22
μοιχευθεῖσα υἱὸν τὸν κληθέντα Μινώταυρον, μεσάσαντος τῇ μοιχείᾳ τῆς πορνείας τοῦ ∆αιδάλου καὶ τοῦ Ἰκάρου. ὁ δὲ Μίνωος βασιλεὺς τὴν Πασιφάην ἀποκλείσας ἐν τῷ κουβουκλείῳ μετὰ δύο δουλίδων παρεῖχεν αὐτῇ τροφήν, καὶ εἴασεν αὐτὴν ἐκεῖ, μηκέτι ἑωρακὼς αὐτήν. καὶ ἐκείνη θλιβομένη, ὡς λυθεῖσα τῆς βασιλικῆς ἀξίας, νόσῳ βληθεῖσα ἐτελεύτα· ὁ δὲ ∆αίδαλος καὶ ὁ Ἴκαρος ἐφονεύθησαν· ὁ μὲν Ἴκαρος φεύγων τῆς φρουρᾶς, ὡς πλέει, ἐποντίσθη, ὁ δὲ ∆αίδαλος ἐσφάγη. περὶ δὲ τῆς Πασιφάης ἐξέθετο δρᾶμα ὁ Εὐριπίδης ὁ ποιητής. Ἐν αὐτοῖς δὲ τοῖς χρόνοις Ἡρακλῆς ὁ τελεστὴς ὁ μυστικὸς ἄθλους ποιήσας, ἀπελθὼν ἐν τῇ Λιβύῃ χώρᾳ συνέβαλε τῷ Ἀντέωνι, καὶ αὐτῷ ὄντι μυστικῷ, ποιοῦντι δὲ γήινά τινα. καὶ νικήσας αὐτὸν ὁ Ἡρακλῆς ἐφόνευσεν αὐτόν· ὅστις Ἡρακλῆς, μετὰ τὴν νίκην νόσῳ βληθείς, ἑαυτὸν εἰς πῦρ ἔβαλε καὶ ἐτελεύτα· περὶ οὗ ∆ίδυμος ὁ σοφώτατος συνεγράψατο. τοῦ δὲ Ἰλίου τότε ἐβασίλευσε μετὰ ∆άρδανον Λαομέδων, ὁ αὐτοῦ υἱός. Μετὰ δὲ Σαμψὼν ἡγεῖτο τοῦ Ἰσραὴλ Ἠλὶ ὁ ἱερεύς. Ἐν δὲ τοῖς ἀνωτέρω χρόνοις ἐτελεύτα ὁ Ἀνδρόγηος, ὁ υἱὸς τῆς Πασιφάης καὶ τοῦ Μίνωος, βασιλέως τῆς Κρήτης· ὡσαύ 87 τως δὲ καὶ αὐτὸς Μίνωος ἐτελεύτησε, καὶ ἐκέλευσε μέλλων τελευτᾶν βασιλεῦσαι τῆς Κρήτης τὸν Μινώταυρον. καὶ μετὰ τὴν τούτου τελευτὴν τοῦ Μίνωος ἐβασίλευσε τῆς Κρήτης ὁ Μινώταυρος, ὁ Πασιφάης υἱὸς καὶ Ταύρου τοῦ νοταρίου αὐτῆς. καὶ ὕβριν λογιζόμενοι οἱ συγκλητικοὶ τῆς Κρήτης τὸ βασιλευθῆναι ὑπὸ τοῦ Μινωταύρου, ὡς μοιχογεννήτου, συσκευάζονται αὐτῷ καὶ προτρέπονται τὸν Θησέα, ὡς γενναῖον, τὸν υἱὸν τοῦ Αἰγέως, βασιλέως τῆς Θεσσαλίας, εἰς τὸ πολεμῆσαι αὐτῷ, συνταξάμενοι προδίδειν τὸν Μινώταυρον καὶ τὴν χώραν πᾶσαν, καὶ διδόναι αὐτῷ καὶ τὴν ἀδελφὴν αὐτοῦ εἰς γυναῖκα, τὴν Ἀριάδνην, τὴν ἐκ Πασιφάης καὶ τοῦ Μίνωος βασιλέως· εἶχε γὰρ ἀπὸ τῆς Πασιφάης καὶ τοῦ Μίνωος τὸν Ἀνδρόγηον καὶ τὴν Ἀριάδνην. καὶ ἦλθε κατ' αὐτοῦ ὁ Θησεὺς