21
δυνησόμεθα ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλαν 63.37 θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, 63.38 τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ∆ʹ.
Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.
∆ιεμαρτύ ρατο δέ πού τις, λέγων· Τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους. αʹ. Ἠβουλόμην γνῶναι σαφῶς, εἴ τινες μετὰ τῆς προσηκούσης σπουδῆς τῶν λεγομένων ἀκούουσιν, εἰ μὴ παρὰ τὴν ὁδὸν τὰ σπέρματα ῥίπτομεν· οὕτω γὰρ ἂν προθυμότερον τὴν διδασκαλίαν ἐποιησάμην. Ἐροῦμεν γὰρ, κἂν μηδεὶς ἀκούῃ, διὰ τὸν ἐπικείμενον παρὰ τοῦ Σωτῆρος φόβον. ∆ιαμάρτυραι γὰρ, φησὶ, τῷ λαῷ τούτῳ· κἂν μὴ ἀκούσωσιν, αὐτὸς ἀνεύθυνος ἔσῃ. Εἰ δὲ ἐπεπείσμην περὶ τῆς ὑμετέρας σπουδῆς, οὐ διὰ τὸν φόβον ἔλεγον μόνον, ἀλλὰ καὶ μεθ' ἡδονῆς τοῦτο ἐποίουν. Νῦν μὲν γὰρ κἂν μηδεὶς ἀκούῃ, κἂν ἐμοὶ τὸ πρᾶγμα ἀκίνδυνον ᾖ τὸ ἐμαυτοῦ πληροῦντι, ἀλλ' ὅμως οὐ μεθ' ἡδονῆς ὁ πόνος γίνεται. Τί γὰρ ὄφελος, ὅταν μὴ ἐγκαλῶμαι μὲν ἐγὼ, ὠφελῆται δὲ μηδείς; Εἰ δέ τινες μέλλοιεν προσέχειν, οὐ τοσαύτην ἀπὸ τοῦ μὴ κολάζεσθαι ληψόμεθα ὄνησιν, ὅσην ἀπὸ τῆς προκοπῆς τῆς ὑμετέρας. Πῶς οὖν εἴσομαι τοῦτο; Ἐπιτηρήσας ὑμῶν τινας τοὺς οὐ πάνυ προσέχοντας, τούτους ἐρήσομαι κατ' ἰδίαν συντυχὼν, κἂν εὕρω τινὰ τῶν εἰρημένων κατέχοντας, οὐ λέγω πάντα· τοῦτο γὰρ ὑμῖν οὐ σφόδρα εὔκολον· ἀλλὰ κἂν ὀλίγα ἐκ πολλῶν, εὔδηλον ὅτι περὶ τῶν πολλῶν οὐδὲ ἀμφιβάλλω λοιπόν. Καὶ ἐχρῆν μὲν ἡμᾶς, μὴ προειπόντας τοῦτο, ἀφυλάκτοις ὑμῖν ἐπιτεθῆναι· πλὴν ἀλλ' ἀγαπητὸν, εἰ καὶ οὕτω δυνηθείημεν ἐπιτυχεῖν· μᾶλλον δὲ, καὶ οὕτω δύναμαι ἀφυλάκτοις ἐπιθέσθαι. Ὅτι μὲν γὰρ ἐρήσομαι, προεῖπον· πότε δὲ ἐρήσομαι, οὐκέτι δῆλον καθίστημι· ἴσως γὰρ σήμερον, ἴσως δὲ αὔριον, ἴσως δὲ μετὰ εἴκοσιν ἢ καὶ τριάκοντα ἡμέρας, ἴσως δὲ μετὰ ἐλάττους, ἴσως δὲ καὶ μετὰ πλείους. Οὕτω καὶ ὁ Θεὸς τὴν ἡμέραν ἡμῶν τῆς τελευτῆς ἄδηλον ἐποίησε· καὶ οὔτε εἰ σήμερον, οὔτε εἰ αὔριον, οὔτε εἰ μετὰ ἐνιαυτὸν ὅλον, οὔτε εἰ μετὰ πλείονα ἔτη ἐπιστήσεται, δῆλον ἡμῖν ἀφῆκεν εἶναι, ἵνα τῷ τῆς προσδοκίας ἀδήλῳ διαπαντὸς ἐν ἀρετῇ κατέχωμεν ἑαυτούς· καὶ ὅτι μὲν ἀπελευσόμεθα, εἶπεν, πότε δὲ, οὐκέτι. Οὕτω κἀγὼ, ὅτι μὲν ἐρήσομαι, εἶπον, πότε δὲ, οὐ προσέθηκα, βουλόμενος ὑμᾶς ἐν φροντίδι εἶναι διαπαντός. Καὶ μή τις λεγέτω, ὅτι Πρὸ τεσσάρων ἑβδομάδων καὶ πέντε καὶ πλειόνων ταῦτα ἤκουσα, καὶ κατέχειν οὐ δύναμαι· τὸν γὰρ ἀκούοντα οὕτω βούλομαι κατέχειν, ὡς ἄληστον ἔχειν τὴν μνήμην, καὶ μὴ ἐξίτηλον, μηδὲ ἀποπτύειν τὰ λεγόμενα. Βούλομαι γὰρ ὑμᾶς κατέχειν, οὐχ ἵνα ἐμοὶ εἴπητε, ἀλλ' ἵνα ὑμεῖς κερδάνητε· καὶ τοῦτο ἐμοί ἐστι τὸ σπουδαζόμενον. Ἀλλ' ἐπεὶ ὅσα ἐχρῆν εἰπεῖν εἰς ἀσφάλειαν, ἡμῖν εἴρηται, ἀναγκαῖον λοιπὸν ἄρξασθαι τῆς ἀκολουθίας. Τί δὴ οὖν πρόκειται ἡμῖν εἰπεῖν σήμερον; Οὐ γὰρ ἀγγέλοις, φησὶν, ὑπέταξε τὴν οἰκουμέ 63.38 νην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν. Ἆρα μὴ περὶ ἑτέρας τινὸς διαλέγεται οἰκουμένης; Οὐκ ἔστιν, ἀλλὰ περὶ ταύτης. ∆ιὰ γὰρ τοῦτο προσέθηκε, Περὶ ἧς λαλοῦμεν, ἵνα μὴ ἀφῇ τὸν νοῦν πλανηθέντα ἑτέραν τινὰ ἐπιζητεῖν. Πῶς οὖν αὐτὴν μέλλουσαν καλεῖ; Ὥσπερ καὶ ἑτέρωθί φησιν, Ὅς ἐστι τύπος τοῦ μέλλοντος, περὶ τοῦ Ἀδὰμ καὶ τοῦ Χριστοῦ λέγων ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, πρὸς τοὺς χρόνους τοῦ Ἀδὰμ μέλλοντα τὸν κατὰ σάρκα Χριστὸν καλῶν (καὶ γὰρ ἔμελλεν)· οὕτω καὶ νῦν, ἐπειδὴ εἶπεν, Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, ἵνα μὴ νομίσῃς ἑτέραν οἰκουμένην λέγειν αὐτὸν, πολλαχόθεν μὲν αὐτὸ καὶ ἄλλοθεν βεβαιοῦται, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ εἰπεῖν αὐτὴν μέλλουσαν· ἔμελλε γὰρ ἡ οἰκουμένη· ὁ Υἱὸς τοῦ Θεοῦ