1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

95

καὶ ἐκούφισε τὰς συντελείας ἐπὶ ἔτη δʹ. ἔκτισε δὲ καὶ ἱερὸν ἐν Ἐμίσῃ μέγα. καὶ συμβαλὼν πόλεμον πρὸς τοὺς Πέρσας, καὶ πολλῶν πεσόντων ἐξ ἀμφοτέρων τῶν μερῶν, ἐποίησεν εἰρήνης πάκτα. κἀκεῖθεν ὑποστρέψας ἀπῆλθεν εἰς τὴν Ἀραβίαν, καὶ συνέβαλε πόλεμον τῷ Ἐνάθῳ, βασιλεῖ Σαρακηνῶν βαρβάρων, καὶ ἐφόνευσεν αὐτόν, καὶ παρέλαβε τὴν Ἀραβίαν· καὶ ὑπέστρεψεν ἐν Ῥώμῃ, καὶ νόσῳ βληθεὶς τελευτᾷ, ὢν ἐνιαυτῶν νʹ. Μετὰ δὲ τὴν βασιλείαν Γαλλιενοῦ τοῦ καὶ Λικινιανοῦ ἐβασίλευσε Κλαύδιος Ἀπολλιανὸς ἔτη θʹ. ἦν δὲ διμοιριαῖος, λευκός, προκοίλιος, ἁπλόθριξ, πλάτοψις, ὑπόσιμος, ὑπόγλαυκος, ὑπόξανθος, στρεβλόστομος, μικρὸν ὑπότραυλος, μεγαλόψυχος ἔχαιρε δὲ τῷ Πρασίνῳ μέρει. Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ ἔπαθε Νικομήδεια, μητρόπολις 299 τῆς Βιθυνίας τὸ τέταρτον αὐτῆς πάθος ἀπὸ θεομηνίας ἕως ποταμῶν καὶ ∆ακιβίζης. καὶ ἐφιλοτιμήσατο τοῖς ζήσασι πολλὰ καὶ τῇ πόλει. Ἐν αὐτῷ χρόνῳ Ζηνοβία ἡ Σαρακηνή, ἡ Ἐνάθου γυνή, ἐκδικοῦσα τὸν θάνατον τοῦ ἰδίου αὐτῆς ἀνδρός, λαβοῦσα τοὺς συγγενεῖς αὐτοῦ, παρέλαβε τὴν Ἀραβίαν, κατεχομένην τότε ὑπὸ Ῥωμαίων, φονεύσασα καὶ τὸν δοῦκα Ῥωμαίων Τρασσὸν καὶ πᾶσαν τὴν σὺν αὐτῷ βοήθειαν ἐπὶ τῆς αὐτοῦ Ἀπουλλιανοῦ τοῦ καὶ Κλαυδίου βασιλείας. ὁ δὲ αὐτὸς βασιλεὺς Κλαύδιος ἐν τῷ Σιρμίῳ ἦν πολεμῶν, κἀκεῖσε τελευτᾷ, ὢν ἐτῶν νςʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἀπολλιανοῦ Κλαυδίου ἐβασίλευσε Κυντιλλιανὸς ἡμέρας ιζʹ. ἦν δὲ διμοιριαῖος, λεπτός, μάκροψις, μακρόρινος, μελάγχροος, ἁπλόθριξ, εὐόφθαλμος, μιξοπόλιος τὴν κάραν καὶ τὸ γένειον. καὶ τελευτᾷ ἐν τῷ παλατίῳ, ἠῤῥώστει γάρ, ὅτε ἀνηγορεύθη βασιλεὺς δεινῇ ἀνάγκῃ, ὢν ἐνιαυτῶν μαʹ. Μετὰ δὲ τὴν βασιλείαν Κυντιλλιανοῦ ἐβασίλευσεν ὁ θειότατος Αὐρηλιανὸς ὁ πολεμικὸς ἔτη ςʹ. ἦν δὲ μακρός, λεπτός, ὑποφάλακρος, μικρόφθαλμος, ὁλοπόλιος, μεγαλόψυχος, εὔσκυλτος· ἐφόρει δὲ διάδημα