10
ἀπαύγασμα εἶπεν αὐτὸς, ἵνα δείξῃ ὅτι κἀκεῖ οὕτως εἴρηται· δῆλον δὲ, ὡς φῶς ἐκ φωτός. Οὐ τοῦτο δὲ μόνον δείκνυται, ἀλλ' ὅτι καὶ ἐφώτισε τὰς ἡμετέρας ψυχάς. ∆ιὰ δὲ τοῦ ἀπαυγάσματος τὸ ἴσον ἐσήμανε τῆς οὐσίας, καὶ τὴν πρὸς τὸν Πατέρα ἐγγύτητα. Ἐννόησον τὴν λεπτότητα τῶν εἰρημένων· οὐσίαν μίαν ἔλαβε καὶ ὑπόστασιν εἰς δύο ὑποστάσεων παράστασιν· ὃ καὶ ἐπὶ τῆς γνώσεως τοῦ Πνεύματος ποιεῖ. Ὥσπερ γὰρ μίαν εἶναί φησι τὴν γνῶσιν τὴν τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, ὡς ὄντως μίαν, καὶ οὐδὲν πρὸς ἑαυτὴν διεστηκυῖαν· οὕτω καὶ ἐνταῦθα ἑνός τινος ἐπελάβετο ῥήματος εἰς τὴν τῶν δύο ὑποστάσεων δήλωσιν. Εἶτα ἐπήγαγεν, ὅτι Καὶ χαρακτήρ. Ὁ γὰρ χαρακτὴρ ἄλλος τίς ἐστι παρὰ τὸ πρωτότυπον· ἄλλος δὲ οὐ πάντη, ἀλλὰ κατὰ τὸ ἐνυπόστατον εἶναι· ἐπεὶ καὶ ἐνταῦθα ὁ χαρακτὴρ τὸ ἀπαράλλακτον δηλοῖ οὗ ἐστι χαρακτὴρ, τὸ ὅμοιον κατὰ πάντα. Ὅταν οὖν καὶ μορφὴν αὐτὸν καλῇ, καὶ χαρακτῆρα, τί ἐροῦσιν; Ἀλλὰ καὶ εἰκόνος εἴρηται εἰκὼν ὁ ἄνθρωπος, φησί. Τί οὖν; οὕτως ὡς ὁ Υἱός; Οὒ, φησὶν, ἀλλ' ὅτι εἰκὼν οὐ δείκνυσι τὸ ὅμοιον. Καίτοι γε καθ' ὃ εἴρηται ὁ ἄνθρωπος εἰκὼν, δείκνυσι τὸ ὅμοιον ὡς ἐν ἀνθρώπῳ. Ὅπερ γάρ ἐστιν ὁ Θεὸς ἐν τῷ οὐρανῷ, τοῦτο ὁ ἄνθρωπος ἐπὶ τῆς γῆς, κατὰ τὴν ἀρχὴν λέγω· καὶ ὥσπερ τῶν ἐπὶ γῆς πάντων οὗτος κρατεῖ, οὕτω καὶ ὁ Θεὸς πάντων κρατεῖ τῶν ἐν τῷ οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς. Ἄλλως δὲ, ὁ ἄνθρωπος οὐκ εἴρηται χαρακτὴρ, οὐκ εἴρηται ἀπαύγασμα, οὐκ εἴρηται μορφή· ὅπερ τὴν οὐσίαν ἐμφαίνει, ἢ καὶ ὁμοιότητα τὴν κατ' οὐσίαν. Ὥσπερ οὖν ἡ μορφὴ τοῦ δούλου οὐδὲν ἄλλο ἐμφαίνει ἢ ἄνθρωπον ἀπαράλλακτον· οὕτω καὶ ἡ μορφὴ τοῦ Θεοῦ οὐδὲν ἄλλο ἐμφαίνει ἢ Θεόν. Ὃς ὢν ἀπαύγασμα, φησὶ, τῆς δόξης. Ὅρα τὸν Παῦλον τί ποιεῖ. Εἰπών· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, ἐπήγαγε πάλιν· Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης· ὀνόμασιν οἵοις κέχρηται, οὐδαμοῦ τῆς οὐσίας αὐτῆς ὄνομα εὑρών. Οὔτε γὰρ ἡ μεγαλωσύνη, οὔτε ἡ δόξα τὸ ὄνομα παρίστησιν, ὃ βούλεται εἰπεῖν, ἀλλ' οὐκ ἔχει ὄνομα 63.23 εὑρεῖν. Τοῦτο γάρ ἐστιν ὃ ἔλεγον ἐξ ἀρχῆς, ὅτι πολλάκις τινὰ νοοῦμεν, καὶ οὐ δυνάμεθα φράζειν· ἐπεὶ οὐδὲ τὸ, Θεὸς, ὄνομα οὐσίας ἐστὶν, οὐδὲ ἔστιν ὅλως τῆς οὐσίας ἐκείνης ὄνομα εὑρεῖν. Καὶ τί θαυμαστὸν εἰ ἐπὶ Θεοῦ, ὅπου γε οὐδὲ ἐπὶ ἀγγέλου εὕροι τις ἂν ὄνομα τῆς οὐσίας δηλωτικόν; τάχα δὲ οὐδὲ ἐπὶ ψυχῆς· οὐ γάρ μοι δοκεῖ τοῦτο τὸ ὄνομα παραστατικὸν εἶναι τῆς οὐσίας αὐτῆς, ἀλλὰ τοῦ ψύχειν. Τὴν γὰρ αὐτὴν καὶ ψυχὴν, καὶ καρδίαν, καὶ νοῦν καλουμένην ἴδοι τις ἄν. Καρδίαν γὰρ, φησὶ, καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ πνεῦμα πολλαχοῦ ἴδοι τις ἂν λεγομένην αὐτήν. Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ὁρᾷς τί φησι; γʹ. Πῶς οὖν, εἰπέ μοι, λέγεις, αἱρετικὲ, διὰ τὸ λέγεσθαι παρὰ τῇ Γραφῇ· Εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς, ὅτι Πατὴρ ἐπέταξεν, ὁ δὲ Υἱὸς ἐπήκουσεν; Ἀλλ' ἰδοὺ καὶ ἐνταῦθα ῥήματι αὐτὸς ποιεῖ· Φέρων τε γὰρ, φησὶ, τὰ πάντα· τουτέστι, κυβερνῶν, τὰ διαπίπτοντα συγκρατῶν. Τοῦ γὰρ ποιῆσαι τὸν κόσμον οὐχ ἧττόν ἐστι τὸ συγκρατεῖν, ἀλλ', εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, καὶ μεῖζον. Τὸ μὲν γὰρ ἐξ οὐκ ὄντων ἐστί τι παράγειν· τὸ δὲ, τὰ γεγονότα εἰς τὸ μὴ εἶναι μέλλοντα ἀναχωρεῖν, συνέχειν τε καὶ συνάπτειν πρὸς ἄλληλα διαστασιάζοντα, τοῦτό ἐστι τὸ μέγα καὶ θαυμαστὸν, καὶ πολλῆς δυνάμεως τεκμήριον. Εἶτα καὶ τὸ εὔκολον δηλῶν εἶπε· Φέρων. Οὐκ εἶπε· Κυβερνῶν, ἀπὸ μεταφορᾶς τῶν ἁπλῶς τῷ δακτύλῳ τι κινούντων, καὶ ποιούντων περιφέρεσθαι. Ἐνταῦθα καὶ τὸν ὄγκον τῆς κτίσεως ἔδειξε μέγαν ὄντα, καὶ τὸ μέγα οὐδὲν αὐτῷ ὄν. Εἶτα πάλιν τὸ ἀπονητὶ δείκνυσιν, εἰπών· Τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Καλῶς εἶπε· Τῷ ῥήματι· ἐπειδὴ γὰρ τὸ ῥῆμα παρ' ἡμῖν ψιλὸν εἶναι δοκεῖ, δείκνυσιν ὅτι οὐκ ἔστι ψιλὸν ἐπὶ Θεοῦ. Ἀλλ' ὅτι μὲν τῷ ῥήματι φέρει, εἶπε, τὸ δὲ πῶς τῷ ῥήματι φέρει οὐκέτι προσέθηκεν· οὐδὲ γὰρ δυνατὸν εἰδέναι. Εἶτα ἐπήγαγε περὶ τῆς μεγαλειότητος αὐτοῦ. Οὕτω γὰρ καὶ ὁ Ἰωάννης πεποίηκεν· εἰπὼν γὰρ ὅτι Θεός ἐστιν, ἐπήγαγε τῆς κτίσεως τὴν δημιουργίαν. Ὅπερ γὰρ ἐκεῖνος ᾐνίξατο εἰπών· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ, Πάντα δι' αὐτοῦ ἐγένετο, τοῦτο καὶ οὗτος διὰ τοῦ ῥήματος καὶ