21
αὐτὸς Τυνδάριος εἰς γάμον Μενελάῳ, τῷ βασιλεῖ τῶν Ἀργείων, συντρόφῳ τοῦ Ἀγαμέμνονος, καθὼς Παλαίφατος ὁ σοφώτατος συνεγράψατο, ὅτι μάτην οἱ ποιηταὶ ἱστοροῦσι ποιητικῶς λέγοντες ὅτι ὁ Ζεὺς γέγονε κύκνος καὶ Λήδαν ᾔσχυνε. Τῆς δὲ τῶν Φρυγῶν χώρας ἐπὶ τῶν χρόνων τοῦ Σαμψὼν ἐβασίλευσε ∆άρδανος, υἱὸς Ἰλίου. Ἐν αὐτοῖς δὲ τοῖς χρόνοις ἐβασίλευσε τῶν Ἑλλήνων, τοῦτ' ἐστὶ τῆς Ἑλλάδος, τὶς ὀνόματι Ἄβας ἔτη κγʹ. καὶ μετ' αὐτὸν ἐβασίλευσεν ὁ Προῖτος ἔτη ιζʹ. τούτου ἡ γυνὴ ἡ Σθενέβοια, ἡ καὶ Ἄντεια, ἐφίλησε τὸν Βελλεροφόντην· καὶ προσέπεμψεν αὐτῷ τινας, καὶ οὐκ ἐπείσθη, λέγων ὅτι χαμεύρετόν με εὗρεν ὁ βασιλεὺς Προῖτος πρὸ τῆς βασιλείας αὐτοῦ καὶ ἀνεθρέψατο καὶ τιμῆς με ἠξίωσεν υἱοῦ συνεσθίειν αὐτῷ· καὶ πράξω τι τοιοῦτον κατ' αὐτοῦ; οὐκ ἔστι νόμος Ἕλλησι. καὶ τοῦτο ἀκούσασα ἡ Σθενέβοια, λογισαμένη μήποτε, ὡς ἔχων παῤῥησίαν υἱοῦ πρὸς αὐτόν, εἴπῃ αὐτῷ ὅτι προσέπεμψεν αὐτῷ τινας ὡς ἐρῶσα αὐτοῦ, λάθρᾳ εἶπε τῷ ἰδίῳ ἀνδρὶ ὅτι ἐρᾷ μου ὁ Βελλεροφόντης καὶ ἐπέρχεταί μοι, καὶ μὴ φάρμακόν μοι δώσει καὶ θάνω φυλάττουσά σοι σωφροσύνην, ὡς ἀνδρὸς ἐρῶσα, φοβοῦμαι. καὶ λέγει 84 αὐτῇ ὁ Προῖτος, Νόμος ἐστὶν Ἕλλησι μὴ ποιεῖν κακῶς τῷ συνεσθίοντι. ἀλλὰ πέμπω αὐτὸν πρὸς τὸν ἴδιόν σου πατέρα Ἰοβάτην, μεθ' οὗ οὐδέποτε ἔφαγε, γράφων αὐτῷ φονεῦσαι αὐτὸν ὡς ἐπίβουλον τῆς ἐμῆς βασιλείας καὶ σοῦ αὐτῆς. ὁ δὲ ποιήσας οὕτως ἔδωκεν αὐτῷ γράμματα, σφραγίσας αὐτὰ βασιλικῇ σφραγῖδι. καὶ λαβὼν τὰ γράμματα ὁ Βελλεροφόντης, ἀγνοῶν τὴν κατασκευὴν τὴν κατ' αὐτοῦ ἀπῆλθε πρὸς τὸν Ἰοβάτην βασιλέα, καὶ εὗρεν αὐτὸν ἐν τῷ ἀρίστῳ. καὶ μαθὼν ὁ Ἰοβάτης ὅτι ἦλθεν, ἐκάλεσεν αὐτόν, καὶ ὡς φιλούμενον παρὰ τοῦ Προίτου, γαμβροῦ αὐτοῦ, ὡς υἱὸν ἐκέλευσε συνεσθίειν αὐτῷ. καὶ δεξάμενος τὰ γράμματα καὶ ἀναγνοὺς τὰ γραφέντα αὐτῷ, καὶ εἰδὼς ὁ Ἰοβάτης ὅτι συνέφαγεν αὐτῷ εἶπε καθ' ἑαυτὸν ὅτι μᾶλλον κατηγορεῖται οὗτος· εἰ γὰρ συνῄδει κακῷ, οὐκ ἂν ἡ δίκη ἐποίησεν αὐτὸν φαγεῖν μετ' ἐμοῦ, ὅτι νόμος ἐστὶν Ἕλλησι τῷ συνεσθίοντι μὴ ποιεῖν κακῶς. καὶ τὰ αὐτὰ ἔγραψε τῷ ἰδίῳ γαμβρῷ καὶ τὰ λοιπά, καθὼς συνεγράψατο Εὐριπίδης ὁ τραγικὸς ποιητής, πληρώσας τὸ δρᾶμα. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Προίτου ἐβασίλευσεν ὁ δεύτερος Ἀκρίσιος ἔτη λαʹ, καὶ λοιπὸν μετὰ τὴν νίκην τὴν κατὰ Οἰνομάου ἐβασίλευσεν ὁ Πέλοψ ἔτη λβʹ, ἐξ οὗ καὶ Πελοποννήσιοι ἐκλήθησαν οἱ Ἑλλαδικοί. ἔκτισε δὲ καὶ πόλιν, ἥντινα καὶ Πελοπόν 85 νησον ἐκάλεσεν· ἔκτοτε καὶ Πελοποννήσιον ἐκλήθη τὸ βασίλειον Ἑλλάδος. Ἐν αὐτοῖς δὲ τοῖς χρόνοις ἦν ὁ ∆ημόκριτος, φιλοσοφούμενα διδάσκων· ὅστις καὶ ἐν τῇ φιλοσόφῳ αὐτοῦ συγγραφῇ ἐξέθετο ταῦτα ὅτι δεῖ τὸν θέλοντα φιλόσοφον γενέσθαι ἀσκεῖν σωφρονεῖν, πάντων ἀπέχεσθαι κακῶν, πάντα δὲ ὀρθῶς νοεῖν καὶ πράττειν, καὶ ὅτε οὕτως φιλοσοφήσει, τότε μαθήσεται τὸ ἐννάγραμμον ὄνομα καὶ ὄψεται τὸν υἱὸν τὸν θεοῦ λόγον τὸν ἀπαθῆ, παθητὸν μελλοφανῆ. φέρεται δὲ ταῦτα εἰς τὸ σύγγραμμα Θεοφίλου τοῦ σοφωτάτου χρονογράφου. Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις ἐφιλοσόφει Ἱπποκράτης, ἰατρικὴν φιλοσοφίαν ἐκτιθέμενος. Μετὰ δὲ τὴν βασιλείαν Πέλοπος ἐβασίλευσεν ὁ Ἀτρεὺς ἔτη κʹ, καὶ μετ' αὐτὸν ὁ Θυέστης ἔτη ιςʹ, καὶ μετ' αὐτὸν ὁ Ἀγαμέμνων ἔτη ιηʹ, καὶ μετ' αὐτὸν ἐβασίλευσεν ὁ Αἴγισθος ἔτη ζʹ. κατέσχεν οὖν ἡ βασιλεία τῶν Ἑλλήνων, ἤτοι Πελοποννησίων, ἔτη ρξδʹ. Ἐν δὲ τοῖς προειρημένοις ἀνωτέρω χρόνοις τῆς Κρήτης ἐβασίλευσε πρῶτος ὁ Μίνωος, ὁ υἱὸς τῆς Εὐρώπης· ὅστις καὶ ἐθαλασσοκράτει πολεμήσας Ἀθηναίοις καὶ νόμους ἐτίθη· περὶ οὗ, φησί, Πλάτων ὁ σοφώτατος ἐν τοῖς περὶ νόμων ὑπομνήμασιν ἐμνημόνευσεν. ἐν οἷς χρόνοις ἦσαν ὁ ∆αίδαλος καὶ ὁ Ἴκαρος, 86 θρυλούμενοι ἕνεκεν τῆς Πασιφάης, γυναικὸς τοῦ Μίνωος βασιλέως καὶ τοῦ Ταύρου τοῦ νοταρίου αὐτῆς· ἐξ οὗ ἔτεκε