20
χάρισμα, καὶ ἐξόν σοι λαβεῖν, οὐ λαμβάνων, δικαίως καὶ τούτων ἀπεστέρησαι, τί ἐρεῖς; Πλὴν τοῦτο τὸ χάρισμα οὐχ ἑνὶ, οὐδὲ δευτέρῳ, ἀλλὰ πᾶσιν ἔξεστιν ἔχειν. Οἶδα ὅτι κεχήνατε καὶ ἐξεπλάγητε, εἴ γε μέλλοιτε ἀκούσεσθαι, ὅτι ἔξεστιν ὑμῖν μεῖζον χάρισμα ἔχειν τοῦ νεκροὺς ἀνιστᾷν, καὶ τυφλοὺς ὀμματοῦν, καὶ ἐκεῖνα ποιεῖν ἃ καὶ ἐπὶ τῶν ἀποστόλων· καὶ τάχα καὶ ἄπιστον ὑμῖν εἶναι δοκεῖ. Τί οὖν τοῦτό ἐστι τὸ χάρισμα; Ἡ ἀγάπη. Ἀλλὰ πιστεύσατέ μοι· οὐκ ἐμὸς γὰρ οὗτος ὁ λόγος, ἀλλὰ τοῦ Χριστοῦ διὰ Παύλου φθεγγομένου. Τί γάρ φησι; Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα, καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Τί ἐστιν, Ἔτι καθ' ὑπερβολήν; Ὃ λέγει τοιοῦτόν ἐστι· Κορίνθιοι μέγα ἐφρόνουν ἐπὶ τοῖς χαρίσμασι τότε, καὶ οἱ ἔχοντες γλώσσας, τὸ ἐλάχιστον χάρισμα, ἐφυσιοῦντο κατὰ τῶν λοιπῶν. Λέγει οὖν· Ὅλως θέλετε χαρίσματα; ἐγὼ δείκνυμι ὑμῖν ὁδὸν χαρισμάτων, οὐχ ἁπλῶς ὑπερέχουσαν, ἀλλὰ καθ' ὑπερβολήν. Εἶτά φησιν, Ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι· καὶ ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Εἶδες χάρισμα; Οὐκοῦν ζήλωσον τοῦτο τὸ χάρισμα. Τοῦτο τοῦ νεκροὺς ἐγείρειν μεῖζον· τοῦτο τῶν ἄλλων ἁπάντων πολλῷ βέλτιον. Καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἄκουσον τί φησιν ὁ Χριστὸς τοῖς μαθηταῖς διαλεγόμενος· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Εἶτα δεικνὺς ἐν ποίῳ, οὐκ εἶπε τὰ θαύματα, ἀλλὰ τί; Ἐὰν ἀγάπην ἔχητε 63.36 ἐν ἀλλήλοις. Καὶ πάλιν πρὸς τὸν Πατέρα φησίν· Ἐν τούτῳ γνώσονται, ὅτι σύ με ἀπέστειλας, ἐὰν ὦσιν ἕν. Καὶ αὐτὸς ἔλεγε πρὸς τοὺς μαθητάς· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Τῶν τοίνυν τοὺς νεκροὺς ἀνιστώντων σεμνότερος ὁ τοιοῦτος καὶ λαμπρότερος· εἰκότως. Ἐκεῖνο μὲν γὰρ ὅλον τῆς τοῦ Θεοῦ χάριτός ἐστι, τοῦτο δὲ καὶ τῆς σῆς σπουδῆς. Τοῦτο ὄντως Χριστιανοῦ· τοῦτο δείκνυσι τὸν τοῦ Χριστοῦ μαθητὴν, τὸν ἐσταυρωμένον, τὸν οὐδὲν ἔχοντα κοινὸν ἐν τῇ γῇ· τούτου χωρὶς οὐδὲ μαρτύριον ὠφελῆσαί τι δύναται. Καὶ ἵνα μάθῃς, ὅρα τοῦτο