14
ὅταν λέγῃ· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ πάλιν, Ἐγὼ ἐκ τοῦ Πατρός μου ἐξῆλθον, καὶ ἥκω· καὶ πολλαχοῦ τοῦτο ἴδοι τις ἄν. Ὁ δὲ Παῦλος εἴσοδον αὐτὴν καλεῖ λέγων· Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην· εἰσαγωγὴν ταύτην λέγων τὴν τῆς σαρκὸς ἀνάληψιν. Τί δήποτε δὲ περὶ αὐτοῦ διαφόρως τῷ λόγῳ κέχρηνται, καὶ κατὰ τί οὕτως εἴρηται; ∆ῆλόν ἐστι καὶ ἀπ' αὐτῶν τῶν σημαινομένων. Ὁ μὲν γὰρ Χριστὸς ἔξοδον τὴν ἑαυτοῦ παρουσίαν εἰκότως καλεῖ· ἔξω γὰρ ἦμεν τοῦ Θεοῦ. Καὶ καθάπερ ἐν τοῖς βασιλείοις οἱ δεσμῶται καὶ προσκεκρουκότες τῷ βασιλεῖ, ἔξω ἑστήκασιν· ὁ δὲ βουλόμενος αὐτοὺς καταλλάξαι, οὐκ ἔνδον τούτους εἰσάγων, ἀλλ' αὐτὸς ἐξιὼν ἔξω τούτοις διαλέγεται, ἕως ἂν αὐτοὺς καταστήσας ἀξίους τῆς ὄψεως τοῦ βασιλέως εἰσαγάγῃ· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ἐξελθὼν γὰρ πρὸς ἡμᾶς, τουτέστι, σάρκα ἀναλαβὼν, καὶ διαλεχθεὶς τὰ παρὰ τοῦ βασιλέως, οὕτως ἡμᾶς εἰσήγαγε, καὶ καθαρίσας τῶν ἁμαρτημάτων, καὶ καταλλάξας. ∆ιὰ τοῦτο ἔξοδον αὐτὴν καλεῖ. Ὁ δὲ Παῦλος εἴσοδον αὐτὴν ὀνομάζει, ἀπὸ μεταφορᾶς τῶν κληρονομούντων, καὶ νομὴν παραλαμβανόντων καὶ κτῆσίν τινα· τὸ γὰρ εἰπεῖν, Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, τοῦτό ἐστι δηλοῦντος, ὅταν ἐγχειρίσῃ αὐτῷ τὴν οἰκουμένην· τότε γὰρ αὐτὴν ἐκτήσατο πᾶσαν, ὅτε καὶ ἐγνώσθη. Οὐ περὶ τοῦ Θεοῦ δὲ Λόγου φησὶ ταῦτα, ἀλλὰ περὶ τοῦ κατὰ σάρκα Χριστοῦ· εἰκότως. Εἰ γὰρ ἐν τῷ κόσμῳ ἦν, κατὰ τὸν Ἰωάννην, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, πῶς ἑτέρως ἂν εἰσήχθη, ἀλλ' ἢ ἐν σαρκί; Καὶ προσκυνησάτωσαν αὐτῷ, φησὶ, πάντες ἄγγελοι Θεοῦ. Ἐπειδὰν μέγα τι καὶ ὑψηλὸν λέγειν μέλλῃ, προκατασκευάζει αὐτὸ καὶ ποιεῖ εὐπαράδεκτον τῷ τὸν Πατέρα ποιῆσαι εἰσαγαγόντα τὸν Υἱόν. Σκόπει δέ· εἶπεν ἀνωτέρω, ὅτι οὐ διὰ προφητῶν ἐλάλησεν ἡμῖν, ἀλλὰ διὰ τοῦ Υἱοῦ· ἔδειξεν 63.28 ὅτι κρείττων ἀγγέλων ὁ Υἱὸς, καὶ ἀπὸ τοῦ ὀνόματος δὲ τοῦτο κατασκευάσας, καὶ ἀπὸ τοῦ τὸν Πατέρα ποιῆσαι εἰσαγαγόντα τὸν Υἱόν. Ἐνταῦθα δὲ λοιπὸν καὶ ἀφ' ἑτέρου κατασκευάζει. Ποίου δὴ τούτου; Ἀπὸ τῆς προσκυνήσεως· τοῦτο δὲ καὶ ὅσῳ κρείττων ἐστὶ δείκνυσιν· ὅσῳ γὰρ ∆εσπότης δούλου. ∆ιὸ καὶ ὡς ἂν εἴ τις εἰσαγαγών τινα εἰς οἰκίαν βασιλέως, τοὺς προεστῶτας αὐτῆς εὐθέως κελεύει προσκυνεῖν αὐτῷ· οὕτω καὶ αὐτὸς ποιεῖ, περὶ τοῦ κατὰ σάρκα λέγων τὴν ἐν κόσμῳ εἰσαγωγὴν, καὶ τὸ, Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ, διὰ τοῦτο ἐπάγων. Ἆρα οὖν ἄγγελοι μόνον, οὐχὶ δὲ καὶ ἄλλαι δυνάμεις; Ἄπαγε· ἄκουσον γὰρ τῶν ἑξῆς· Καὶ πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱὸν, Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἰδοὺ ἡ μεγίστη διαφορά· ὅτι οἱ μὲν κτιστοὶ, ὁ δὲ ἄκτιστος. Καὶ διὰ τί πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν, Ὁ ποιῶν· πρὸς δὲ τὸν Υἱὸν διὰ τί οὐκ εἶπεν, ὁ ποιῶν; καίτοι ἐνῆν τὴν διαφορὰν οὕτως εἰπεῖν· πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ λέγει, Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα· πρὸς δὲ τὸν Υἱὸν, Κύριος ἔκτισέ με· καὶ πάλιν, Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησεν. Ἀλλ' οὔτε ἐκεῖνο περὶ τοῦ Χριστοῦ Κυρίου Υἱοῦ εἴρηται, οὔτε τοῦτο περὶ τοῦ Θεοῦ Λόγου, ἀλλὰ περὶ τοῦ κατὰ σάρκα. Ἔνθα γὰρ τὴν ἀληθῆ διαφορὰν ἠβούλετο δηλοῦν, οὐκέτι ἀγγέλους περιέλαβε μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν ἄνω δύναμιν τὴν λειτουργικήν. Ὁρᾷς πῶς διαιρεῖ καὶ μεθ' ὅσης τῆς σαφηνείας κτίσματα καὶ κτιστὴν, λειτουργοὺς καὶ δεσπότην, καὶ κληρονόμον καὶ γνήσιον Υἱὸν καὶ δούλους; Πρὸς δὲ τὸν Υἱόν φησιν· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἰδοὺ βασιλείας σύμβολον. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἰδοὺ πάλιν καὶ ἄλλο βασιλείας σύμβολον. Εἶτα πάλιν εἰς τὸ κατὰ σάρκα· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Τί ἐστι, Θεός σου; Ἐπειδὴ γὰρ μέγα ἐφθέγξατο, πάλιν αὐτὸ παραμυθεῖται. Ἐνταῦθα καὶ Ἰουδαίους, καὶ τοὺς Παύλου τοῦ Σαμοσατέως, καὶ Ἀρειανοὺς, καὶ Μάρκελλον καὶ Σαβέλλιον ἔβαλε καὶ Μαρκίωνα. Πῶς; Ἰουδαίους 63.29 μὲν, δύο τὸν αὐτὸν δεικνὺς,