11
τοῦ εἰπεῖν, ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ἐνέφηνε· καὶ γὰρ καὶ δημιουργὸν, καὶ πρὸ πάντων ὄντα τῶν αἰώνων αὐτὸν δείκνυσι. Τί οὖν, ὅταν περὶ τοῦ Πατρὸς μὲν λέγῃ ὁ Προφήτης, Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· περὶ δὲ τοῦ Υἱοῦ, ὅτι πρὸ πάντων ἐστὶ τῶν αἰώνων, καὶ τῶν ἁπάντων ∆ημιουργὸς, τί ἂν εἴποιεν; μᾶλλον δὲ ὅπερ περὶ τοῦ Πατρὸς ἐλέγετο· Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, τοῦτο καὶ περὶ τοῦ Υἱοῦ ἴδοι τις ἂν εἰρημένον; Καὶ ὥσπερ ἐκεῖνός φησι· Ζωὴ ἦν, τὸ διακρατητικὸν τῆς κτίσεως δηλῶν, ὅτι πάντων αὐτός ἐστιν ἡ ζωή· οὕτω καὶ οὗτός φησι· Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ· οὐ καθάπερ Ἕλληνες, καὶ τῆς δημιουργίας αὐτῆς, τό γε εἰς αὐτοὺς ἧκον, ἀποστεροῦντες αὐτὸν καὶ τῆς προνοίας, μέχρι σελήνης συγκλείοντες αὐτοῦ τὴν δύναμιν. ∆ι' ἑαυτοῦ γὰρ, φησὶ, καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν. Εἰπὼν περὶ τῶν θαυμαστῶν ἐκείνων καὶ μεγάλων, τῶν ἀνωτάτω, λέγει λοιπὸν καὶ 63.24 περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ κηδεμονίας. Μάλιστα μὲν γὰρ καὶ ἐκεῖνο καθολικὸν ἦν, τὸ, Φέρων τε τὰ πάντα· πλὴν ἀλλὰ τοῦτο πολλῷ μεῖζον. Καὶ τοῦτο δὲ καθολικόν· τὸ γὰρ αὐτοῦ μέρος, πάντας ἔσωσεν· ἐπεὶ καὶ ὁ Ἰωάννης εἰπών· Ζωὴ ἦν, καὶ τὴν πρόνοιαν αὐτοῦ δηλώσας, πάλιν λέγει, ὅτι Καὶ φῶς, τὸ αὐτὸ τοῦτο δηλῶν. ∆ι' ἑαυτοῦ, φησὶ, καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. ∆ύο τίθησιν ἐνταῦθα τῆς κηδεμονίας αὐτοῦ τεκμήρια μέγιστα· τό τε καθαρίσαι τῶν ἁμαρτιῶν ἡμᾶς, καὶ τὸ δι' ἑαυτοῦ τοῦτο ποιῆσαι. Καὶ πολλαχοῦ ὁρᾷς αὐτὸν ἐπὶ τούτῳ σεμνυνόμενον, οὐ μόνον ἐπὶ τῇ καταλλαγῇ τῇ πρὸς τὸν Θεὸν, ἀλλὰ καὶ ἐπὶ τῷ διὰ τοῦ Υἱοῦ τοῦτο γεγενῆσθαι· καὶ γὰρ οὕτω τὸ μέγα δῶρον μεῖζον γεγένηται τῷ διὰ τοῦ Υἱοῦ. Εἰπὼν γάρ· Ἐκάθισεν ἐν δεξιᾷ, καὶ, Καθαρισμὸν δι' ἑαυτοῦ ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἀναμνήσας τοῦ σταυροῦ, ταχέως τὸν περὶ τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως λόγον ἐπήγαγε. Καὶ ὅρα