εἰς τὴν Κρήτην ἐξαίφνης, καὶ πάντες ἐάσαντες τὸν Μινώταυρον οἱ συγκλητικοὶ καὶ ὁ στρατὸς ἔδοξαν φεύγειν τὴν πόλιν Γόρτυναν. καὶ γνοὺς ὁ Μινώταυρος τὴν προδοσίαν ἔφυγε καὶ αὐτὸς εἰς τὴν Λαβύρινθον χώραν· καὶ ἀνελθὼν ἐν ὄρει εἰσῆλθεν εἰς σπήλαιον κρυπτόμενος. καὶ καταδιώξας αὐτὸν ὁ Θησεὺς ἔμαθεν ὑπό τινος ποῦ κέκρυπται· ὅντινα ἐκβαλὼν ἐφόνευσεν εὐθέως. καὶ εἰσελθὼν ἐν τῇ πόλει Γορτύνῃ ἐθριάμβευσε τὴν κατὰ τοῦ Μινωταύρου νίκην· καὶ εὐφημεῖτο ἀπὸ τῶν συγκλητικῶν καὶ ἀπὸ πάσης τῆς χώρας. καὶ ᾔτησεν αὐτοὺς ἀπελθεῖν πρὸς τὸν Αἰγέα, τὸν αὐτοῦ πατέρα, ἵνα καὶ πρὸς αὐτὸν θριαμβεύσῃ τὴν νίκην. πρὸ τοῦ δὲ αὐτὸν καταπλεῦσαι πρὸς τὸν πατέρα αὐτοῦ, ἀπελθών τις ναύτης ἀνήγγειλε τῷ βασιλεῖ 88 Αἰγεῖ, τῷ πατρὶ τοῦ Θησέως, ὅτι ἐξέφυγεν ἐκ τῆς πόλεως ὁ Μινώταυρος· καὶ ὑπέλαβεν ὅτι ἄλην αὐτῷ ἐποίησαν οἱ Κρῆτες· ἐξέθεντο γὰρ περὶ αὐτῶν, Κρῆτες ἀεὶ ψεῦσται· καὶ ἔῤῥιψεν ἑαυτὸν εἰς τὴν θάλασσαν καὶ ἀπώλετο. ἐλθὼν οὖν ὁ Θησεὺς εὗρεν αὐτὸν τελευτήσαντα· καὶ πεισθεὶς τῇ ἰδίᾳ συγκλήτῳ περιεφρόνησε τῆς βασιλείας τῆς Κρήτης καὶ τῆς Ἀριάδνης, βασιλεύσαντος τοῦ ἰδίου πατρὸς τῆς Θεσσαλίας, καὶ ἠγάγετο γυναῖκα τὴν Ἰλίαν τὴν λεγομένην Φαίδραν. ἡ δὲ Ἀριάδνη εἰσελθοῦσα ἐν τῷ ἱερῷ τοῦ ∆ιὸς ἔμενεν ἱέρεια παρθένος, ἕως οὗ ἐκεῖ ἐτελεύτησε. Ἐν αὐτοῖς δὲ τοῖς χρόνοις ἐθρυλεῖτο ἐν τῇ Θεσσαλίᾳ ὁ ψεύστης πόθος τῆς Φαίδρας ὁ πρὸς Ἱππόλυτον, τὸν πρόγονον αὐτῆς, υἱὸν δὲ Θησέως ἐκ παλλακῆς· περὶ ἧς ὁ σοφώτατος Εὐριπίδης μετὰ ταῦτα συνεγράψατο δρᾶμα ποιητικῶς. μετὰ οὖν νβʹ ἔτη τοῦ τελευτῆσαι τὴν Πασιφάην ἐστὶ τὰ κατὰ τὴν Φαίδραν, καθὼς ὁ σοφώτατος ∆ομνῖνος ὁ χρονογράφος ὑπεμνημάτισε. τῇ δὲ θέᾳ ἦν ἡ Φαίδρα τελεία, εὔστολος, μάκροψις, σώφρων. ὁ δὲ Ἱππόλυτος τῇ θέᾳ ἦν τέλειος, εὐσθενής, μελάγχροος, κονδόθριξ, ὑπόσιμος, πλατόψις, ὀδόντας ἔχων μεγάλους, σπανὸς τὸ γένειον, κυνηγέτης, σώφρων δὲ καὶ ἥσυχος. ὁ δὲ Θησεὺς ὁ