1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

111

ἐποίησε καρουχαρεῖον τοῦ ἐπάρχου τῶν πραιτωρίων, κτίσας πέριξ ὁσπήτια καὶ κελεύσας δωρεὰν μένειν ἐν αὐτοῖς τὰς πάνυ πενιχρὰς πόρνας. ἐποίησε δὲ ὁ αὐτὸς Θεοδόσιος καὶ τὴν λεγομένην πρῴην κώμην Ῥοφαεινᾶν πόλιν· ἥτις μετεκλήθη Θεοδοσιούπολις, λαβοῦσα ἔκτοτε ἡ αὐτὴ 346 κώμη καὶ δίκαιον πόλεως ἕως τῆς νῦν, ἐπὶ τῆς ὑπατείας Μηροβαύδου καὶ Σατουρνίνου. Ὁ δὲ αὐτὸς Θεοδόσιος ἐπὶ τῆς ἑαυτοῦ βασιλείας ἐποίησε τὴν σύνοδον τῶν ρνʹ ἐπισκόπων τῶν ἐν Κωνσταντινουπόλει ἕνεκεν τοῦ ὁμοουσίου τοῦ ἁγίου πνεύματος. ὡσαύτως δὲ ὁ αὐτὸς Θεοδόσιος βασιλεὺς προήγαγε τὸν ἔπαρχον πραιτωρίων Ἀντίοχον τὸν ἐπίκλην Χούζωνα τὸν μέγαν, καταγόμενον ἀπὸ Ἀντιοχείας τῆς μεγάλης. ἢ μόνον δὲ προήχθη ἔπαρχος, ἀνήγαγε τῷ αὐτῷ Θεοδοσίῳ βασιλεῖ ὅτι ἐπλατύνθη καὶ ηὐξήθη ἡ αὐτὴ μεγάλη πόλις Ἀντιόχεια τῆς Συρίας καὶ ἔχει πολλὰ οἰκήματα ἔξω τειχέων ἐπὶ μίλιον ἕνα. καὶ ἐκέλευσεν ὁ αὐτὸς βασιλεὺς Θεοδόσιος περιτειχισθῆναι καὶ τὰ ἔξω τῆς πόλεως ὄντα οἰκήματα· καὶ ἐγένετο τεῖχος ἀπὸ τῆς πόρτας τοῦ λεγομένου φίλον αὐτοῦ ἕως τοῦ λεγομένου Ῥοδίωνος· καὶ περιέλαβε τὸ ὄρος τὸ νέον τεῖχος ἕως τοῦ παλαιοῦ τείχους τοῦ κτισθέντος ὑπὸ Τιβερίου Καίσαρος, καὶ προσεκόλλησε τὸ νέον τεῖχος ἕως τοῦ ῥύακος τοῦ λεγομένου Φυρμίνου τοῦ κατερχομένου ἐκ τῆς διασφαγῆς τοῦ ὄρους, ἐνεγκὼν τοὺς λίθους ἐκ τοῦ μονομαχείου τοῦ παλαιοῦ τοῦ ὄντος εἰς τὴν ἀκρόπολιν ἄνω, λύσας καὶ τὸν ἀγωγὸν τὸν ἐρχόμενον εἰς τὴν αὐτὴν ἀκρόπολιν ἀπὸ τῶν λεγομένων ὑδάτων ἐκ τῆς Λαοδικηνῆς ὁδοῦ· ὅντινα ἀγωγὸν ἐποίησεν Ἰούλιος ὁ Καῖσαρ, κτίσας τὸ δημόσιον 347 ἄνω εἰς τὸ ὄρος τοῖς λεγομένοις ἀκροπολίταις τοῖς ἀπομείνασι καὶ οἰκήσασιν ἄνω μεθ' οὓς κατήγαγε Σέλευκος ὁ Μακεδὼν ὁ Νικάτωρ ἐν τῇ πόλει τῇ κτισθείσῃ ὑπ' αὐτοῦ ἐν τῷ λεγομένῳ αὐλῶνι· οὕστινας καὶ παρεκάλεσεν οἰκεῖν ἅμα αὐτῷ τὴν κάτω πόλιν Ἀντιόχειαν τὴν μεγάλην. ἐν ἐκείνῳ δὲ τῷ καιρῷ ἔλαβε τεῖχος καὶ Γίνδαρος καὶ τὸ Λύταργον καὶ ἄλλαι πολλαὶ κωμοπόλεις τῆς Συρίας. