18
ἀλλαχοῦ τὴν ἀντιμισθίαν τέθεικεν ἀντὶ κολάσεως, καὶ ἐνταῦθα τὴν κόλασιν μισθὸν καλεῖ. Εἰ δίκαιον, φησὶ, παρὰ τῷ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν. Τουτέστιν, οὐ παρεφθάρη τὸ δίκαιον, ἀλλ' ἐπεξῆλθεν ὁ Θεὸς, καὶ τὴν δίκην περιέτρεψεν ἐπὶ τοὺς ἡμαρτηκότας· καίτοι τῶν ἁμαρτημάτων οὐ πάντων εἰς φανερὸν γινομένων, εἰ μὴ παραβαθείη τὰ διατεταγμένα. Πῶς οὖν ἡμεῖς, 63.33 φησὶν, ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; ∆ιὰ τούτου ἐδήλωσεν, ὅτι οὐ πολλή τις ἦν ἐκείνη ἡ σωτηρία. Καλῶς δὲ καὶ τὸ, Τηλικαύτης, προσέθηκεν. Οὐ γὰρ ἐκ πολέμων, φησὶν, ἡμᾶς διασώσει νῦν, οὐδὲ τὴν γῆν καὶ τὰ ἐν τῇ γῇ ἀγαθὰ παρέξει, ἀλλὰ θανάτου κατάλυσις ἔσται, ἀλλὰ διαβόλου ἀπώλεια, ἀλλ' οὐρανῶν βασιλεία, ἀλλὰ ζωὴ αἰώνιος. Ταῦτα γὰρ πάντα ἐν συντόμῳ ἐνέφηνεν εἰπὼν, Τηλικαύτης ἀμελήσαντες σωτηρίας. Εἶτα καὶ τὸ ἀξιόπιστον ἐπάγει· Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου· τουτέστι, παρ' αὐτῆς τῆς πηγῆς ἔσχε τὴν ἀρχήν· οὐκ ἄνθρωπος αὐτὴν διεπόρθμευσεν εἰς τὴν γῆν, οὐ κτιστὴ δύναμις, ἀλλ' αὐτὸς ὁ Μονογενής. Ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη. Τί ἐστιν, Ἐβεβαιώθη; Ἐπιστεύθη, ἢ ἐξέβη· τὸν γὰρ ἀῤῥαβῶνα, φησὶν, ἔχομεν· τουτέστιν, οὐκ ἐσβέσθη, οὐκ ἔληξεν, ἀλλὰ κρατεῖ καὶ περιγίνεται. Τὸ δὲ αἴτιον, ἡ θεία δύναμις ἐνεργεῖ. Τί ἐστιν, Ὑπὸ τῶν ἀκουσάντων; Τουτέστιν, οἱ παρὰ τοῦ Κυρίου ἀκούσαντες αὐτοὶ ἡμᾶς ἐβεβαίωσαν. Μέγα τοῦτο καὶ ἀξιόπιστον. Ὅπερ καὶ Λουκᾶς φησιν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου· Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου. Πῶς οὖν ἐβεβαιώθη; τί οὖν, εἰ οἱ ἀκούσαντες ἔπλασαν, φησί; Τοῦτο τοίνυν ἀναιρῶν, καὶ δεικνὺς οὐκ ἀνθρωπίνην τὴν χάριν, ἐπήγαγε, Συνεπιμαρτυροῦντος τοῦ Θεοῦ. Οὐκ ἂν γὰρ, εἰ ἔπλασαν, ὁ Θεὸς αὐτοῖς ἐμαρτύρησε. Μαρτυροῦσι μὲν κἀκεῖνοι, μαρτυρεῖ δὲ καὶ ὁ Θεός. Πῶς μαρτυρεῖ; Οὐ λόγῳ, οὐδὲ φωνῇ· ἦν μὲν γὰρ καὶ τοῦτο πιστόν· ἀλλὰ πῶς; Σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι. Καλῶς τὸ, Ποικίλαις