1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

89

αὐγουστάλιον ∆είναρχον· καὶ μετὰ τὴν ἐκδίκησιν καὶ τὴν νίκην ἔκτισεν ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ κατελθὼν τὴν Ἡλιακὴν πύλην καὶ τὴν Σεληνιακὴν καὶ τὸν δρόμον. Ἐλθὼν δὲ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἐποίησε τὴν πλάκωσιν τῆς πλατείας τῶν μεγάλων ἐμβόλων τῶν ὑπὸ Τιβερίου κτισθέν 281 των, καὶ πάσης δὲ τῆς πόλεως, στρώσας τὴν διὰ μυλίτου λίθου, ἐκ τῶν ἰδίων ἀγαθῶν λίθους ἀπὸ Θηβαΐδος καὶ τὰ δὲ λοιπὰ ἀναλώματα ἐκ τῶν ἰδίων φιλοτιμησάμενος, καθὼς καὶ ἐν λιθίνῃ πλακὶ γράψας ταύτην τὴν φιλοτιμίαν ἔστησεν αὐτὴν ἐν τῇ πύλῃ τῇ λεγομένῃ τῶν Χερουβίμ· ἐκεῖθεν γὰρ ἤρξατο. ἥτις στήλη ἐστὶν ἕως τῆς νῦν ἐκεῖ, ὡς μεγάλης οὔσης τῆς φιλοτιμίας. Ἔκτισε δὲ καὶ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης λουτρόν, καὶ ἐν Νικομηδείᾳ τῆς Βιθυνίας καὶ ἐν Ἐφέσῳ τῆς Ἀσίας· ἅπερ δημόσια λουτρὰ εἰς τὸ ἴδιον ἐπεκάλεσεν ὄνομα. Καὶ ἀνελθὼν ἐπὶ Ῥώμην ἔκτισεν ἐν τῇ Ῥώμῃ ἀγωγὸν μέγαν· καὶ ἔκαυσε τοὺς χάρτας τοῦ ταμιείου, ἐφ' οἷς ἡ σύγκλητος ἐγγράφως ὡμολόγησεν ἐπὶ τοῦ Καίσαρος Ἰουλίου Γαΐου, παρ' αὐτοῦ κελευσθέντες, μὴ ἐξεῖναι συγκλητικὸν διαθήκην ποιεῖν εἰς τοὺς ἰδίους, εἰ μὴ τὸ ἥμισυ μέρος τῆς αὐτοῦ περιουσίας διατίθεται εἰς τὸν κατὰ καιρὸν βασιλέα, εἰρηκὼς ὁ αὐτὸς εὐσεβέστατος Ἀντωνῖνος διὰ θείου αὐτοῦ τύπου ἕκαστον ἀπολαύειν τῶν ἰδίων καὶ βουλεύεσθαι ὡς θέλει. Ὁ δὲ αὐτὸς Ἀντωνῖνος, ὡς ἐστὶν ἐν Λωρίῳ, νοσήσας ἡμέρας ὀλίγας ἀπέθανεν, ὢν ἐνιαυτῶν οζʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἀντωνίνου ἐβασίλευσε Μάρκος Ἀντωνῖνος ὁ φιλόσοφος, ὁ υἱὸς αὐτοῦ, ἔτη ιηʹ καὶ μῆνας θʹ. ἦν δὲ κονδοειδής, λεπτός, λευκός, μιξοπόλιος, κονδόθριξ, εὐόφθαλμος, εὐπώγων, λεπτοχαράκτηρος, μακρόρινος. ὁ δὲ αὐ 282 τὸς Μάρκος βασιλεὺς ἐξεφώνησε τὸν δικαιότατον νόμον, ὥστε καὶ ἐξ ἀδιαθέτου κληρονομεῖν τὸν πατέρα τὰ τέκνα καὶ τῷ ἀχαριστουμένῳ παιδὶ τὸ τέταρτον μέρος δίδοσθαι τῆς πατρικῆς περιουσίας. Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ ὑπέταξε τὸ ἔθνος τῶν Γερμανῶν. ὡσαύτως δὲ ἐπὶ τῶν χρόνων τῆς βασιλείας αὐτοῦ τὰ κατὰ Ἰουλιανὸν τὸν Χαλδαῖον τὸν μέγαν ἐθαυμάζετο. Ὁ δὲ αὐτὸς βασιλεὺς Μάρκος ἔκτισεν, ἤτοι ἀνενέωσεν, ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ τὸ δημόσιον τὸ λεγόμενον Κεντηνάριον· ἦν γὰρ ἐν τῷ χρόνῳ Τραϊανοῦ πεσὸν ἐν τῇ θεομηνίᾳ. ἔκτισε δὲ καὶ τὸ Μουσεῖον καὶ τὸ Νυμφαῖον αὐτοῦ τὸ λεγόμενον Ὠκεανόν. ὁ δὲ αὐτὸς Μάρκος Ἀντωνῖνος βασιλεὺς ἔχαιρε τῷ Πρασίνῳ μέρει. Ἀπελθὼν δὲ ἐν τῇ Παννονίᾳ χώρᾳ νόσῳ τελευτᾷ. Μετὰ δὲ τὴν βασιλείαν Μάρκου Ἀντωνίνου ἐβασίλευσεν Ἀντωνῖνος Βῆρος, υἱὸς αὐτοῦ, ἔτη ηʹ. ἦν δὲ εὐμήκης, παχύς, στρεβλόρινος, εὐόφθαλμος, μελάγχρους, οὐλόθριξ, κονδόθριξ, γενηίτης, καταγύναιος πολύ. ὅστις πολεμήσας κατὰ ἑνὸς ἔθνους Οὕννων καὶ νικήσας αὐτοὺς πολλὰ ἄλλα ἔθνη δίχα πολέμου ὑπέταξεν· ἦν γὰρ καὶ φιλότιμος. ὅστις ἐσφάγη ἐν Προκονήσῳ, ὢν ἐνιαυτῶν λθʹ. ΛΟΓΟΣ ΙΒʹ ΧΡΟΝΩΝ ΚΟΜΜΟ∆ΟΥ ΒΑΣΙΛΕΩΣ ΚΑΙ ΠΑΡΟΧΗΣ ΟΛΥΜΠΙΩΝ. Μετὰ δὲ τὴν βασιλείαν Ἀντωνίνου Βήρου ἐβασίλευσε Κόμμοδος ὁ Αὔγουστος ἔτη κβʹ καὶ μῆνας ηʹ. ἦν δὲ τὴν ἡλικίαν διμοιριαῖος, λευκός, ὑπόγλαυκος, πλάτοψις, σιμός, εὔστηθος, ἀρχιγένειος, φιλοκτίστης, ἱερός. ὅστις ἔκτισεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ δημόσιον λουτρόν, ὅπερ ἐκάλεσε Κομμόδιον. καὶ τὸ ἱερὸν δὲ τῆς Ἀθήνης τὸ κατέναντι αὐτοῦ ἀνενέωσε καὶ εἰς τὸ μέσον αὐτῶν ἐποίησε τὸ λεγόμενον Ξυστόν, κτίσας βάθρα καὶ τοὺς ἐμβόλους. καὶ εἰς τὴν ἀρχὴν δὲ τὴν κάτω τοῦ Ξυστοῦ ἔκτισεν ἱερὸν τῷ Ὀλυμπίῳ ∆ιί. 284 Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας οἱ Ἀντιοχεῖς κτήτορες καὶ πολῖται μήνυσιν