19
συγγενὴς αὐτῶν ὑπῆρχε καὶ ἐκ τῆς αὐτῶν χώρας ἔφερε τὸ γένος. καὶ ᾔτουν συγγνώμην τῇ τῶν ἀμφοτέρων ἀγνοίᾳ, καὶ ἀπολογησάμενοι πρὸς τούτους ἔκτισαν ἐν τῇ αὐτῇ Κυζίκῳ πόλει μετὰ τὴν νίκην ἱερόν. καὶ ἀπελθόντες οἱ Ἀργοναῦται εἰς τὸ μαντεῖον, ἔνθα λέγεται τὰ Πύθια θερμά, καὶ ποιήσαντες θυσίαν ἐπηρώτησαν λέγοντες ταῦτα. Προφήτευσον ἡμῖν, προφῆτα, Τιτάν, Φοῖβε Ἄπολλον, τίνος ἔσται δόμος οὗτος, εἰ τί δὲ ἔσται; καὶ ἐδόθη αὐτοῖς χρησμὸς παρὰ τῆς Πυθίας οὗτος. Ὅσα μὲν πρὸς ἀρετὴν καὶ κόσμον ὄρωρε ποιεῖτε. ἐγὼ δὲ ἐφετμέω τρεῖν ἕνα μοῦνον ὑψιμέδοντα θεόν, οὗ λόγος ἄφθιτος ἐν ἀδαεῖ κόρῃ ἔγκυος ἔσται. οὗτος ὥσπερ τόξον πυριφόρον μέσον διαδραμὼν ἅπαντα κόσμον, 78 ζωγρεύσας πατρὶ προσάξει δῶρον. αὐτῆς ἔσται δόμος, Μαρία δὲ τοὔνομα αὐτῆς. καὶ γράψαντες τὸν χρησμὸν οἱ ἥρωες ἐν λίθῳ, ἤτοι μαρμάρῳ, χαλκέοις γράμμασιν, ἔθηκαν εἰς τὸ ὑπέρθυρον τοῦ ναοῦ, καλέσαντες τὸν οἶκον Ῥέας μητρὸς θεῶν. ὅστις οἶκος μετὰ χρόνους πολλοὺς ἐγένετο ἐκκλησία τῆς ἁγίας καὶ θεοτόκου Μαρίας ὑπὸ Ζήνωνος βασιλέως. Οἱ δὲ Ἀργοναῦται ἐκ τῆς Ἑλλησπόντου ἐξορμήσαντες κατέπλευσαν ἐπὶ τὰς Πριγκιπίους νήσους· κἀκεῖθεν ἀνῆλθον τὸν Χαλκηδόνος πλοῦν, περᾶσαι βουλόμενοι τὸν ἀνάπλουν τῆς Ποντικῆς θαλάσσης. καὶ ἐπολεμήθησαν πάλιν ὑπὸ τοῦ Ἀμύκου καὶ φοβηθέντες τοῦ ἀνδρὸς τὴν δύναμιν κατέφυγον ἐν κόλπῳ τινὶ κατάλσῳ, δασυτάτῳ πάνυ καὶ ἀγρίῳ· καὶ ἐθεάσαντο ἐν ὀπτασίᾳ δύναμίν τινα ὡς ἐκ τοῦ οὐρανοῦ προσπελάσασαν πρὸς αὐτοὺς ἀνδρὸς φοβεροῦ φέροντος τοῖς ὤμοις πτέρυγας ὡς ἀετοῦ, ὅστις ἐχρημάτισεν αὐτοῖς τὴν κατὰ τοῦ Ἀμύκου νίκην. οἵτινες θαῤῥήσαντες συνέβαλον τῷ Ἀμύκῳ· καὶ νικήσαντες αὐτὸν καὶ εὐχαριστοῦντες ἔκτισαν ἐν τῷ αὐτῷ τόπῳ ὅπου τὴν δύναμιν ἑωράκασιν ἱερόν, στήσαντες ἐκεῖ ἐκτύπωμα τῆς παρ' αὐτῶν θεαθείσης δυνάμεως, καλέσαντες τὸν αὐτὸν τόπον ἢ τὸ ἱερὸν αὐτὸ Σωσθένην, διότι ἐκεῖ φυγόντες ἐσώθησαν· ὅστις τόπος οὕτως κέκληται ἕως τῆς νῦν. ὅπερ ἱερὸν μετὰ τὸ βασιλεῦσαι Βυζάντιον ἐθεάσατο 79 ἀπελθὼν ἀσφαλίσασθαι αὐτὸ Κωνσταντῖνος ὁ μέγας βασιλεύς· ὃς γενόμενος χριστιανός, καὶ τῷ ἐκτυπώματι τῆς στήλης προσεσχηκὼς τῷ ἑστῶτι ἐκεῖ, εἶπεν ὅτι ἀγγέλου σημεῖον σχήματι μοναχοῦ παρὰ τοῦ δόγματος τῶν χριστιανῶν. καὶ ἐκπλαγεὶς ἐπὶ τῷ τόπῳ καὶ τῷ κτίσματι, καὶ εὐξάμενος γνῶναι ποίας ἐστὶ δυνάμεως ἀγγέλου τὸ ἐκτύπωμα, παρεκοιμήθη τῷ τόπῳ. καὶ ἀκούσας ἐν ὁράματι τὸ ὄνομα τῆς δυνάμεως, εὐθέως ἐγερθεὶς ἐκόσμησε τὸν τόπον, ποιήσας κατὰ ἀνατολὰς εὐχήν. καὶ ἐπωνόμασε τὸ εὐκτήριον, ἤτοι τὸν τόπον, τοῦ ἁγίου ἀρχαγγέλου Μιχαήλ. Οἱ δὲ Ἀργοναῦται μετὰ τὴν νίκην τοῦ Ἀμύκου ἐκεῖθεν ἐξορμήσαντες ἐπὶ τὴν Ποντικὴν ἀνέπλευσαν διὰ τὸ χρύσεον δέρας. οἵτινες ἔλαβον αὐτὸ καὶ τὴν Μήδειαν, τὴν τοῦ Ἀέτου θυγατέρα, βασιλέως τῆς Σκυθίας, ἀπὸ Κολχίδος χώρας· ὅθεν ἱστορεῖται τὰ κατὰ Ἰάσονα καὶ Γλαύκην, τοῦ Κρέοντος θυγατέρα, βασιλέως τῆς Θεσσαλίας, τὴν καὶ ἐμπρησθεῖσαν ἐκ συμβάντος τινὸς ἅμα τῷ πατρὶ ἐν τοῖς ὑμεναίοις, καὶ τὰ ἄλλα τῆς ἱστορίας, ἅτινα ὁ σοφώτατος Ἀπολλώνιος ὁ ἱστορικὸς συνεγράψατο. Μετὰ δὲ Θῶλαν ἡγεῖτο τοῦ Ἰσραὴλ Αἰγλὼμ ὁ Ζαβουλωνίτης· ἐν ἐκείνοις δὲ τοῖς χρόνοις ἦν παρ' Ἕλλησι μάντις ἄλλη, Σίβυλλα ἡ Ἐρυθραία. ἐν οἷς χρόνοις ἐβασίλευσε τῆς Φρυγίας ὁ Τρῶος, ὃς ἐγένετο πατὴρ Ἰλίου καὶ Γανυμήδους. οὗτος ἔκτισε πόλεις δύο, τὴν Τροίαν εἰς ὄνομα ἴδιον καὶ τὸ Ἴλιον εἰς 80 ὄνομα Ἰλίου τοῦ μείζονος αὐτοῦ υἱοῦ. ὅστις πληρώσας τὰ τείχη τῶν πόλεων, τοὺς τοπαρχοῦντας, ἤτοι βασιλεύοντας, τῆς Εὐρώπης χώρας πάντας προετρέψατο δίχα τοῦ Ταντάλου, βασιλέως τῆς Μυκηναίων χώρας. καὶ πρὸς τοῦτο ἐλυπήθη ὁ Τάνταλος, καὶ ἔσχεν ἔχθραν μεγάλην πρὸς αὐτόν· ἦν δὲ ταξάμενος ὁ Τρῶος πρὸ τοῦ ἄρχεσθαι κτίζειν τὰς πόλεις δῶρα πέμπειν καὶ θυσίας ποιεῖν ἐν τῷ ἱερῷ τοῦ