1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

14

Μωσέα ἀπὸ Αἰγύπτου γενεαὶ εʹ, ἔτη υμγʹ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς γενέσεως Μωσέως εἰσὶν ἔτη αυπδʹ. ἀπὸ δὲ Ἀδὰμ ἕως τῆς γεννήσεως Μωσέως εἰσὶν ἔτη δλςʹ. ἔζησε δὲ Μωσῆς ἔτη ρκʹ. καὶ διῴκουν τὸν Ἰσραὴλ μετὰ Μωσῆν Ἰησοῦςὁ τοῦ Ναυὴ καὶ Φινεές. ἀπὸ οὖν Ἀδὰμ ἕως τῆς τελευτῆς Μωσέως καὶ Ἀαρὼν εἰσὶν ἔτη δρνςʹ. Ἐν δὲ τοῖς χρόνοις Ἰησοῦ τοῦ Ναυὴ ἐκ τῆς φυλῆς τοῦ Ἰά 62 φεθ ἐβασίλευσε τῆς Ἀττικῆς χώρας τις ὀνόματι Ὠγύγης, αὐτόχθων, ἔτη λβʹ. καὶ γέγονε κατακλυσμὸς μέγας ἐν τῇ αὐτοῦ βασιλείᾳ, καὶ ἀπώλετο αὐτὸς καὶ πᾶσα ἡ χώρα ἐκείνη καὶ πᾶσα ψυχὴ οἰκοῦσα τὴν χώραν ἐκείνην τῆς Ἀττικῆς καὶ μόνης. καὶ ἔμεινεν ἐξ ἐκείνου ἔρημος καὶ ἀοίκητος ἡ αὐτὴ χώρα ἐπὶ ἔτη σοʹ, καθὼς ἐν τοῖς Ἀφρικανοῦ ἐμφέρεται συγγράμμασιν. Ἐν δὲ ταῖς ἡμέραις τῆς ἐξ Αἰγύπτου μελλούσης γίνεσθαι ἐξόδου τῶν υἱῶν Ἰσραὴλ μετὰ Μωσέως ἐβασίλευσε τῆς τῶν Μολοσσῶν χώρας αὐτόχθων τις ὀνόματι Ἀΐδης· ὃς ἐγάμησε τὴν λεγομένην Μελινδίαν· ἔσχεν ἐξ αὐτῆς θυγατέρα εὐπρεπῆ, ἣν ἐκάλεσε Περσεφόνην· τὰς δὲ εὐμόρφους γυναῖκας οἱ Μολοσσαῖοι τῇ ἰδίᾳ γλώσσῃ κόρας ἐκάλουν. ταύτην δὲ ἔδοξε φιλεῖν ἔρωτι ὁ Περίθους, συγκλητικὸς τοῦ αὐτοῦ Ἀΐδου βασιλέως, νεώτερος ὢν καὶ εὔπορος· καὶ κατὰ σύνταξιν τῆς κόρης ἠβουλήθη νυκτὸς ἁρπάσαι αὐτήν. καὶ γνοὺς τοῦτο ὁ αὐτῆς πατήρ, Ἀΐδης βασιλεύς, ἐθυμώθη· καὶ βουλευόμενος ἐν τῷ λεληθότι ἀμύνασθαι τῷ αὐτῷ Περίθῳ, ἵνα ἄγνοιαν προφασίσηται πρὸς πάντας, ὃν εἶχε ποιμενικὸν κύνα ἄγριον μέγαν, ὃν καὶ Τρικέρβερον ὠνόμαζον διὰ τὸ τριῶν κυνῶν ἔχειν κεφαλὴν καὶ μέγεθος σώματος, ἀπέκλεισεν ἔξω ὅπου ἡ κόρη διῆγε. μετὰ οὖν τὴν τελευτὴν τῆς αὐτῆς μητρός, ἀγνοούσης τοῦτο τῆς κόρης, καὶ τοῦ Περίθου παραγενομένου νυκτὸς καὶ εἰσελθόντος εἰς ἁρπαγὴν τῆς κόρης, ὥρμησεν ὁ κύων καὶ ἀνεῖλεν αὐτόν. ἀκούσασα δὲ καὶ αὐτὴ ἡ κόρη τῆς τα 63 ραχῆς, ἐξῆλθε, καὶ ἐφόνευσε καὶ αὐτὴν ὁ κύων· περὶ ἧς, φησί, λέγουσιν ὅτι Πλούτων ἥρπασε τὴν κόρην· ἅτινα Παλαίφατος ὁ σοφώτατος συνεγράψατο. Ἐν τοῖς χρόνοις δὲ τοῦ Μωσέως ἐβασίλευσε τῶν Ἀσσυρίων Ἐρεχθεύς, τῶν δὲ Αἰγυπτίων ἐβασίλευσε Πετισσώνιος ὁ κωμῳδὸς Φαραώ. οὗτος εἶχε μάγους μεθ' ἑαυτοῦ δυνατούς, τὸν Ἰαννὴν καὶ τὸν Ἰαμβρήν. