16
χιλιάδων χλʹ, καθὼς καὶ ὁ αὐτὸς Μωσῆς συνεγράψατο ἐν τῇ σοφωτάτῃ αὐτοῦ χρονογραφίᾳ. ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ ΧΡΟΝΩΝ ΒΑΣΙΛΕΙΑΣ ΑΡΓΕΙΩΝ ΧΩΡΑΣ. Τῶν δὲ Ἀργείων μετὰ τὸν Ἴναχον ἐβασίλευσεν ὁ Φορωνεὺς καὶἄλλοι πολλοὶ ἕως τῆς βασιλείας Λυγκέως τοῦ ἀγαγομένου τὴν Ὑπερμνήστραν γυναῖκα τῶν ∆αναοῦ θυγατέρων. ὅστις Λυγκεὺς πολεμήσας τῷ ∆αναῷ βασιλεῖ τοῦτον ἐφόνευσε καὶ ἔλαβε τὴν βασιλείαν καὶ τὴν θυγατέρα αὐτοῦ, καθὼς Ἀρχίλοχος ὁ σοφώτατος συνεγράψατο. καὶ μετὰ τὴν βασιλείαν Λυγκέως ἐβασίλευσε Τριόπας ἐν τῇ Ἀργείων χώρᾳ ἔτη εʹ. καὶ τῷ αὐτῷ πέμπτῳ ἔτει τῆς βασιλείας αὐτοῦ κατελύθη ἡ βασιλεία τῶν Ἀργείων, καὶ κατέσχον τὴν βασιλείαν αὐτῶν οἱ Σικυώνιοι. κατέσχεν οὖν ἡ βασιλεία, ἤτοι τοπαρχία, τῶν Ἀργείων ἔτη φμθʹ, καθὼς καὶ ∆ιόδωρος ὁ σοφώτατος συνεγράψατο. τῶν δὲ Σικυωνίων τῶν νυνὶ λεγομένων Ἑλλαδικῶν ἐβασίλευσε πρῶτος ὁ Αἰγιαλεὺς ἔτη νβʹ, 69 καὶ λοιπὸν ἄλλοι βασιλεῖς κςʹ ἕως Ζευξίππου τοῦ βασιλεύσαντος αὐτῶν ἔτη λβʹ. καὶ λοιπὸν οἱ ἱερεῖς αὐτῶν ἐδιοίκουν τὴν χώραν, καὶ κατέσχεν ἡ βασιλεία αὐτῶν ἔτη Ϡπεʹ, καθὼς Ἀφρικανὸς ὁ σοφώτατος συνεγράψατο. Ἡ δὲ δύσις, ὅ ἐστι τὰ ἐπὶ τὴν Ἰταλίαν, ἦν τότε ἀβασίλευτος, διοικουμένη δὲ ἀπὸ τῶν υἱῶν Πίκου τοῦ καὶ ∆ιὸς καὶ τοῦ γένους αὐτῶν. ἐν οἷς χρόνοις ἐτελεύτησε Μωσῆς καὶ Ἀαρὼν ἐν τῇ ἐρήμῳ· καὶ ἐδιοίκει τὸν Ἰσραὴλ Ἰησοῦς ὁ τοῦ Ναυή, ὡς προείρηται. ὅστις πολεμῶν παρέλαβε τὴν Ἰεριχὼ καὶ τὴν ἀνωτέρω εἰρημένην πόλιν Ἱερουσαλήμ, ἥντινα μετεκάλεσεν ὁ αὐτὸς Ἰησοῦς, υἱὸς Ναυή, Ἰεβοῦν. αὐτὸς δὲ παραλαβὼν τὴν χώραν ᾤκησε τὴν λεγομένην πόλιν Συχέμ, μετακαλέσας αὐτὴν Νεάπολιν. καὶ μετὰ τὴν τελευτὴν Ἰησοῦ, υἱοῦ Ναυή, τοῦ ποιήσαντος περᾶσαι τὸν λαὸν τῶν Ἰουδαίων τὸν