20
∆ιὸς τοῦ εἰς τὴν Εὐρώπην χώραν. ὅστις πληρώσας τὰ τείχη μετὰ δύο ἔτη ἔπεμψε τὸν ἴδιον αὐτοῦ ἀδελφὸν τὸν μικρότερον, τὸν λεγόμενον Γανυμήδην, ὃν ἠγάπα, ὡς εὐπρεπῆ καὶ μικρότερον, εἰς τὸ ἀπενέγκαι τὰ δῶρα εἰς τὸ ἱερὸν τοῦ ∆ιὸς καὶ πληρῶσαι τὴν θυσίαν τοῦ τάγματος, δεδωκὼς αὐτῷ ἄνδρας νʹ. καὶ ἀντιπεράσας τὴν θάλασσαν ἀπήρχετο ἐπὶ τὸ ἱερὸν τοῦ ∆ιός. μαθὼν δὲ ὁ Τάνταλος, νομίσας ὅτι κατασκοπῆσαι ἦλθε τὴν Εὐρώπην χώραν, ἔπεμψε πολλοὺς ὡπλισμένους, καὶ ἥρπασαν τὸν Γανυμήδην πρὸ τοῦ φθάσαι τὸ ἱερὸν καὶ τοὺς μετ' αὐτοῦ. ὁ δὲ Γανυμήδης ἐκ τῆς δειλίας ἠῤῥώστησεν· ἐπηρώτησε δὲ αὐτὸν ὁ Τάνταλος λέγων, Ἐν ἀλλοτρίοις βασιλείοις πῶς ἐτόλμησας ἐλθεῖν κατάσκοπος; καὶ εἶπεν αὐτῷ ὅτι Θυσίας χάριν τοῦ ∆ιὸς ἦλθον ἐγὼ καὶ οἱ μετ' ἐμοῦ. καὶ γνοὺς τοῦτο ὁ Τάνταλος, ἐκέλευσεν αὐτῷ περιμεῖναι καὶ ἀνεθῆναι διὰ τὴν νόσον. ὁ δὲ αὐτὸς Γανυμήδης τρεῖς ἡμέρας ἀῤῥωστήσας τελευτᾷ· καὶ ἐκέλευσεν ὁ Τάνταλος ἀποδοθῆναι ἃ ἤνεγκε δῶρα καὶ τὴν θυσίαν εἰς τὸ ἱερὸν τοῦ ∆ιός· καὶ τὸ λείψανον δὲ τοῦ αὐτοῦ Γανυμήδους 81 τεθῆναι ἔσω ἐν τῷ ναῷ τοῦ ∆ιὸς πρὸς τιμήν. οἱ δὲ μετ' αὐτοῦ ἀποσταλέντες ποιήσαντες αὐτῷ σορόν, ἔθηκαν αὐτὸν ἐπιγράψαντες ἐν αὐτῷ, Τρῶος, βασιλεὺς Ἀσίας, σὺν τῇ θυσίᾳ τὸν ἐνταῦθα κείμενον Γανυμήδην, υἱὸν αὐτοῦ, ἀνέθετο ∆ιί. τοῦτο δὲ ἐποίησεν ὁ Τάνταλος πρὸς θεραπείαν τοῦ πατρὸς αὐτοῦ· οὐκ ἦν γὰρ ἔθος Ἕλλησι θάπτειν ἔνδον ἱεροῦ οἴκου λείψανον θνητοῦ ἀνθρώπου διὰ τὸ μὴ κοινοῦσθαι τὰ θεῖα. ταῦτα δὲ συνεγράψατο ὁ σοφώτατος ∆ίδυμος ὁ ἱστορικὸς χρονογράφος. λέγουσιν οὖν τινες τὸν Γανυμήδην ἁρπαγέντα ὑπὸ ἀετοῦ διὰ τὸ συμβὰν αὐτῷ ὀξύτατον τοῦ θανάτου. Μετὰ δὲ Τρῶον ἐβασίλευσε τῶν Φρυγῶν ὁ Ἴλιος· ἐν αὐτῷ δὲ τῷ καιρῷ ἐλαλεῖτο ἡ νίκη τοῦ ἀγῶνος Πέλοπος τοῦ Λυδοῦ καὶ Οἰνομάου τοῦ Πισαίου, ἐπιτελεσθεῖσα ἐν τῇ ἡλιακῇ ἑορτῇ· ἅτινα συνεγράψατο Χάραξ ὁ ἱστορικός. Μετὰ δὲ τοὺς χρόνους τούτους