1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

116

Ἀντιοχεῖς καλοῦσι τὴν Ἀνατολίου, διότι Ἀνατόλιοςστρατηλάτης ἐπέστη τῷ κτίσματι, λαβὼν τὰ χρήματα ἀπὸ τοῦ βασιλέως, ὅτε ἐγένετο παρ' αὐτοῦ στρατηλάτης ἀνατολῆς· διὰ τοῦτο καὶ ὅτε ἐπλήρωσε τὸ αὐτὸ ἔργον τῆς βασιλικῆς, ἐπέγραψεν ἐν αὐτῇ διὰ χρυσέου μουσαρίου ταῦτα· Ἔργον Θεοδοσίου βασιλέως· ὥσπερ ἄξιον. ἐπάνω δὲ ἦσαν βασιλεῖς δύο Θεοδόσιος καὶ ὁ συγγενὴς αὐτοῦ Βαλεντινιανὸς ὁ ἐν Ῥώμῃ βασιλεύων. ὁ δὲ αὐτὸς Θεοδόσιος ἐχρύσωσε καὶ τῆς ∆αφνητικῆς πόρτας δύο θύρας τὰς χαλκᾶς καθ' ὁμοιότητα ἧς ἐχρύσωσε πόρτας ἐν Κωνσταντινουπόλει, ἥτις καλεῖται ἕως ἄρτι ἡ χρυσέα πόρτα· ὁμοίως δὲ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ καλεῖται ἕως τῆς νῦν ἡ χρυσέα πόρτα, χρυσωθεῖσα διὰ Νυμφιδιανοῦ ὑπατικοῦ. ἐν ᾧ χρόνῳ ἀπηγγέλθη ὁ θάνατος Βαλεντινιανοῦ βασιλέως Ῥώμης, σφαγέντος ὑπὸ Μαξίμου συγκλητικοῦ καὶ κρατήσαντος καὶ βασιλεύσαντος ἐν Ῥώμῃ. 361 Ὁ δὲ αὐτὸς Θεοδόσιος βασιλεὺς ἐποίησε κακῶς Ἀντιόχῳ τῷ πραιποσίτῳ καὶ πατρικίῳ, δυναμένῳ ἐν τῷ παλατίῳ καὶ κρατήσαντι τῶν πραγμάτων. ἦν γὰρ καὶ ἀναθρεψάμενος τὸν αὐτὸν Θεοδόσιον ἐν τῇ ζωῇ τοῦ αὐτοῦ πατρός, ὡς κουβικουλάριος καὶ διοικῶν ἀπὸ τοῦ αὐτοῦ πατρὸς Ἀρκαδίου τὴν πολιτείαν Ῥωμαίων. καὶ ἔμεινε μετὰ τὸ πληρῶσαι αὐτόν, ὡς πατρίκιος καταυθεντῶν τοῦ αὐτοῦ Θεοδοσίου. καὶ ἀγανακτήσας κατ' αὐτοῦ ἐδήμευσεν αὐτὸν καὶ κουρεύσας ἐποίησε παπᾶν τῆς μεγάλης ἐκκλησίας Κωνσταντινουπόλεως, ποιήσας διάταξιν μὴ εἰσέρχεσθαι εἰς ἀξίας συγκλητικῶν ἢ πατρικίων τοὺς εὐνούχους κουβικουλαρίους μετὰ τὸ πλήρωμα τῆς αὐτῶν στρατείας, τοῦτ' ἐστὶ τοὺς ἀπὸ πραιποσίτων παλατίου. καὶ ἐτελεύτα ὁ αὐτὸς Ἀντίοχος, ὢν πρεσβύτερος. Ὁ δὲ αὐτὸς βασιλεὺς προεβάλετο ἔπαρχον πραιτωρίων καὶ ἔπαρχον πόλεως τὸν πατρίκιον Κῦρον, τὸν φιλόσοφον, ἄνδρα σοφώτατον ἐν πᾶσι. καὶ ἦρξεν ἔχων τὰς δύο ἀρχὰς ἔτη τέσσαρα, προϊὼν εἰς τὴν καροῦχαν τοῦ ἐπάρχου τῆς πόλεως καὶ φροντίζων τῶν κτισμάτων καὶ ἀνανεώσας πᾶσαν Κωνσταντινούπολιν· ἦν γὰρ καθαριώτατος. περὶ οὗ ἔκραξαν οἱ Βυζάντιοι εἰς τὸ ἱππικὸν πᾶσαν τὴν ἡμέραν θεωροῦντος Θεοδοσίου ταῦτα. Κωνσταντῖνος ἔκτισε, Κῦρος ἀνενέωσεν· αὐτὸν ἐπὶ τόπον, Αὔγουστε. Κῦρος δὲ ἐκπλαγεὶς ἀπεφθέγξατο, Οὐκ ἀρέσκει μοι τύχη πολλὰ 362 γελῶσα. καὶ ἐχόλησεν ὁ βασιλεύς, ὅτι ἔκραξαν περὶ Κύρου καὶ μετὰ Κωνσταντίνου αὐτὸν ἔκραξαν, ὡς ἀνανεώσαντα τὴν πόλιν· καὶ κατεσκευάσθη λοιπὸν καὶ ἐπλάκη ὡς Ἕλλην ὁ αὐτὸς Κῦρος, καὶ ἐδημεύθη παυθεὶς τῆς ἀρχῆς. καὶ προσφυγὼν ἐγένετο καὶ αὐτὸς παπᾶς, καὶ ἐπέμφθη εἰς τὴν Φρυγίαν, ἐπίσκοπος γενάμενος εἰς τὸ λεγόμενον Κοτυάειον. ἦσαν γὰρ οἱ αὐτοὶ Κοτυαεῖς πολῖται φονεύσαντες ἐπισκόπους τέσσαρας· τὸ δὲ Κοτυάειον πόλις ἐστὶ τῆς Φρυγίας ἐπαρχίας Σαλουταρίας. καὶ κατέλαβε τὴν Κοτυαέων πόλιν ἐπίσκοπος ὢν ὁ αὐτὸς Κῦρος πρὸ τῶν ἁγίων γενεθλίων. γνόντες δὲ οἱ τῆς πόλεως κληρικοὶ καὶ πολῖται ὅτι ὡς Ἕλληνα ἔπεμψεν αὐτὸν ὁ βασιλεύς, ἵνα ἀποθάνῃ, ἐν τοῖς ἁγίοις γενεθλίοις ἐξαίφνης οὖν ἐν τῇ ἐκκλησίᾳ ἔκραξαν αὐτῷ προσομιλῆσαι. καὶ ἀναγκασθεὶς ἀνῆλθεν ὁμιλῆσαι· καὶ μετὰ τοῦ δοῦναι εἰρήνην προσωμίλησεν οὕτως. Ἀδελφοί, ἡ γέννησις τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ σιωπῇ τιμάσθω, ὅτι ἀκοῇ μόνῃ συνελήφθη ἐν τῇ ἁγίᾳ παρθένῳ λόγῳ. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. καὶ εὐφημηθεὶς κατῆλθε, καὶ ἔμεινεν ἐκεῖ ἕως θανάτου. καὶ προηγάγετο ἔπαρχον Ἀντίοχον τὸν Χούζωνα, τὸν ἔγγονον Ἀντιόχου τοῦ Χούζωνος τοῦ μεγάλου, ὃς παρέσχεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ προσθήκην χρημάτων εἰς τὸ ἱππικὸν καὶ τὰ Ὀλύμπια καὶ τὸν Μαϊουμᾶν. καὶ μετ' αὐτὸν 363 προήχθη ἔπαρχος Ῥουφῖνος ὁ συγγενὴς τοῦ αὐτοῦ βασιλέως· καὶ ἐφονεύθη, ὡς μελετήσας τυραννίδα. Ὁ δὲ αὐτὸς βασιλεὺς Θεοδόσιος ἐφίλει ἔρωτι Χρυσάφιον τὸν κουβικουλάριον, τὸν λεγόμενον Ζτομμᾶν, ὡς πάνυ