1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

23

βασιλεὺς ἀκούσας τὰ θρυλούμενα ἐν τῇ πόλει περὶ τῆς αὐτοῦ γυναικὸς Ἰλίας Φαίδρας, ἐλυπεῖτο πρὸς αὐτήν· καὶ ἀγανακτήσας 89 κατὰ τοῦ ἰδίου υἱοῦ Ἱππολύτου οὐκ ἔδειξεν αὐτοῖς· λαβὼν δὲ 89 ταῦρον λευκὸν ἔδωκεν αὐτὸν θυσίαν τῷ Ποσειδῶνι, καταρώμενος τὸν υἱὸν αὐτοῦ Ἱππόλυτον καὶ αἰτούμενος κακῶς αὐτὸν ἀπολέσθαι. καὶ συνέβη μετὰ μῆνας τρεῖς ἐν τῷ ἐξελθεῖν τὸν Ἱππόλυτον εἰς θήραν ἔφιππον καὶ διῶξαι σύαγρον, τοῦ ἵππου αὐτοῦ προσκόψαντος ἐξεσελλίσθη καὶ ἔπεσε χαμαί, κατέχων τῇ ἀριστερᾷ χειρὶ τὸν χαλινὸν τοῦ ἵππου, καὶ εἱλιγέντος τοῦ λωρίου ἐν τῇ χειρὶ αὐτοῦ ἐσύρη ὑπὸ τοῦ ἵππου· πληγὴν δὲ λαβὼν ἐν τῇ αὐτοῦ κεφαλῇ εἰσηνέχθη ὑπὸ τῶν δούλων εἰς τὴν πόλιν ἐν τῷ παλατίῳ· καὶ τῇ ἕκτῃ ἡμέρᾳ ἐκ τῆς πληγῆς τῆς αὐτοῦ κεφαλῆς τελευτᾷ· ἦν δὲ ἐτῶν κβʹ. ὁ δὲ Θησεὺς βασιλεὺς πενθῶν αὐτὸν ἐξεῖπε τῇ Φαίδρᾳ τὴν ἑαυτοῦ λύπην, ὀνειδίζων αὐτήν, εἰρηκὼς αὐτῇ καὶ τὸ θρυλούμενα ἐν τῇ πόλει καὶ τῇ χώρᾳ ἕνεκεν τοῦ Ἱππολύτου καὶ αὐτῆς. ἡ δὲ Φαίδρα ἀκούσασα ταῦτα ἐξωμόσατο αὐτῷ μὴ εἰδέναι τοιοῦτον, ἀλλὰ καὶ ἀποκειμένην αὐτῷ καὶ μάτην τὴν λοιδορίαν ταύτην τοὺς τῆς πόλεως φημίσαι ὑπονοήσαντας. ὁ δὲ Θησεὺς μὴ πεισθεὶς αὐτῇ, αἰσχυνόμενος δὲ καὶ τὴν σύγκλητον αὐτοῦ, ἐποίησεν αὐτὴν ἀπὸ ὄψεως, κελεύσας μηκέτι αὐτῷ ὁρᾶσθαι, λυπούμενος δὲ καὶ διὰ τὸν θάνατον τοῦ ἰδίου αὐτοῦ υἱοῦ· ἐφίλει γὰρ αὐτόν. ἡ δὲ Φαίδρα, ὡς πάνυ σώφρων, θλιβομένη δὲ καὶ διὰ τὴν ψευδῆ κατηγορίαν τῶν τῆς πόλεως καὶ τῆς χώρας, καὶ τοῦ ἀνδρὸς τὸν ἀποδιωγμὸν αἰσχυνομένη, ἑαυτῇ ἀπεχρήσατο, καὶ τελευτᾷ οὖσα ἐτῶν λθʹ, καθὼς 90 Κεφαλίων ὁ σοφώτατος συνεγράψατο ταῦτα, λέγων ὅτι μάτην περὶ τῆς σώφρονος Φαίδρας τὸν κατὰ Ἱππόλυτον πόθον ἐμυθολόγησαν, ποιητικῶς περὶ τῆς αὐτῆς πλασάμενοι. Ἐν αὐτοῖς δὲ τοῖς χρόνοις ἐβασίλευσε τῶν