ἦν κριτὴς καὶ ἡγούμενος τοῦ Ἰσραὴλ Σαμψών, ἀνὴρ γενναῖος καὶ μυστικὸς καὶ θαύματα ποιῶν, καθὰ ἐν τῇ Ἑβραϊκῇ ἐμφέρεται συγγραφῇ. ἐν οἷς χρόνοις ἐβασίλευσε τῆς Αἰγύπτου χώρας ὁ Λάπαθος· ἔσχε δὲ υἱοὺς δύο, τὸν Ἀχαὸν καὶ τὸν Λάκωνα. μέλλων δὲ τελευτᾶν ἐκέλευσε τοῖς ἑαυτοῦ υἱοῖς διαμερίσασθαι τὸ βασίλειον αὐτοῦ καὶ τὴν χώραν εἰς δύο· ὅστις Ἀχαὸς μετὰ τὴν τελευτὴν τοῦ αὐτοῦ πατρὸς ἀπο 82 μερίσας τὴν χώραν πᾶσαν εἰς δύο ἔδωκε τῷ αὐτοῦ ἀδελφῷ Λάκωνι τὸ ἥμισυ τῆς χώρας ἐκ τῆς πατρικῆς αὐτῶν βασιλείας. καὶ ἐκάλεσε τὴν ὑπ' αὐτοῦ βασιλευομένην χώραν εἰς ὄνομα ἴδιον Λακωνικήν· καὶ ἐβασίλευσε Λάκων ἔτη λγʹ, καὶ κτίζει πόλιν ὀνόματι Γιθιλλίαν εἰς τὴν πάραλον. καὶ μετ' αὐτὸν ἐβασίλευσαν Λακώνων ἄλλοι πολλοὶ ἕως τῆς βασιλείας τοῦ Θεστίου, βασιλέως Λακώνων· ὃς ἔκτισε πόλιν εἰς ἴδιον ὄνομα Θεστίαν παρὰ τὸν ποταμὸν τὸν λεγόμενον Εὐρώταν. καὶ ἔσχεν ὁ αὐτὸς Θέστιος θυγατέρας τρεῖς, εὐπρεπεῖς πᾶσαν ὑπερβολήν, τὴν Λήδαν καὶ τὴν Κλυτίαν καὶ τὴν Μελανίππην· αἵτινες ἐκαλοῦντο προϊοῦσαι Λακωνίδες. τὴν δὲ Λήδαν ἐξέδωκεν ὁ πατὴρ αὐτῆς Θέστιος πρὸς γάμον τινὶ ὀνόματι Τυνδαρίῳ· ὅστις μετὰ τὴν τελευτὴν τοῦ Θεστίου ἐβασίλευσε τῆς τῶν Λακώνων χώρας. ἔσχε δὲ θυγατέρα ἐκ τῆς Λήδας ὁ αὐτὸς Τύνδαρος ὀνόματι Κλυταιμνήστραν· ἥντινα μετὰ χρόνον αὐξηθεῖσαν ἠγάγετο γυναῖκα Ἀγαμέμνων, ὁ βασιλεὺς τῆς Μυκηναίων χώρας. ἡ δὲ ἐπορνεύθη μοιχευθεῖσα ὑπό τινος νεωτέρου συγκλητικοῦ, ὀνόματι Κύκνου, υἱοῦ Ἐδερίωνος, βασιλέως τῆς Ἀχαΐας, τοῦ καταγομένου ἐκ τοῦ Πίκου ∆ιός, Τυνδαρίου, τοῦ τῆς Λήδας ἀνδρός, ἀγνοοῦντος τὴν μοιχείαν. ἡ δὲ Λήδα ἐπορνεύθη μετεωριζομένη ἐν προαστείῳ ἰδίῳ κειμένῳ παρὰ τὸν Εὐρώταν ποταμόν, καὶ ἔγκυος γενομένη ὑπὸ Κύκνου τοῦ μοιχοῦ, υἱοῦ Ἐδερίωνος βασιλέως, ἔτεκεν ἐν ἑνὶ τοκετῷ βρέφη τρία, Κάστο 83 ρα καὶ Πολυδεύκην καὶ Ἑλένην. ἥτις Ἑλένη εἶχε φοβερὸν κάλλος, ἣν ἐξέδωκε μετὰ ταῦτα ὁ