1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

9

γυναικὸς γένος. ἀγνοῶν δὲ ὁ Νυκτεύς, ὁ πατὴρ αὐτῆς, ὅτι ἔγκυός ἐστιν, ἔπεμψεν αὐτὴν εἰς τὸν ἴδιον αὐτοῦ ἀδελφόν, τὸν Λύκον, βασιλέα τοῦ Ἄργους, ἵνα ἐξετάσῃ καὶ αὐτὸς τὸ πρᾶγμα τῆς φθορᾶς αὐτῆς, καὶ εἰ ἀληθές ἐστιν ὅτι ἐκ τοῦ Ἄργους ἐστὶν ὁ αὐτῆς φθορεύς, καὶ αὐτὴν τιμωρήσηται, ὡς φθαρεῖσαν ἱέρειαν οὖσαν, καὶ ἐκεῖνον δὲ ἀμύνηται, ὡς τοιοῦτόν τι τολμήσαντα κατὰ ἱερατικοῦ σώματος. ὁ δὲ βασιλεὺς Λύκος εἰσαγαγὼν τὴν αὐτὴν Ἀντιόπην εἰς ἐξέτασιν, καὶ ἑωρακὼς αὐτῆς τὴν εὐπρέπειαν, καὶ μαθὼν ὅτι ἔγκυός ἐστιν, ἠλέησεν αὐτήν, λέγων ὅτι δεῖ περιμεῖναι, ἄχρις οὗ τέκῃ, καὶ τότε τιμωρήσασθαι αὐτήν, ὡς ἱερατικὸν ὑβρίσασαν σχῆμα. ὁ δὲ αὐτὸς Λύκος βασιλεὺς εἶχε γυναῖκα τὴν ∆ίρκην· καὶ παραδοὺς αὐτῇ τὴν Ἀντιόπην εἶπεν αὐτὴν φυλάττεσθαι παρ' αὐτῇ, ἄχρις οὗ τέκῃ· ὁ δὲ Λύκος βασιλεὺς ἦν θεῖος τῆς Ἀντιόπης. ἡ δὲ αὐτὴ Ἀντιόπη ἐγέννησε δίδυμα, οὕστινας ἐκάλεσεν Ἀμφίονα καὶ Ζῆθον. καὶ 47 ἐῤῥίφησαν γεννηθέντα τὰ βρέφη κατὰ κέλευσιν τοῦ Λύκου βασιλέως ἐν τῇ κώμῃ τῇ λεγομένῃ Ῥασθέᾳ πλησίον τοῦ Κιθαιρωνίου ὄρους. οὕστινας παῖδας οἴκτου χάριν ἔλαβε παρὰ τῶν ῥιπτόντων τὰ αὐτὰ βρέφη Ὀρδίων τις γεηπόνος, ἄπαις ὤν, γνοὺς ὅτι τέκνα ὑπῆρχον τῆς ἱερείας Ἀντιόπης· ᾔδει γὰρ αὐτήν, ὡς ἱέρειαν· καὶ ἀνεθρέψατο αὐτά. μετὰ δὲ χρόνον πολέμου κινηθέντος τῇ Ἀργείων χώρᾳ, ἐξῆλθεν ὁ Λύκος βασιλεὺς ἐπὶ τὸν πόλεμον· καὶ ἐχρόνισε πολεμῶν. ἡ δὲ ∆ίρκη, τοῦ Λύκου βασιλέως γυνή, λογισαμένη ὅτι οὐκέτι μετὰ τὸν τοκετὸν ἐτιμωρήσατο τὴν αὐτὴν Ἀντιόπην, ἀλλ' εἴασεν αὐτήν, ὡς ἐρῶν αὐτῆς καὶ λάθρᾳ μιγνύμενος μετ' αὐτῆς, ὡς εὐπρεπεστάτης, λαβοῦσα αὐτὴν μετὰ ὀλίγων στρατιωτῶν ὡς ἐπὶ χώραν ἀπῆλθεν ἐπὶ τὸ Κιθαιρώνιον ὄρος ἐν τῇ κώμῃ ὅπου οἱ αὐτῆς υἱεῖς ἦσαν ἀνατραφέντες. τοῦτο δὲ ἀγνοοῦσα ἡ ∆ίρκη, καὶ ἐξαγαγοῦσα ἐκ τοῦ αὐτοῦ χωρίου ταῦρον ἄγριον, καὶ πήξασα δᾷδα ἐν τοῖς αὐτοῦ κέρασι, τὴν Ἀντιόπην ἐκέλευσε δεθῆναι, καὶ τὸν