1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

23

ἀγαθά. ∆είκνυσιν ἐκ τούτων τοῦ πειρασμοῦ τὸ ὄφελος. Εἶτά φησιν· Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Ὅπως, φησὶ, χάριτι Θεοῦ. Κἀκεῖνος μὲν διὰ τὴν χάριν τοῦ Θεοῦ τὴν εἰς ἡμᾶς ταῦτα πέπονθεν· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, φησὶν, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Τίνος ἕνεκεν; Οὐκ ὤφειλε τοῦτο ἡμῖν, ἀλλὰ χάριτι πεποίηκε. Καὶ πάλιν ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ φησι Πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν. Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου· οὐχὶ τῶν πιστῶν μόνον, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης· αὐτὸς μὲν γὰρ ὑπὲρ πάντων ἀπέθανε. Τί δὲ, εἰ μὴ πάντες ἐπίστευσαν; Αὐτὸς τὸ ἑαυτοῦ πεπλήρωκε. Καὶ κυρίως εἶπεν· Ὑπὲρ παντὸς γεύσηται θανάτου. Καὶ οὐκ εἶπεν· Ἀποθάνῃ· ὥσπερ γὰρ ὄντως γευσάμενος, οὕτω μικρὸν ἐν αὐτῷ ποιήσας διάστημα, εὐθέως ἀνέστη. Τῷ μὲν οὖν εἰπεῖν· ∆ιὰ τὸ πάθημα τοῦ θανάτου, τὸν ὄντως θάνατον ἐσήμανε· τῷ δὲ, Ἀγγέλων κρείττων, τὴν ἀνάστασιν ἐδήλωσε. Καθάπερ γὰρ ἰατρὸς οὐκ ἔχων ἀνάγκην τῶν τῷ ἀῤῥώστῳ παρεσκευασμένων σιτίων ἀπογεύσασθαι, διὰ τὴν περὶ ἐκεῖνον κηδεμονίαν πρότερον αὐτὸς ἀπογεύεται, ἵνα 63.40 πείσῃ τὸν ἄῤῥωστον θαρσοῦντα κατατολμῆσαι τῆς βρώσεως· οὕτω καὶ ὁ Χριστὸς, ἐπειδὴ πάντες ἄνθρωποι τὸν θάνατον ἐδεδοίκεσαν, πείθων αὐτοὺς κατατολμᾷν τοῦ θανάτου, καὶ αὐτὸς ἀπεγεύσατο αὐτοῦ, οὐκ ἔχων ἀνάγκην. Ἔρχεται γὰρ, φησὶν, ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ οὐχ εὑρίσκει ἐν ἐμοὶ οὐδέν. Οὕτω καὶ τὸ, Χάριτι, καὶ τὸ, Ὑπὲρ παντὸς γεύσηται θανάτου, τοῦτο συνίστησιν. Ἔπρεπε γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. γʹ. Περὶ τοῦ Πατρὸς ἐνταῦθα λέγει. Ὁρᾷς πῶς πάλιν τὸ, ∆ι' οὗ, αὐτῷ ἁρμόζει; Οὐκ ἂν τοῦτο ἐποίησεν, εἴ γε ἐλαττώσεως ἦν, καὶ τῷ Υἱῷ μόνον προσῆκον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἄξια, φησὶ, τῆς φιλανθρωπίας αὑτοῦ πεποίηκε τῷ τὸν πρωτότοκον λαμπρότερον ἀποδεῖξαι πάντων, καὶ ὥσπερ ἀθλητὴν γενναῖον καὶ τοὺς ἄλλους ὑπερέχοντα, τοῖς ἑτέροις ὑπόδειγμα θεῖναι. Τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν· τουτέστι, τὸν αἴτιον τῆς σωτηρίας. Ὁρᾷς ὅσον τὸ μέσον; καὶ οὗτος Υἱὸς, καὶ ἡμεῖς υἱοί· ἀλλ' ὁ μὲν σώζει, ἡμεῖς δὲ σωζόμεθα. Εἶδες πῶς ἡμᾶς καὶ συνάγει καὶ διίστησι; Πολλοὺς, φησὶν, υἱοὺς εἰς δόξαν ἀγαγόντα. Ἐνταῦθα συνήγαγε· Τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν· καὶ πάλιν διέστησε. ∆ιὰ παθημάτων τελειῶσαι. Ἄρα τὰ παθήματα τελείωσις, καὶ αἰτία τῆς σωτηρίας. Ὁρᾷς ὅτι τὸ παθεῖν κακῶς, οὐκ ἔστιν ἐγκαταλελειμμένων; Εἰ δὲ τούτῳ πρώτῳ τετίμηκε τὸν Υἱὸν ὁ Θεὸς, τῷ διὰ παθημάτων αὐτὸν ἀγαγεῖν· ὄντως τοῦ τὸν κόσμον ποιῆσαι, καὶ ἐκ μὴ ὄντων παραγαγεῖν αὐτὸν, τὸ σάρκα ἀναλαβόντα παθεῖν ἅπερ ἔπαθε, πολλῷ μεῖζόν ἐστι. Καὶ τοῦτο μὲν οὖν φιλανθρωπίας, ἐκεῖνο δὲ πολλῷ πλέον. Καὶ δεικνὺς καὶ αὐτὸς τοῦτο αὐτὸ, φησίν· Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὑτοῦ, καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ. Ἔπρεπε γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. Ἔπρεπε γὰρ αὐτῷ, φησὶ, τῷ κηδεμόνι ὄντι, καὶ πάντα εἰς τὸ εἶναι παραγαγόντι, ἐκδοῦναι τὸν Υἱὸν ὑπὲρ τῆς τῶν λοιπῶν σωτηρίας, τὸν ἕνα ὑπὲρ τῶν πολλῶν. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ, ∆ιὰ παθημάτων τελειῶσαι, δεικνὺς ὅτι ὁ παθὼν ὑπέρ τινος, οὐκ ἐκεῖνον ὠφελεῖ μόνον, ἀλλὰ καὶ αὐτὸς λαμπρότερος γίνεται καὶ τελειότερος. Καὶ τοῦτο δὲ πρὸς τοὺς πιστοὺς, φησὶ, παραθαῤῥύνων αὐτούς. Καὶ γὰρ ὁ Χριστὸς τότε ἐδοξάσθη, ὅτε ἔπαθεν. Ὅταν δὲ εἴπω, ὅτι Ἐδοξάσθη, μὴ νομίσῃς δόξης πρόσληψιν αὐτῷ γίνεσθαι· ἐκείνην γὰρ τὴν τῆς φύσεως εἶχεν ἀεὶ, οὐδὲν προσλαβών. Ὅ τε γὰρ ἁγιάζων, φησὶ, καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες. ∆ι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν. Ἰδοὺ πάλιν πῶς συνάγει τιμῶν αὐτοὺς καὶ παραμυθούμενος καὶ ἀδελφοὺς αὐτοὺς ποιῶν τοῦ Χριστοῦ, κατὰ τοῦτο