τὴν σύνεσιν αὐτοῦ τὴν ἄφατον· οὐκ εἶπεν· Ἐκελεύσθη καθίσαι· ἀλλ', Ἐκάθισεν. Εἶτα πάλιν, ἵνα μὴ νομίσῃς αὐτὸν ἑστάναι, ἐπάγει· Τίνι γὰρ τῶν ἀγγέλων εἶπέ ποτε, Κάθου ἐκ δεξιῶν μου; Ἐκάθισε, φησὶν, ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. Τί ἐστιν, Ἐν ὑψηλοῖς; εἰς τόπον περικλείει τὸν Θεόν; Ἄπαγε· οὐχ ἵνα τοῦτο ὑποπτεύσωμεν, οὕτως εἴρηκεν· ἀλλ' ὥσπερ εἰπών· Ἐν δεξιᾷ, οὐκ ἐσχημάτισεν αὐτὸν, ἀλλὰ τὸ ὁμότιμον ἔδειξε τὸ πρὸς τὸν Πατέρα· οὕτως εἰπών· Ἐν ὑψηλοῖς, οὐκ ἀπέκλεισεν αὐτὸν ἐκεῖ, ἀλλὰ πάντα ὑπεραναβεβηκότα· ὡσανεὶ ἔλεγεν, εἰς αὐτὸν ἔφθασε τὸν θρόνον τὸν πατρικόν. Ὥσπερ οὖν ὁ Πατὴρ ἐν ὑψηλοῖς, οὕτω καὶ αὐτός· ἡ γὰρ συνεδρία οὐδὲν ἕτερον δείκνυσιν, ἢ τὸ ὁμότιμον. Εἰ δὲ λέγουσιν, ὅτι εἶπε· Κάθου, ἐρώμεθα αὐτούς· Τί οὖν; ἑστῶτι εἶπεν; Ἀλλ' οὐκ ἂν ἔχοιεν δεῖξαι. Ἄλλως δὲ οὐκ εἶπεν, ὅτι ἐκέλευσεν ἢ προσέταξεν, ἀλλ' ὅτι Εἶπε, Κάθου· καὶ τοῦτο δι' οὐδὲν ἕτερον, ἀλλ' ἵνα μὴ ἄναρχον αὐτὸν νομίσῃς καὶ ἀναίτιον. Ὅτι γὰρ διὰ τοῦτο οὕτως εἴρηκε, δῆλον ἐκ τοῦ τόπου τῆς καθέδρας· εἰ γὰρ ἐλάττωσιν ἤθελε δηλῶσαι, οὐκ ἂν εἶπεν· Ἐκ δεξιῶν, ἀλλ', Ἐξ ἀριστερῶν. Τοσούτῳ κρείττων γενόμενος, φησὶν, ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τὸ, Γενόμενος, ἐνταῦθα ἀντὶ τοῦ, ἀποδειχθεὶς, ὡς ἂν εἴποι τις, ἐστίν. Εἶτα καὶ διισχυρίζεται. Πόθεν; Ἀπὸ τοῦ ὀνόματος. Ὁρᾷς ὅτι οἶδε τὸ, Υἱὸς,ὄνομα τὴν γνησιότητα δηλοῦν; Καὶ μὴν, εἰ μὴ γνήσιον ἦν, οὐκ ἂν τοῦτο εἶπε. Πῶς; Ὅτι δι' οὐδὲν ἕτερον γνήσιός ἐστιν, ἀλλ' ἢ τὸ ἐξ αὐτοῦ εἶναι. Ἀπὸ τούτου τοίνυν ἰσχυρίζεται. Εἰ δὲ χάριτί ἐστιν Υἱὸς, οὐ μόνον οὐ διαφορώτερος, ἀλλὰ καὶ ἐλάττων ἐστὶν ἀγγέλων· πῶς; Ὅτι καὶ ἄνθρωποι δίκαιοι ἐκλήθησαν υἱοὶ, καὶ τὸ υἱὸς ὄνομα, ἂν μὴ γνήσιος ᾖ, οὐκ ἰσχύει δεῖξαι τὸ διάφορον. Καὶ δηλῶν ὅτι διαφορά τίς ἐστι κτισμάτων καὶ δημιουργοῦ, ἄκουσον τί φησι· Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν; Ταῦτα εἴρηται μὲν καὶ εἰς τὴν σάρκα· τὸ γὰρ, Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται 63.25 μοι εἰς Υἱὸν, τῆς ἐνανθρωπήσεώς ἐστι