1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

19

ἑαυτὸν εἶναι κρίνων· ὁ δέ τι κατωρθωκέναι νομίζων, ὀφειλὴν εἶναι τὸ πρᾶγμα ἡγούμενος καὶ πεφυσίωται. Ὥστε ὁ Θεὸς συμφερόντως τὸ πρᾶγμα οἰκονομεῖ τοῦτο. Ὅπερ καὶ ἐν τῇ Ἐκκλησίᾳ συμβαῖνον ἴδοι τις ἄν· ὁ μὲν γὰρ ἔχει λόγον διδασκαλικὸν, ὁ δὲ οὐδὲ διᾶραι τὸ στόμα δύναται. Μηδεὶς τοίνυν λυπείσθω διὰ τοῦτο· Ἑκάστῳ γὰρ ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέρον. Εἰ γὰρ ἄνθρωπος οἰκοδεσπότης οἶδε τίνι τί ἐγχειρίσει, πολλῷ μᾶλλον ὁ Θεὸς ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν. Ἕν ἐστι μόνον τὸ λύπης ἄξιον, τὸ ἁμαρτάνειν, ἄλλο δὲ οὐδέν. Μὴ εἴπῃς, ∆ιὰ τί οὐκ ἔχω χρήματα; ἢ, Εἰ εἶχον, παρέσχον ἂν τοῖς πένησιν. Οὐκ οἶδας, εἰ εἶχες, εἰ μὴ μᾶλλον καὶ πλεονέκτης ἦς· νῦν μὲν γὰρ ταῦτα λέγεις, ἐν δὲ τῇ πείρᾳ γενόμενος, ἕτερος ἂν ἧς. Ἐπεὶ καὶ ὅταν ὦμεν κεκορεσμένοι, νομίζομεν ὅτι δυνάμεθα νηστεύειν· ὅταν δὲ μικρὸν διαλείπωμεν, ἕτερος ἡμᾶς ἐπεισέρχεται λογισμός. Πάλιν, ὅταν ὦμεν ἐκτὸς τῆς μέθης, νομίζομεν δύνασθαι περιγενέσθαι τοῦ πάθους· ὅταν δὲ ἁλῶμεν ὑπ' αὐτῆς, οὐκέτι. Μὴ εἴπῃς, Εἰς τί οὐκ ἔσχον χάρισμα διδασκαλικόν; ἢ, Εἰ εἶχον, μυρίους ἂν ᾠκοδόμησα. Οὐκ οἶδας, εἰ εἶχες, μὴ εἰς κρίμα σοι ἐγένετο, μὴ βασκανία, μὴ ὄκνος παρεσκεύαζε τὸ τάλαντον κρύπτειν. Νῦν μὲν οὖν ἁπάντων τούτων ἀπήλλαξαι, καὶ τὸ σιτομέτριον ἐὰν μὴ δῷς, οὐκ ἐγκαλῇ· τότε δὲ μυρίοις ἂν ὑπεύθυνος ἦς. Ἄλλως δὲ, οὐδὲ νῦν ἐκτὸς εἶ τοῦ χαρίσματος. ∆εῖξον ἐν τῷ μικρῷ, οἷος ἦς, εἰ ἐκεῖνο εἶχες· Εἰ γὰρ ἐν τῷ μικρῷ οὐ γίνεσθε, φησὶ, πιστοὶ, πῶς τὸ μέγα ὑμῖν τις δώσει; ∆εῖξον ὡς ἡ χήρα· δύο γὰρ ὀβολοὺς εἶχεν ἐκείνη, καὶ ὅλα κατέλαβεν, ὅσα ἐκέκτητο. Χρήματα ζητεῖς; δεῖξον ὅτι τῶν ὀλίγων καταφρονεῖς, ἵνα σοι πιστεύσω καὶ περὶ τῶν πολλῶν· εἰ δὲ μηδὲ τούτων καταφρονεῖς, πολλῷ μᾶλλον οὐδὲ ἐκείνων. Πάλιν, ἐν τῷ λόγῳ δεῖξον ὅτι κέχρησαι δεόντως τῇ παραινέσει καὶ τῇ συμβουλῇ. Οὐκ ἔχεις εὐγλωττίαν τὴν ἔξωθεν; οὐκ ἔχεις νοημάτων ἀφθονίαν; ἀλλ' ὅμως ταῦτα τὰ κοινὰ οἶδας. Παῖδα ἔχεις, γείτονα ἔχεις, φίλον ἔχεις, ἀδελφὸν ἔχεις, οἰκείους ἔχεις· κἂν δημοσίᾳ ἐπὶ τῆς ἐκκλησίας μὴ δύνῃ λόγον ἀποτεῖναι μακρὸν, τούτοις ἰδίᾳ δύνασαι παραινεῖν· ἐνταῦθα οὐ ῥητορείας χρεία, οὐδὲ μακρᾶς ἀποτάσεως· δεῖξον ἐπὶ τούτων, ὅτι εἰ καὶ λόγον εἶχες, οὐκ ἂν ἠμέλησας. Εἰ δὲ ἐν τῷ μικρῷ οὐ σπουδάζεις, πῶς σοι πιστεύσω περὶ τοῦ μεγάλου; Ὅτι γὰρ τοῦτο ἕκαστος δύναται, ἄκουσον πῶς καὶ λαϊκοῖς τοῦτο ἐπέτρεψεν ὁ Παῦλος· Ἕκαστος, φησὶν, οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε· καὶ, Παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Οἶδεν ὁ Θεὸς πῶς ἑκάστῳ διανείμῃ. Μὴ σὺ τοῦ Μωϋσέως εἶ βελτίων; Ἄκουσον πῶς ἀποδυσπετεῖ. Μὴ ἐγὼ δύναμαι, φησὶ, βαστάζειν αὐτοὺς, ὅτι εἶπές μοι, Ἆρον αὐτοὺς, ὡσεὶ ἄραι τιθη 63.35 νὸς τὸν θηλάζοντα; Τί οὖν ὁ Θεός; Ἐξεῖλεν ἀπὸ τοῦ πνεύματος αὐτοῦ, καὶ ἔδωκε τοῖς ἄλλοις, δεικνὺς ὅτι οὐδὲ ὅτε ἐβάσταζεν αὐτοὺς, αὐτοῦ τοῦτο τὸ χάρισμα ἦν, ἀλλὰ τοῦ Πνεύματος. Εἰ τὸ χάρισμα εἶχες, πολλάκις ἂν ἐπήρθης, πολλάκις ἂν ἐξετράπης· οὐκ οἶδας σὺ σαυτὸν, ὡς ὁ Θεός σε οἶδε. Μὴ λέγωμεν· Εἰς τί τοῦτο, καὶ διὰ τί τοῦτο; ὅταν οἰκονομῇ ὁ Θεὸς, μὴ ἀπαιτῶμεν αὐτὸν εὐθύνας· τοῦτο γὰρ ἐσχάτης ἀσεβείας καὶ ἀπονοίας ἐστί. ∆οῦλοί ἐσμεν, καὶ δοῦλοι πολὺ τοῦ ∆εσπότου διεστηκότες, οὐδὲ τὰ ἐν ποσὶν ἐπιστάμενοι. Μὴ δὴ τὴν βουλὴν τοῦ Θεοῦ περιεργαζώμεθα, ἀλλ' ὅπερ δέδωκε, τοῦτο φυλάττωμεν, κἂν μικρὸν ᾖ, κἂν ἔσχατον, καὶ πάντως εὐδοκιμήσομεν· μᾶλλον δὲ, οὐδὲν μικρὸν τῶν τοῦ Θεοῦ δωρεῶν ἐστιν· ἀλγεῖς ὅτι οὐκ ἔχεις χάρισμα διδασκαλίας; εἰπὲ δή μοι, τί σοι δοκεῖ μεῖζον εἶναι, χάρισμα διδασκαλίας, ἢ χάρισμα ἰαμάτων; Πάντως τοῦτο. Τί δὲ, τοῦ νόσους ἀπελαύνειν οὐ δοκεῖ σοι μεῖζον εἶναι τὸ τυφλοὺς ὀμματοῦν; οὐ δοκεῖ σοι μεῖζον εἶναι τὸ νεκροὺς ἀνιστᾷν; Τί δὲ, εἰπέ μοι; τοῦ λόγῳ τοῦτο ποιεῖν οὐ δοκεῖ σοι μεῖζον εἶναι τὸ σκιαῖς καὶ σουδαρίοις τοῦτο ἐργάζεσθαι; Τί οὖν θέλεις, εἰπέ μοι, σκιαῖς καὶ σουδαρίοις νεκροὺς ἀνιστᾷν, ἢ τὸ χάρισμα τῆς διδασκαλίας ἔχειν; Πάντως ἐκεῖνο, ἐρεῖς, τὸ σκιαῖς καὶ σουδαρίοις νεκροὺς ἀνιστᾷν. ʹ. Ἂν οὖν σοι δείξω, ὅτι πολλῷ τούτου μεῖζόν ἐστιν ἕτερον