1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

63

Οὐδεὶς δὲ κτίζων πόλιν εἰς ὄνομα τεθνηκότος αὐτὴν καλεῖ· ἔστι γὰρ λῆρος· ἀλλ' εἰς ὄνομα ζῶντος καὶ ἑστῶτος καλεῖ. ἥντινα πόλιν εἰς ὄνομα Ἀντιόχου τοῦ ἰδίου αὐτοῦ υἱοῦ, ὡς προείρηται, ἐκάλεσε. πολλὰ δὲ καὶ ἄλλα ὁ αὐτὸς σοφώτατος Παυσανίας ποιητικῶς συνεγράψατο. Ὁ δὲ αὐτὸς Σέλευκος καὶ εἰς τὴν Ἡρακλεῖδα τήν ποτε πόλιν, νυνὶ δὲ λεγομένην ∆άφνην, ἐφύτευσε τὰς κυπαρίσσους πλησίον τοῦ ἱεροῦ τοῦ Ἀπόλλωνος, μετὰ τὰς φυτευθείσας κυπαρίσσους ὑπὸ τοῦ Ἡρακλέος τοῦ τελεστοῦ, τοῦ κτίσαντος τὴν ∆άφνην εἰς ὄνομα ἑαυτοῦ καὶ καλέσαντος αὐτὴν Ἡρακλεῖδα πόλιν. αὕτη δὲ ἔξω τοῦ ἄλσους ἦν κεκτισμένη ἐπὶ τὸν ναὸν τῆς Ἀθήνης· τὸ γὰρ τοῦ Ἀπόλλωνος ἱερὸν ∆αφναῖον ἐλέγετο, μέσον ὄντα τοῦ ἄλσους. ὅστις Ἡρακλῆς καὶ τὴν τῆς πάλης ἐξέθετο τέχνην πρῶτος. Καὶ λοιπὸν ἐτελεύτησεν ὁ αὐτὸς Σέλευκος ἐν τῇ Ἑλλησπόντῳ ὢν ἐνιαυτῶν οβʹ, καὶ ἐτάφη ἐν Σελευκείᾳ τῆς Συρίας. Μετὰ δὲ τὴν βασιλείαν Σελεύκου ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Ἀντίοχος ὁ ἐπικληθεὶς Σωτὴρ ἔτη εἴκοσι· ὅστις Ἀντίοχος ἐφίλησε τὴν ἰδίαν μητρυιὰν Στρατονίκην τὴν θυγατέρα ∆ημητρίου, καὶ 205 ἔλαβεν αὐτὴν γυναῖκα· ἀφ' ἧς εἶχεν υἱοὺς δύο, Σέλευκον, ὅστις μικρὸς ἐτελεύτησε, καὶ Ἀντίοχον τὸν ἐπικληθέντα Θεοειδῆ. καὶ ἐτελεύτησεν Ἀντίοχος ὁ Σελεύκου καὶ ἐβασίλευσε μετ' αὐτὸν Ἀντίοχος ὁ Θεοειδὴς ἔτη ιεʹ. καὶ μετ' αὐτὸν ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ ὁ ἐκ Βερνίκης Σέλευκος ὁ Καλλίνικος ἔτη κδʹ, καὶ Ἀλέξανδρος ὁ Νικάτωρ ἔτη λςʹ, καὶ Σέλευκος ὁ Φιλοπάτωρ ἔτη δέκα, καὶ Ἀντίοχος ὁ Ἐπιφανὴς ἔτη ιβʹ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας λοιμοῦ γενομένου καὶ πολλῶν διαφθαρέντων τῆς πόλεως, Λήιός τις τελεστὴς ἐκέλευσε πέτραν ἐκ τοῦ ὄρους τοῦ ὑπεράνω τῆς πόλεως γλυφῆναι ἔχουσαν προσωπεῖον μέγα πάνυ, ἐστεμμένον, προσέχοντα ἐπὶ τὴν πόλιν καὶ τὸν αὐλῶνα· καὶ γράψας ἐν αὐτῷ τινα ἔπαυσε τὴν λοιμικὴν θνῆσιν· ὅπερ προσωπεῖον καλοῦσιν ἕως τοῦ νῦν οἱ Ἀντιοχεῖς Χαρώνιον. ὁ δὲ αὐτὸς βασιλεὺς Ἀντίοχος ὁ λεγόμενος Ἐπιφανὴς ἔκτισε πρῶτον ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἔξω τῆς πόλεως τὸ λεγόμενον βουλευτήριον εἰς τὸ ἐκεῖσε συνάγεσθαι πάντας τοὺς συγκλητικοὺς αὐτοῦ μετὰ τῶν πολιτευομένων καὶ τῆς πόλεως πάντων τῶν κτητόρων καὶ βουλεύεσθαι τί δεῖ γίνεσθαι περὶ τῶν ἀνακυπτόντων καὶ τότε ἀναφέρειν ἐπὶ αὐτὸν τὰ συμφέροντα. ἔκτισε δὲ καὶ ἄλλα τινὰ ἔξω τῆς πόλεως, καλέσας τὰ αὐτὰ μέρη εἰς τὸ ἐπώνυμον αὐτοῦ Ἐπιφανίαν πόλιν, μὴ κτίσας αὐτῇ τεῖχος, ἀλλ' οὕτως ἦν ἡ οἴκησις αὐτῆς ἐπὶ τὸ ὄρος. Ὁ δὲ αὐτὸς Ἀντίοχος ὁ Ἐπιφανὴς ἠγανάκτησε κατὰ Πτολε 206 μαίου, βασιλέως Αἰγύπτου, διότι τέλη ἀπῄτησε τοὺς ἐκ τῆς ὑπ' αὐτὸν ὄντας χώρας Ἰουδαίους. τῶν γὰρ αὐτῶν Ἰουδαίων ἐκ τῆς Παλαιστίνης ἐλθόντων ἐν Ἀντιοχείᾳ καὶ αἰτησάντων τὸν αὐτὸν Ἀντίοχον γράψαι Πτολεμαίῳ τῷ τῆς Αἰγύπτου τοπάρχῃ καὶ βασιλεῖ μὴ ἀπαιτεῖν αὐτοὺς τέλος μετακομίζοντας σῖτον εἰς ἀποτροφὰς αὑτῶν, μεγάλου λιμοῦ τότε γενομένου ἐν τῇ Παλαιστίνῃ· ἀπὸ γὰρ τῆς Αἰγυπτιακῆς χώρας μετεκόμιζον σῖτον οἱ Ἰουδαῖοι. ὅστις Πτολεμαῖος δεξάμενος τὰ γράμματα Ἀντιόχου πλέον αὐτοὺς ἐκέλευσεν ἀπαιτεῖσθαι. καὶ λοιπὸν Ἀντίοχος ὁ Ἐπιφανὴς ἐπεστράτευσε κατὰ Πτολεμαίου, διότι οὐκ ἐπείσθη τοῖς γράμμασιν αὐτοῦ· καὶ συμβολῆς γενομένης μεταξὺ αὐτῶν ἔπεσε πλῆθος τοῦ αὐτοῦ Ἀντιόχου πολύ, καὶ φυγὼν ἀπῆλθεν ἐπὶ τὸ λίμιτον. τοῦτο δὲ γνόντες οἱ τῆς Ἱερουσαλὴμ Ἰουδαῖοι, ἐξάψεις ἐποίησαν πρὸς χάριν τοῦ Πτολεμαίου, νομίσαντες τεθνάναι τὸν Ἀντίοχον, ἑαυτοὺς παρατιθέμενοι. ὁ δὲ Ἀντίοχος ὁ Ἐπιφανὴς συνάξας πλῆθος, ἐπέῤῥιψε τῷ Πτολεμαίῳ καὶ ἐφόνευσεν αὐτὸν κόψας καὶ τὰ πλήθη αὐτοῦ. καὶ γνοὺς περὶ τῶν Ἰουδαίων τῆς Ἱερουσαλὴμ τὸ τί πέπραχαν κατ' αὐτοῦ, ὡς συγχαρέντες τῇ αὐτοῦ ἥττῃ, ὡπλίσατο κατὰ τῆς Ἱερουσαλήμ· καὶ πολιορκήσας αὐτὴν ἐπολέμησε καὶ παρέλαβεν αὐτὴν καὶ κατέσφαξε πάντας· τὸν δὲ Ἐλεάζαρ τὸν ἀρχιερέα τῶν Ἰουδαίων καὶ τοὺς