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας οἱ Τζάννοι περάσαντες ἦλθον εἰς τὴν Καππαδοκίαν καὶ Κιλικίαν καὶ Συρίαν· καὶ ἐπραίδευσαν καὶ ἀπῆλθον. Ὁ δὲ αὐτὸς βασιλεὺς Θεοδόσιος ἐμέρισε τὴν νέαν Ἤπειρον ἀπὸ τῆς παλαιᾶς καὶ ἐποίησεν ἐπαρχίαν, δοὺς δίκαιον μητροπόλεως καὶ ἄρχοντα ∆οῤῥαχίῳ πόλει· ὁμοίως δὲ καὶ δευτέραν Παλαιστίνην ἐμέρισεν ἀπὸ τῆς πρώτης καὶ ἐποίησεν ἄρχοντα, δοὺς δίκαιον μητροπόλεως καὶ ἄρχοντα τῇ λεγομένῃ Σκυθῶν πόλει. Ὁ δὲ αὐτὸς Θεοδόσιος βασιλεὺς ἀπὸ Κωνσταντινουπόλεως ἐξελθὼν ἐπὶ Ῥώμην εἰσῆλθεν ἐν Θεσσαλονίκῃ πόλει· καὶ τοῦ ὄντος μετ' αὐτοῦ στρατιωτικοῦ πλήθους διὰ μιτᾶτα ταράξαντος τὴν πόλιν, ἐστασίασαν καὶ ὕβρισαν τὸν βασιλέα οἱ Θεσσαλονικεῖς. καὶ θεωρήσας ἱππικὸν ἐν τῇ αὐτῇ πόλει γέμοντος τοῦ Ἱππικοῦ ἐκέλευσε τοξευθῆναι· καὶ ἀπώλετο πλῆθος χιλιάδων δεκαπέντε. καὶ διὰ τοῦτο ἀγανακτήσας κατ' αὐτοῦ Ἀμβρόσιος ὁ ἐπίσκοπος ἐποίησεν αὐτὸν ὑπὸ κώλυμα· καὶ ἔμεινεν ἐπὶ πολλὰς ἡμέρας μὴ 348 εἰσερχόμενος εἰς τὴν ἐκκλησίαν, ἕως οὗ παρακληθεὶς ὁ ἐπίσκοπος εἰς τὰ ἅγια γενέθλια ἐδέξατο αὐτόν. οὐκ ἄλλως δὲ ἐδέξατο αὐτόν, ἕως οὗ ἐποίησε σάκραν, ἵνα οἱασδήποτε ἀγανακτήσεως παρὰ βασιλέως γινομένης ἔνδοσιν δίδοσθαι ἀπὸ τῶν ἐπιτρεπομένων τριάκοντα ἡμερῶν καὶ εἶθ' οὕτως γενέσθαι τὸ προσταχθέν. Ὁ δὲ αὐτὸς βασιλεὺς καὶ τὴν δευτέραν Γαλατίαν ἀπὸ τῆς πρώτης μερίσας ἐποίησεν ἐπαρχίαν, δοὺς δίκαιον πόλεως καὶ ἄρχοντα Πισινοῦντι τῇ πόλει. Ὁ δὲ αὐτὸς Θεοδόσιος βασιλεὺς ποιήσας πρόκενσον ἀπιὼν ἐπὶ πόλεμον, ἐν Μιζουλάνῳ ἠῤῥώστησε, καὶ τελευτᾷ ἐκεῖ ἐν Μιζουλάνῳ, ὢν ἐνιαυτῶν ξεʹ· καὶ ἠνέχθη τὸ λείψανον αὐτοῦ ἐν Κωνσταντινουπόλει. ὅτε δὲ ἔμελλε τελευτᾶν Θεοδόσιος, μαθὼν ὅτι εἰς Ῥώμην ἦλθεν ὁ Ἀρκάδιος πρὸς Ὁνώριον τὸν αὐτοῦ ἀδελφὸνἀῤῥωστήσαντα, ἔγραψεν αὐτῷ ὑποστρέψαι εἰς Κωνσταντινούπολιν διὰ τὴν ἀνατολήν. καὶ διατρίψαντος