1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

17

κατασκευάζει, ὕστερον δὲ φανερώτερον, λέγων· Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος· καὶ πάλιν, Τὸ γὰρ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ· καὶ πολλὰ ἕτερα τοιαῦτα. Ἀλλ' οὔπω τολμᾷ τοιοῦτον οὐδὲν εἰπεῖν ἐν προοιμίοις, ἕως ἂν προκαταλάβῃ καὶ κατάσχῃ ταῖς πλείοσι προκατασκευαῖς τὸν ἀκροατήν. ∆ιὰ τί τοίνυν δεῖ περισσοτέρως ἡμᾶς προσέχειν, εἰπέ, Μήποτε, φησὶ, παραῤῥυῶμεν. Τουτέστι, μὴ ἀπολώμεθα, μὴ ἐκπέσωμεν. Καὶ δείκνυσιν ἐνταῦθα τὸ χαλεπὸν τῆς ἐκπτώσεως, ὅτι δύσκολον τὸ παραῤῥυὲν πάλιν ἐπανελθεῖν, καθότι ἐκ ῥᾳθυμίας τοῦτο συνέβη. Ἔλαβε δὲ τὴν λέξιν ἀπὸ τῶν Παροιμιῶν· Υἱὲ γὰρ, φησὶ, μὴ παραῤῥυῇς· καὶ τὸ εὔκολον τοῦ ὀλίσθου δεικνὺς, καὶ τὸ χαλεπὸν τῆς ἀπωλείας· τουτέστιν, οὐκ ἀκίνδυνος ἡμῖν ἡ παρακοή. Καὶ δι' ὧν μὲν κατασκευάζει δείκνυσιν ὅτι μείζων ἡ κόλασις. Ἀφίησι δὲ πάλιν αὐτὴν ἐν τῇ περιζητήσει, καὶ οὐκ ἐν τῷ συμπεράσματι. Καὶ γὰρ τοῦτό ἐστιν ἀνεπαχθῆ τὸν λόγον ποιεῖν, μὴ ἀφ' ἑαυτοῦ πανταχοῦ τὴν κρίσιν ἐπάγοντα ἀποφαίνεσθαι, ἀλλὰ κύριον ἀφιέναι τὸν ἀκροατὴν, ἵνα αὐτὸς ἐνέγκῃ τὴν ψῆφον· ὅπερ καὶ εὐγνωμονεστέρους ἐποίει γενέσθαι. Ποιεῖ δὲ αὐτὸ καὶ ἐν τῇ Παλαιᾷ ὁ προφήτης Νάθαν, καὶ ἐν τῷ Ματθαίῳ ὁ Χριστὸς λέγων· Τί ποιήσει τοῖς γεωργοῖς τοῦ ἀμπελῶνος ἐκείνου; καὶ αὐτοὺς ἀναγκάζων τὴν ψῆφον ἐξενεγκεῖν· τοῦτο γὰρ ἡ με 63.32 γίστη νίκη. Εἶτα εἰπών· Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, οὐκ ἐπήγαγε, πολλῷ μᾶλλον ὁ διὰ τοῦ Χριστοῦ· ἀλλὰ τοῦτο μὲν εἴασεν, εἶπε δὲ τὸ ἔλαττον, Πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; Καὶ ὅρα πῶς ποιεῖται τὴν σύγκρισιν. Εἰ γὰρ ὁ δι' ἀγγέλων λόγος λαληθεὶς, φησίν. Ἐκεῖ, ∆ι' ἀγγέλων, ἐνταῦθα δὲ, ∆ιὰ τοῦ Κυρίου· κἀκεῖ μὲν λόγος, ἐνταῦθα δὲ σωτηρία. Εἶτα, ἵνα μὴ εἴπῃ τις, τί δαί; ἃ σὺ λέγεις, ὦ Παῦλε, ταῦτα τοῦ Χριστοῦ ἐστι; προλαμβάνει, καὶ ἀποδείκνυσι τὸ ἀξιόπιστον ἔχοντα. Τῷ τε παρ' ἐκείνου γὰρ ἀκηκοέναι αὐτὰ τὸ ἀξιόπιστον δείκνυσι, καὶ τῷ νῦν ὑπὸ τοῦ Θεοῦ αὐτὰ λέγεσθαι, οὐχ ἁπλῶς φωνῆς φερομένης, καθάπερ ἐπὶ Μωϋσέως, ἀλλὰ σημείων γινομένων, καὶ πραγμάτων μαρτυρούντων. δʹ. Τί δέ ἐστιν, Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος; Καὶ ἐν τῇ πρὸς Γαλάτας οὕτω πως φησί· ∆ιαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου· καὶ πάλιν, Ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε· καὶ πανταχοῦ δι' ἀγγέλων αὐτόν φησι δίδοσθαι. Τινὲς μὲν οὖν τὸν Μωϋσέα φασὶν αἰνίττεσθαι· ἀλλ' οὐκ ἔχει λόγον· ἀγγέλους γὰρ ἐνταῦθα πολλούς φησι. Καὶ ἀγγέλους δὲ ἐνταῦθα τούτους φησὶ τοὺς ἐν τῷ οὐρανῷ. Τί οὖν ἐστιν εἰπεῖν; Ἤτοι τὴν δεκάλογόν φησι μόνον· ἐκεῖ γὰρ Μωϋσῆς ἐλάλει, καὶ ὁ Θεὸς ἀπεκρίνετο· ἢ ὅτι παρῆσαν ἄγγελοι, τοῦ Θεοῦ διαταττομένου· ἢ ὅτι περὶ τῶν ἐν τῇ Παλαιᾷ λεγομένων καὶ πραττομένων ἁπάντων, ὡς ἀγγέλων κοινωνησάντων ἐν τούτοις ταῦτά φησι. Πῶς δὲ ἀλλαχοῦ φησιν, ὅτι Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἐνταῦθα δὲ δι' ἀγγέλων; φησὶ γὰρ, Καὶ κατέβη ὁ Θεὸς ἐν γνόφῳ. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος. Τί ἐστι, Βέβαιος; Ἀληθὴς, ὡς ἄν τις εἴποι, καὶ πιστός· διότι ἐν τῷ προσήκοντι καιρῷ πάντα ἐξέβη τὰ λεχθέντα· ἢ τοίνυν τοῦτό φησιν, ἢ ὅτι ἐκράτησε, καὶ αἱ ἀπειλαὶ εἰς ἔργον ἤρχοντο· ἢ λόγον φησὶ τὰ προστάγματα. Πολλὰ γὰρ χωρὶς νόμου προσέταξαν ἄγγελοι παρὰ Θεοῦ πεμπόμενοι· οἷον ἐπὶ τοῦ κλαυθμῶνος, ἐπὶ τῶν Κριτῶν, ἐπὶ τοῦ Σαμψών. ∆ιὰ γὰρ τοῦτο οὐκ εἶπε· Νόμος, ἀλλὰ, Λόγος. Καὶ τάχα μοι δοκεῖ τοῦτο λέγειν δηλῶν διὰ τούτου μᾶλλον τὰ διὰ τῶν ἀγγέλων οἰκονομηθέντα. Τί οὖν ἐροῦμεν; Ὅτι παρῆσαν οἱ ἄγγελοι τότε οἱ τὸ ἔθνος ἐμπεπιστευμένοι, καὶ αὐτοὶ τὰς σάλπιγγας ἐποίουν, καὶ τὰ ἕτερα, τὸ πῦρ, τὸν γνόφον. Καὶ πᾶσα παράβασις, φησὶ, καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν. Οὐχ ἡ μὲν, ἡ δὲ οὒ, ἀλλὰ πᾶσα. Οὐδὲν ἀνεκδίκητον ἔμεινε, φησὶν, ἀλλ' Ἔλαβεν ἔνδικον μισθαποδοσίαν· ἀντὶ τοῦ, κόλασιν. Καὶ τί δήποτε οὕτως εἶπεν; Οὕτως ἔθος τῷ Παύλῳ μὴ πολὺν τῶν λέξεων ποιεῖσθαι λόγον, ἀλλ' ἀδιαφόρως καὶ ἐπὶ εὐφήμων τιθέναι κακέμφατα· οἷον καὶ ἀλλαχοῦ φησιν· Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Καὶ πάλιν