δυνάμεσι, τέθεικε, τὴν ἀφθονίαν τῶν χαρισμάτων δηλῶν· ὅπερ οὐ γεγένηται ἐπὶ τῶν προτέρων, οὐδὲ τοσαῦτα σημεῖα, καὶ οὕτω διάφορα. Τουτέστιν, οὐχ ἁπλῶς ἐπιστεύσαμεν ἐκείνοις, ἀλλὰ διὰ σημείων καὶ τεράτων. Ὥστε οὐκ ἐκείνοις πιστεύομεν, ἀλλ' αὐτῷ τῷ Θεῷ. Καὶ Πνεύματος ἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν. Τί οὖν, ὅτι καὶ γόητες σημεῖα ποιοῦσι, καὶ Ἰουδαῖοι ἐν Βεελζεβοὺλ ἔλεγον αὐτὸν ἐκβάλλειν τὰ δαιμόνια; Ἀλλ' οὐ τοιαῦτα ποιοῦσι σημεῖα· διὰ τοῦτο εἶπε, Ποικίλαις δυνάμεσιν. Ἐκεῖνα γὰρ οὐ δύναμις, ἀλλ' ἀσθένεια καὶ φαντασία καὶ διάκενα πράγματα. ∆ιὰ τοῦτο εἶπε, Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. εʹ. Ἐνταῦθα καί τι ἄλλο αἰνίττεσθαί μοι δοκεῖ· εἰκὸς γὰρ μὴ εἶναι πολλοὺς ἐκεῖ χαρίσματα ἔχοντας, ἐκλελοιπέναι δὲ ταῦτα, ἅτε νωθροτέρων αὐτῶν γενομένων. Ἵν' οὖν αὐτοὺς καὶ ἐν τούτῳ παραμυθήσηται, καὶ μὴ ἀφῇ καταπεσεῖν, τὸ πᾶν ἀνέθηκε τῇ τοῦ Θεοῦ βουλῇ· αὐτὸς οἶδε τίνι τί συμφέρει, φησὶ, καὶ οὕτω καταμερίζει τὴν χάριν· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ λέγων· Ὁ Θεὸς ἔθετο ἕνα ἕκαστον ἡμῶν, καθὼς ἠθέλησε· καὶ πάλιν, Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέρον, κατὰ τὴν αὐτοῦ θέλησιν. ∆είκνυσιν ὅτι τὸ χάρισμα κατὰ τὴν τοῦ Πατρός ἐστι θέλησιν. Πολλάκις δὲ καὶ δι' ἀκάθαρτον βίον καὶ νωθῆ οὐκ ἔλαβον πολλοὶ χάρισμα· ἐνίοτε δὲ καὶ καλὸν βίον ἔχοντες καὶ καθαρὸν οὐκ ἔλαβον· τί δήποτε; Ὥστε μὴ ἐκτραχηλισθῆναι, ὥστε μὴ φυσιωθῆναι, ὥστε μὴ ῥᾳ 63.34 θυμοτέρους γενέσθαι, ὥστε μὴ πλέον ἐπαρθῆναι. Εἰ γὰρ καὶ χωρὶς χαρίσματος αὐτὴ τοῦ καθαροῦ βίου ἡ συνείδησις ἱκανὴ ἐπᾶραι, πολλῷ μᾶλλον, ὅταν καὶ ἡ χάρις προσῇ. Ὥστε τοῖς ταπεινοῖς καὶ τοῖς ἀφελέσι μᾶλλον ἐδίδοτο· καὶ μάλιστα τοῖς ἀφελέσιν· Ἐν ἀφελότητι γὰρ, φησὶ, καὶ ἐν ἀγαλλιάσει καρδίας. Καὶ γὰρ καὶ ταύτῃ προέτρεψεν αὐτοὺς μᾶλλον· καὶ εἰ ῥᾳθυμότεροι ἦσαν, κατένυξεν. Ὁ γὰρ ταπεινὸς καὶ μὴ μεγάλα περὶ ἑαυτοῦ φανταζόμενος, σπουδαιότερος γίνεται, ὅταν λάβῃ χάρισμα, ἅτε παρ' ἀξίαν εἰληφὼς, καὶ οὐκ ἄξιον