Λακεδαιμονίων πρῶτος Εὐρυσθεὺς ἔτη μβʹ, καὶ ἄλλοι βασιλεῖς μετ' αὐτὸν ηʹ, ὁμοῦ ἐβασίλευσαν ἔτη σμςʹ. καὶ ὁ Ἄλκμαινος ἔτη λζʹ. καὶ κατέσχεν ἡ βασιλεία Λακεδαιμονίων τὰ πάντα ἔτη τκεʹ, ὡς Ἀφρικανὸς ὁ σοφώτατος συνεγράψατο. Μετὰ δὲ Ἠλεὶ τὸν προφήτην τῶν Ἰουδαίων πρῶτος ἐβασίλευσε τῶν Ἰουδαίων Σαούλ, ὁ τοῦ Κίς, ἐκ φυλῆς Βενιαμίν, ἔτη κʹ, ἐν Γαβαὼν τῇ πόλει. τῶν δὲ Κορινθίων μετὰ τοὺς Λακεδαιμονίους ἐβασίλευσε τότε Ἀλήτης ἔτη λεʹ, καὶ ἄλλοι βασιλεῖς ιαʹ ἔτη σοζʹ. καὶ ὕστερον ἐβασίλευσεν * ἔτος αʹ. κατέσχε δὲ ἡ βασιλεία Κορινθίων τὰ πάντα ἔτη τιγʹ. Ἐν τοῖς χρόνοις τοῦ Σαοὺλ ἐπενόησαν πρῶτον ἀγῶνα οἱ Πισαῖοι Ὀλυμπίων, τότε τὴν ἑορτὴν ἐπιτελέσαντες τὴν κοσμικὴν τῷ ∆ιὶ Ὀλυμπίῳ, περὶ ὧν ὁ σοφώτατος Ἀφρικανὸς ἐχρονογράφησεν. Ἐν αὐτῷ δὲ τῷ καιρῷ ἐγένετο ἱερεὺς τῶν Ἰουδαίων Σαμουὴλ ὁ προφήτης· καὶ προεβάλετο κατὰ κέλευσιν θεοῦ βασιλέα τὸν ∆αβὶδ τοῦ Ἰουδαϊκοῦ ἔθνους, τὸν υἱὸν τοῦ Ἰεσσαί. ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ ΧΡΟΝΩΝ ΤΡΩΙΚΩΝ. Ἐν δὲ τοῖς χρόνοις τοῦ ∆αβὶδ ἐβασίλευσε τοῦ Ἰλίου, ἤτοι τῆς Φρυγῶν χώρας, Πρίαμος, υἱὸς Λαομέδοντος. ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ τότε καὶ τὸ Ἴλιον καὶ τὸ ∆άρδανον καὶ ἡ Τροία καὶ πᾶσα ἡ χώρα τῆς Φρυγίας πορθεῖται ὑπὸ τῶν Ἀχαιῶν· ἐν οἷς ἱστορεῖται Ἀγαμέμνων καὶ Μενέλαος καὶ οἱ λοιποὶ σὺν τῷ Νεοπτολέμῳ Πύῤῥῳ, ὅσοι ἐπεστράτευσαν κατὰ τοῦ Ἰλίου διὰ τὴν ὑπὸ Πάριδος τοῦ καὶ Ἀλεξάνδρου κλοπὴν τῆς Ἑλένης· ἐτρώθηγὰρ εἰς αὐτήν. ἡ γὰρ Ἑλένη ἦν τελεία, εὔστολος, εὔμασθος, λευκὴ ὡσεὶ χιών, εὔοφρυς, εὔρινος, εὐχαράκτηρος, οὐλόθριξ, ὑπόξανθος, μεγάλους ἔχουσα ὀφθαλμούς, εὐχαρής, καλλίφωνος, φοβερὸν θέαμα εἰς γυναῖκας· ἦν δὲ ἐνιαυτῶν κςʹ. ἡ δὲ ἀρχὴ τῶν κακῶν τοῦ ἀπολέσθαι τὴν Τροίαν καὶ πᾶσαν τὴν Φρυγῶν χώραν καὶ τὰ βασίλεια αὐτῆς εὑρέθη ἡ πρόφασις αὕτη.