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐπληθύνθη τὸ γένος τῶν Ἰουδαίων ἐν τῇ Αἰγύπτῳ ἀπὸ τῆς γενεᾶς τοῦ Ἰακὼβ τοῦ ἐλθόντος ἐν Αἰγύπτῳ πρὸς τὸν υἱὸν αὐτοῦ Ἰωσὴφ ἕως Μωσέως ἡγουμένου αὐτῶν καὶ Ἀαρὼν ἀδελφοῦ αὐτοῦ. ὅστις Μωσῆς ἔλαβε γυναῖκα Αἰγυπτίαν, τὴν θυγατέρα Ἰοθόρ, τοῦ ἀρχιερέως τῶν Ἑλλήνων, ἀνδρὸς τιμωμένου ἀπὸ Φαραὼ βασιλέως καὶ τῶν Αἰγυπτίων. ὁ δὲ αὐτὸς Μωσῆς ἦν πεπαιδευμένος πᾶσαν σοφίαν Αἰγύπτου· οἱ δὲ Αἰγύπτιοι ἐφοβοῦντο τοὺς Ἰουδαίους ὡς γενομένους πολλούς, καὶ ἀνήγαγον τῷ Φαραὼ περὶ αὐτῶν, καὶ ἐκέλευσε Φαραὼ βασιλεὺς ποιεῖν τοὺς Ἰουδαίους τοῖς Αἰγυπτίοις ἐργατείας καὶ βάλλειν πλίνθους ἀνάγκῃ. εἴ τις οὖν ἐὰν ἐβούλετο τῶν Αἰγυπτίων κτίσαι εἴτε οἶκον εἴτε ἀγρόν, αὐτοὺς ἠνάγκαζε ποιεῖν ἐργατείαν καὶ πλίνθους, καὶ ἐστέναζον κοπιῶντες οἱ Ἰουδαῖοι πάντες. καὶ προσεσχηκὼς Μωσῆς καὶ ὁ τούτου ἀδελφὸς Ἀαρὼν τὸν ἀναστεναγμὸν τῶν υἱῶν Ἰσραήλ, ηὔξαντο τὸν θεόν· καὶ ἐκέλευσε Μωσεῖ κύριος ὁ θεὸς εἰσελθεῖν πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ εἰπεῖν αὐτῷ, Ἀπόλυσον τὸν λαὸν τοῦ Ἰσραὴλ λα 64 τρεῦσαι αὐτῷ. καὶ λαβὼν Μωσῆς τὸν ἴδιον αὐτοῦ ἀδελφὸν Ἀαρὼν εἰσῆλθε πρὸς Πετισσώνιον Φαραώ, βασιλέα Αἰγύπτου· εἶχε γὰρ παῤῥησίαν, ὡς ἀπὸ τοῦ αὐτοῦ πενθεροῦ Ἰοθόρ, τοῦ ἱερέως τῶν Ἑλλήνων, καὶ ὡς ἡγούμενος τῶν Ἰουδαίων· καὶ ἀνήγγειλεν αὐτῷ τὴν τοῦ θεοῦ κέλευσιν καὶ ὅτι λέγει ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς ἵνα ἀπολύσῃς τὸν λαὸν αὐτοῦ λατρεῦσαι αὐτῷ. ὁ δὲ Φαραὼ ἀκούσας λέγει αὐτῷ, Εἰ ἀληθεύεις ὅτι ὁ θεός σου ἐκέλευσέ σοι εἰπεῖν μοι ταῦτα, ἰδοὺ εἰσὶν Αἰγύπτιοι μετ' ἐμοῦ ποιοῦντες θαύματα. ἐὰν νικήσῃς αὐτοὺς αἰτούμενος τὸν