σαφῶς· ἔλαβε δύο κορυφὰς ἀρετῶν ὁ μακάριος Παῦλος, μᾶλλον δὲ τρεῖς, τὰς ἐν τοῖς σημείοις, τὰς ἐν τῇ γνώσει, τὰς ἐν τῷ βίῳ· καὶ ταύτης ἄνευ οὐδὲν ἔφησεν εἶναι ταῦτα. Πῶς δὲ οὐδέν ἐστι ταῦτα, ἐγὼ λέγω· Ἐὰν ψωμίσω μου, φησὶ, τὰ ὑπάρχοντα, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Ἔστι γὰρ καὶ ψωμίζοντα μὴ εἶναι ἀγαπητικὸν, καὶ χρήματα κενοῦντα. Καὶ εἴρηται μὲν ἡμῖν ταῦτα ἀρκούντως ἐν τῷ τόπῳ τῷ περὶ τῆς ἀγάπης, κἀκεῖ παραπέμπομεν τοὺς ἐντυγχάνοντας· τέως δὲ, ὅπερ ἔφην, ζηλώσωμεν τὸ χάρισμα, ἀγαπήσωμεν ἀλλήλους, καὶ οὐδενὸς ἑτέρου δεηθησόμεθα πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν, ἀλλὰ πάντα ἡμῖν ἔσται εὔκολα χωρὶς ἱδρώτων, καὶ ἅπαντα κατορθώσομεν μετὰ πολλῆς τῆς σπουδῆς. Ἀλλ' ἰδοὺ καὶ νῦν, φησὶν, ἀγαπῶμεν ἀλλήλους· ὁ μὲν γὰρ ἔχει φίλους δύο, ἢ τρεῖς, ὁ δὲ τέτταρας. Ἀλλὰ τοῦτο οὐκ ἔστι διὰ τὸν Θεὸν ἀγαπᾷν, ἀλλὰ διὰ τὸ φιλεῖσθαι· τὸ δὲ διὰ τὸν Θεὸν ἀγαπᾷν, οὐ ταύτην ἔχει τὴν ἀρχὴν τῆς ἀγάπης, ἀλλὰ πρὸς πάντας, ὡς πρὸς ἀδελφοὺς, ὁ τοιοῦτος διακείσεται, τοὺς μὲν ὁμοπίστους, ἅτε γνησίους ὄντας ἀδελφοὺς, φιλῶν, τοὺς δὲ αἱρετικοὺς καὶ Ἕλληνας καὶ Ἰουδαίους, ὡς ἀδελφοὺς μὲν κατὰ τὴν φύσιν, φαύλους δὲ τυγχάνοντας καὶ ἀχρήστους, ἐλεῶν, καὶ τηκόμενος ὑπὲρ αὐτῶν καὶ δακρύων. Ἐν τούτῳ ὅμοιοι ἐσόμεθα τῷ Θεῷ, ἐὰν πάντας ἀγαπῶμεν, καὶ τοὺς ἐχθροὺς, οὐκ ἐὰν σημεῖα ποιῶμεν. Ἐπεὶ καὶ τὸν Θεὸν θαυμάζομεν μὲν καὶ ὅταν θαύματα ἐργάζηται, πολλῷ δὲ πλέον, ὅταν φιλανθρωπεύηται, ὅταν ἀνεξικακῇ. Εἰ τοίνυν καὶ ἐπὶ τοῦ Θεοῦ ἐκεῖνο πολλοῦ θαύματος ἄξιον, πολλῷ μᾶλλον ἐπ' ἀνθρώπων εὔδηλον ὅτι τοῦτο ἡμᾶς θαυμαστοὺς ἀπεργάζεται. Τοῦτο τοίνυν ζηλώσωμεν· καὶ Παύλου καὶ Πέτρου καὶ τῶν μυρίους ἀναστησάντων νεκροὺς οὐδὲν ἔλαττον ἕξομεν, κἂν πυρετὸν ἀπελάσαι μὴ δυνώμεθα· ἐκείνης δὲ χωρὶς, κἂν αὐτῶν τῶν ἀποστόλων μείζονα ἐργασώμεθα σημεῖα, κἂν μυρίοις κινδύνοις ἑαυτοὺς ὑπὲρ τῆς πίστεως παραβάλωμεν, οὐδὲν ἡμῖν ἔσται ὄφελος. Καὶ ταῦτα οὐκ ἐγὼ λέγω, ἀλλ' αὐτὸς ὁ τῆς ἀγάπης τρόφιμος ταῦτα ἐπίσταται· ἐκείνῳ τοίνυν πειθώμεθα. Οὕτω γὰρ