Ἰορδάνην ποταμὸν κατὰ κέλευσιν θεοῦ καὶ ἐλθεῖν ἐπὶ τὴν τῆς Παλαιστίνης χώραν καὶ σάλπιγγι μυστικῇ λῦσαι τὰ τείχη Ἰεριχώ, μετὰ δὲ τοῦτον ἡγεῖτο τοῦ Ἰσραὴλ Φινεές· μετὰ δὲ Φινεὲς ἐδιῴκουν τὸν Ἰσραὴλ ιγʹ κριταί, ἐπιλεγέντες ἐκ τοῦ λαοῦ. Ἐν δὲ τοῖς τούτων χρόνοις ἦν παρ' Ἕλλησιν ὁ Προμηθεὺς καὶ ὁ Ἐπιμηθεὺς καὶ ὁ Ἄτλας καὶ ὁ πανόπτης Ἄργος, ὃν ἑκατοντόφθαλμον ἐκάλουν διὰ τὸ περίβλεπτον εἶναι τὸν ἄνδρα καὶ 70 γοργόν, καὶ ∆ευκαλίων, ὁ υἱὸς Ἕλληνος τοῦ Πίκου. ὁ δὲ Ἄργος αὐτὸς εὗρε τὴν τεχνικὴν ἐπὶ τὰ δυτικὰ μέρη· ὁ δὲ Ἄτλας ἡρμήνευσε τὴν ἀστρονομίαν· διὰ τοῦτο λέγουσιν ὅτι τὸν οὐρανὸν βαστάζει, διότι τὰ οὐρανοῦ ἔχει ἐν τῇ καρδίᾳ αὐτοῦ· ὁ δὲ Προμηθεὺς τὴν γραμματικὴν ἐξεῦρε φιλοσοφίαν· περὶ οὗ λέγουσιν ὅτι ἀνθρώπους ἔπλαττε, καθ' ὃ ἰδιώτας ὄντας ἐποίησεν ἐπιγινώσκειν διὰ φιλοσοφίας καὶ τῷ πρώην χρόνῳ εἰδέναι τὰ συμβάντα· ὁ δὲ Ἐπιμηθεὺς τὴν μουσικὴν ἐξεῦρεν· ὁ δὲ ∆ευκαλίων τὰ τοῦ κατακλυσμοῦ τοῦ μερικοῦ ἐξέθετο, καθὼς Εὐσέβιος ὁ Παμφίλου ὁ σοφώτατος συνεγράψατο. Μετὰ δὲ τὸ ἀποθανεῖν τοὺς κριτὰς τῶν Ἰουδαίων ἡγεῖτο τοῦ λαοῦ Βαρὰχ ὁ τοῦ Ἀβινοέμ. ἦν δέ τις γυνὴ προφῆτις ὀνόματι ∆εββῶρα, ἥτις ἔλεγε τοῖς Ἰουδαίοις πάντα τὰ μέλλοντα. Ἐν δὲ τοῖς καιροῖς ἐκείνοις ἦν καὶ παρ' Ἕλλησι μάντις Σίβυλλα· καὶ ἐν αὐτοῖς τοῖς χρόνοις Αἰγυπτίων ἐβασίλευσε Φαραὼ ὁ καὶ Ναραχώ· τῶν δὲ Ἀθηναίων ἐβασίλευσε Κέκροψ τις, ὅστις ἐξ Αἰγύπτου κατήγετο· ἦν δὲ παμμεγέθης, διὸ καὶ διφυῆ αὐτὸν ἐκάλουν. οὗτος δὲ πρῶτος βασιλεὺς ἐγένετο Ἀθηναίων μετὰ τὸν κατακλυσμὸν τῆς Ἀττικῆς· μετὰ δὲ τὸν κατακλυσμὸν τῆς Ἀττικῆς εἰς Ἀθηναίους ἦλθε τὸ βασίλειον. ἢ μόνον δὲ αὐτὸς ἐβασί 71 λευσε Κέκροψ Ἀθηναίων, ἐκέλευσε νομοθετῆσαι τὰς γυναῖκας τὰς ὑπὸ τὴν βασιλείαν