιπαραλάβωσι. καὶ ἐπιστάντες τῷ τόπῳ, παρεκάθισαν πολεμοῦντες καὶ κατορύσσοντες κλίμακάς τε ποιοῦντες καὶ τῷ τείχει ἐπανορθοῦντες. ὕστερον δὲ