22
ἦν ἀεί. Ταύτην οὖν τὴν μέλλουσαν ἔσεσθαι οὐκ ἀγγέλοις ὑπέταξεν, ἀλλὰ τῷ Χριστῷ. Ὅτι δὲ πρὸς τὸν Υἱὸν εἴρηται, φησὶ, δῆλον· οὐδὲ γὰρ ἐκεῖνο ἄν τις εἴποι, ὅτι πρὸς ἀγγέλους. Εἶτα καὶ ἑτέραν παράγει μαρτυρίαν, καί φησι· ∆ιεμαρτύρατο δέ πού τις, λέγων. ∆ιὰ τί μὴ τὸ ὄνομα τοῦ προφήτου εἶπεν, ἀλλ' ἔκρυψεν αὐτό; Καὶ ἐν ἑτέραις δὲ μαρτυρίαις τοῦτο ποιεῖ· ὡς ὅταν λέγῃ· Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα. Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· πρὸς δὲ τὸν Υἱὸν, Καὶ καταρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας. Οὕτω καὶ ἐνταῦθά φησι· ∆ιεμαρτύρατο δέ πού τις, λέγων. Τοῦτο δὲ αὐτὸ οἶμαι, τὸ κρύπτειν καὶ μὴ τιθέναι τὸν εἰρηκότα τὴν μαρτυρίαν, ἀλλ' ὡς περιφερομένην καὶ κατάδηλον οὖσαν εἰσάγειν, δεικνύντος ἐστὶν αὐτοὺς σφόδρα ἐμπείρους εἶναι τῶν Γραφῶν. Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. βʹ. Ταῦτα δὲ εἰ καὶ εἰς τὴν κοινὴν ἀνθρωπότητα εἴρηται, ἀλλ' ὅμως κυριώτερον ἁρμόσειεν ἂν τῷ Χριστῷ κατὰ σάρκα· τὸ γὰρ, Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, ἐκείνου μᾶλλόν ἐστιν, ἢ ἡμῶν. Ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ οὐδὲν ἡμᾶς ὄντας ἐπεσκέψατο, καὶ τὸ ἐξ ἡμῶν ἀναλαβὼν καὶ ἑνώσας ἑαυτῷ, πάντων ἀνώτερος γέγονεν. Ἐν γὰρ τῷ ὑποτάξαι, φησὶν, αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐπειδὴ εἶπεν, Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, εἰκὸς δὲ ἦν αὐτοὺς ἔτι ἀσχάλλειν, εἶτα μετὰ ταῦτα ὀλίγα τινὰ παρενθεὶς, ταύτην τὴν μαρτυρίαν ἐπήγαγε βεβαιοῦσαν ἐκείνην. Ἵνα γὰρ μὴ λέγωσι, Πῶς τοὺς ἐχθροὺς ἔθηκεν ὑπὸ τοὺς πόδας αὐτοῦ, τοσαῦτα παθόντων ἡμῶν; ἱκανῶς μὲν καὶ 63.39 ἐν τῷ προτέρῳ αὐτὸ ᾐνίξατο· τὸ γὰρ, Ἕως, οὐ τὸ 63.39 εὐθέως ἐδήλου γινόμενον, ἀλλὰ τὸ ἐν χρόνῳ· ἐνταῦθα δὲ αὐτὸ ἐπεξέρχεται. Μὴ γὰρ, ἐπειδὴ οὐδέπω ὑπετάγησαν, φησὶ, νομίσῃς μηδὲ ὑποτάττεσθαι· ὅτι μὲν γὰρ δεῖ ὑποταγῆναι, δῆλον· καὶ γὰρ ἡ προφητεία διὰ τοῦτο εἴρηται· Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ, φησὶ, τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Πῶς οὖν οὐ πάντα ὑποτέτακται; Ὅτι μέλλει ὑποτάσσεσθαι. Εἰ τοίνυν πάντα μὲν ὑποταγῆναι ὀφείλει, οὔπω δὲ ὑποτέτακται, μὴ ἄσχαλλε μηδὲ θορυβοῦ. Εἰ μὲν γὰρ τοῦ τέλους παραγενομένου, καὶ πάντων ὑποταγέντων, ταῦτα ἔπασχες, εἰκότως ἤλγεις· νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα, οὔπω ἐκράτησεν ὁ Βασιλεὺς καθαρῶς. Τί τοίνυν θορυβῇ, πάσχων κακῶς; οὔπω πάντων περιγέγονε τὸ κήρυγμα, οὔπω καιρὸς τέλεον ὑποταγῆναι. Εἶτα πάλιν ἑτέρα παράκλησις· ἤδη ὁ μέλλων πάντας ἔχειν ὑποτεταγμένους, καὶ αὐτὸς ἀπέθανε, καὶ μυρία πέπονθε. Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν, φησὶν, Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου. Εἶτα τὰ χρηστὰ πάλιν, ∆όξῃ καὶ τιμῇ ἐστεφανωμένον. Εἶδες πῶς αὐτῷ πάντα ἥρμοσε; καὶ γὰρ τὸ, Βραχὺ, αὐτῷ ἂν ἁρμόσειε μᾶλλον, τῷ τρεῖς ἡμέρας γενομένῳ ἐν τῷ ᾅδῃ μόνας, ἀλλ' οὐχ ἡμῖν τοῖς ἐπιπολὺ φθειρομένοις· ὁμοίως καὶ τὸ, ∆όξῃ καὶ τιμῇ, ἐκείνῳ πολλῷ πλέον, ἢ ἡμῖν ἁρμόσει. Πάλιν αὐτοὺς ἀναμιμνήσκει τοῦ σταυροῦ, δύο ταῦτα κατορθῶσαι σπουδάζων, καὶ τὴν κηδεμονίαν αὐτοῦ δεῖξαι, καὶ πεῖσαι αὐτοὺς πάντα φέρειν γενναίως, εἰς τὸν ∆ιδάσκαλον ἀφορῶντας. Εἰ γὰρ ὁ προσκυνούμενος ὑπ' ἀγγέλων, φησὶν, ἠνέσχετο βραχύ τι παρ' ἀγγέλους ἔχειν διὰ σέ· πολλῷ μᾶλλον σὺ ὁ τῶν ἀγγέλων ἐλάττων, πάντα φέρειν ὀφείλεις δι' αὐτόν. Εἶτα δείκνυσιν, ὅτι δόξα καὶ τιμὴ ὁ σταυρός ἐστιν· ὡσπεροῦν καὶ αὐτὸς δόξαν αὐτὸν καλεῖ λέγων· Ἦλθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Εἰ οὖν ἐκεῖνος τὰ διὰ τοὺς δούλους δόξαν καλεῖ, πολλῷ μᾶλλον σὺ τὰ διὰ τὸν ∆εσπότην. Ὁρᾷς τοῦ σταυροῦ τὸν καρπὸν, ὅσος; Μὴ φοβηθῇς τὸ πρᾶγμα· σκυθρωπὸν μὲν γὰρ εἶναί σοι δοκεῖ, μυρία δὲ τίκτει