ἔχον ἀστέρα. ἢ μόνον δὲ ἐβασίλευσεν, ἤρξατο τὰ τείχη Ῥώμης κτίζειν γενναῖα· ἦν γὰρ τῷ χρόνῳ φθαρέντα. αὐτὸς δὲ ἐφέστηκε τῷ ἔργῳ, καὶ ἠνάγκαζε τὰ συνέργεια Ῥώμης ὑπουργεῖν τῷ κτίσματι, καὶ πληρώσας τὰ τείχη ἐν ὀλίγῳ 300 πάνυ χρόνῳ, ἐποίησε θείαν αὐτοῦ κέλευσιν ἵνα ἐξ ἐκείνου τοῦ χρόνου οἱ τῆς πόλεως πάσης ἐργαστηριακοὶ Αὐρηλιανοὶ χρηματίζουσι, τοῦ βασιλικοῦ ὀνόματος λαβόντες τὴν ἀξίαν ὑπὲρ τιμῆς καὶ κόπων. ὁ δὲ αὐτὸς Αὐρηλιανὸς δεξάμενος μήνυσιν, ἐπεστράτευσε κατὰ Ζηνοβίας, βασιλίσσης Σαρακηνῶν, εἰς τὴν ἀνατολὴν ἀπελθών. ἐμηνύθη γὰρ περὶ αὐτῆς ὅτι ἐπραίδευσε καὶ ἔκαυσε τὰ ἀνατολικὰ μέρη ἕως τῶν ὁρίων Ἀντιοχείας τῆς μεγάλης, πλησίον τοῦ Ὀρόντου ποταμοῦ κατασκηνώσασα. ἢ μόνον δὲ κατέφθασεν ὁ αὐτὸς βασιλεὺς Αὐρηλιανὸς Ἀντιόχειαν, εὐθέως ὥρμησεν, ὡς ἔχει, κατ' αὐτῆς ἐξελθών· καὶ συγκρούσας κατέκοψε τὰ πλήθη αὐτῆς πάντα. παραλαβὼν δὲ αὐτὴν Ζηνοβίαν, ἐκάθισεν εἰς δρομωναρίαν κάμηλον· καὶ πομπεύσας αὐτὴν εἰς τὰς ἀνατολικὰς χώρας πάσας εἰσήγαγεν αὐτὴν καὶ εἰς Ἀντιόχειαν τὴν μεγάλην. καὶ θεωρήσας ἐκεῖ ἱπποδρόμιον εἰσήγαγεν αὐτὴν εἰς δρομωναρίαν κάμηλον. καὶ κτίσας ἐν αὐτῇ Ἀντιοχείᾳ τόπον, ἔστησεν αὐτὴν ἄνω δεδεμένην ἐπὶ ἡμέρας τρεῖς· ὅντινα τόπον κτίσας ἐκάλεσε θρίαμβον. κἀκεῖθεν κατενεγκὼν αὐτὴν ἀπήγαγεν ἐν τῇ Ῥώμῃ, ὡς βασίλισσαν βαρβάρων Σαρακηνῶν· καὶ θριαμβεύσας αὐτὴν ἐν τῇ Ῥώμῃ τῷ πρῴην σχήματι ἀπεκεφάλισεν αὐτήν. Ὁ δὲ αὐτὸς βασιλεὺς Αὐρηλιανὸς καὶ τὴν Ἀραβίαν, κατεχομένην ὑπὸ βαρβάρων Σαρακηνῶν, συγγενῶν Ἐνάθου Σαρακηνοῦ, φονεύσας πάντας ἐποίησεν αὐτὴν ὑπὸ Ῥωμαίους εἶναι ἐπαρχίαν. 301 Ἐν δὲ τῷ μέλλειν αὐτὸν ἐξιέναι ἀπὸ Ἀντιοχείας τῆς μεγάλης ἐστασίασαν οἱ λεγόμενοι Μονητάριοι Ἀντιοχείας ἐπὶ αὐτοῦ, κράζοντες διὰ συνηθείας τινάς. καὶ ἀγανακτήσας κατ' αὐτῶν ἐτιμωρήσατο αὐτούς. Ὁ δὲ αὐτὸς Αὐρηλιανὸς καὶ ∆ακίαν ἐποίησεν ἐπαρχίαν τὴν παραποταμίαν, πλησίον οὖσαν τοῦ ∆ανουβίου ποταμοῦ. συνέβαλε δὲ ὁ αὐτὸς