σχοῖνον εἰς τὸν τράχηλον τοῦ ταύρου εἱλιγῆναι, καὶ οὕτως συρῆναι τὴν Ἀντιόπην ὑπὸ τοῦ ταύρου καὶ ἀπολέσθαι. καὶ ἀκούσαντες πάντες οἱ τοῦ αὐτοῦ κτήματος τὸν μέλλοντα γίνεσθαι τῆς Ἀντιόπης θάνατον καὶ τοὺς αὐτῆς ὀλολυγμούς, ἐξῆλθον ἐκ τοῦ ∆έρας Θέας χωρίου οὕτως λεγομένου· ἦσαν δὲ ἐν πλήθει πολλοὶ ἐν αὐτῷ ἄγροικοι· ὡσαύτως δὲ καὶ οἱ 48 δύο υἱοὶ τῆς Ἀντιόπης ἦσαν μετ' αὐτῶν ἅμα τῷ ἀναθρεψαμένῳ αὐτοὺς Ὀρδίωνι γεωργῷ. καὶ παρεκάλουν τὴν ∆ίρκην μὴ τοιούτῳ μόρῳ ἀνελεῖν αὐτήν· ἡ δὲ ἐξεῖπεν αὐτοῖς ὅτι ἱέρεια ἦν τοῦ Ἡλίου, καὶ ἐφθάρη καὶ ἐγέννησε δύο παῖδας ἐκ πορνείας, καὶ δεῖ αὐτὴν τιμωρηθῆναι. καὶ ἀκούσαντες οἱ τῆς Ἀντιόπης υἱοί, Ζῆθος καὶ Ἀμφίων, παρὰ τοῦ ἀναθρεψαμένου αὐτοὺς Ὀρδίωνος ὅτι ἡ μήτηρ αὐτῶν ἐστιν ἡ μέλλουσα τιμωρεῖσθαι, ἡ Ἀντιόπη, συναθροίσαντες πᾶσαν τὴν ἀγροικικὴν χώραν, ἅμα αὐτοῖς ἀπελθόντες ἐφόνευσαν τοὺς στρατιώτας. καὶ λαβόντες τὴν ∆ίρκην ἀφείλοντο ἃ ἐφόρει βασιλικὰ κοσμήματα, καὶ ἔλυσαν τὴν Ἀντιόπην. καὶ λυθεῖσα τῶν δεσμῶν ἡ Ἀντιόπη ἐπέτρεψε τοῖς ἰδίοις αὐτῆς παισίν, Ἀμφίονι καὶ Ζήθῳ, φονεῦσαι τὴν ∆ίρκην· καὶ λαβόντες τὴν ∆ίρκην ἔδησαν εἰς τὸν αὐτὸν ἄγριον ταῦρον, καὶ συρεῖσα ὑπὸ τοῦ ταύρου ἡ ∆ίρκη ἀπώλετο. ὁ δὲ ταῦρος ἐκ τῆς ἐλασίας ἐδίψησε, καὶ εὑρὼν πηγὴν ἔστη πιεῖν· καὶ κοπεῖσα ἡ σχοῖνος εἴασε πλησίον τῆς πηγῆς τὸ λείψανον τῆς ∆ίρκης· καὶ ἐκλήθη ἡ αὐτὴ πηγὴ ἐξ ἐκείνου ἕως τῆς νῦν ἐν τῇ χώρᾳ ἐκείνῃ ἡ ∆ίρκη. καὶ λοιπὸν ὁ Ζῆθος καὶ ὁ Ἀμφίων ἔλαβον τὴν ἑαυτῶν μητέρα, τὴν Ἀντιόπην, καὶ ἔφυγον ἐπὶ τὴν ἰδίαν χώραν αὐτῶν, τὴν Βοιωτίαν· καὶ ἐκεῖ ἀναφανέντες ἐγνώσθησαν τοῖς Βοιωτοῖς. ὁ δὲ αὐτῶν πάππος ὁ Νυκτεύς, ὁ βασιλεὺς τῆς αὐτῆς Βοιωτίας χώρας, γεγήρακε, καὶ νόσῳ βληθεὶς τελευτᾷ. καὶ λοιπὸν μετὰ τὴν τελευτὴν τοῦ Νυκτέως βασιλέως οἱ τῆς Βοιωτίας πάντες ᾔτη 49 σαν αὐτοὺς βασιλεῦσαι αὐτῶν τὸν Ἀμφίονα καὶ τὸν Ζῆθον, ὡς ἐκ γένους βασιλικοῦ ὑπάρχοντας τοῦ Νυκτέως. καὶ ἀνηγορεύθησαν βασιλεῖς, καὶ ἐβασίλευσαν ὁ