1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

25

ἀθλούντων πολλὰ, καὶ πονούντων ἑκοντὶ, ὥστε τὸ διάδημα τῆς βασιλείας ἀναδήσασθαι; Ὁρᾷς πῶς αὐτῶν ἦρε τὴν ψυχὴν, καὶ μετεώρους εἰργάσατο; ∆είκνυσι δὲ οὐ τὸν θάνατον μόνον πεπαυμένον, ἀλλὰ διὰ τούτου κἀκεῖνον τὸν ἄσπονδον πρὸς ἡμᾶς ἀεὶ τὸν πόλεμον ἐπανῃρημένον καὶ ἐπιδεικνύμενον, τὸν διάβολον λέγω καταργηθέντα· ὁ γὰρ θάνατον μὴ δεδοικὼς, ἔξω τῆς τυραννίδος ἐστὶ τοῦ διαβόλου. Εἰ γὰρ δέρμα ὑπὲρ δέρματος, καὶ πάντα δοίη ἄν τις ὑπὲρ τῆς ψυχῆς αὐτοῦ· ὅταν καὶ ταύτης κρίνῃ τις καταφρονεῖν, τίνος ἔσται δοῦλος λοιπόν; Οὐδένα δέδοικεν, οὐδένα φοβεῖται, πάντων ἐστὶν ἀνώτερος, καὶ πάντων ἐλευθεριώτερος. Ὁ γὰρ τῆς ψυχῆς τῆς ἑαυτοῦ καταφρονῶν, πολλῷ μᾶλλον τῶν ἄλλων. Ὅταν δὲ εὕρῃ ψυχὴν τοιαύτην ὁ διάβολος, οὐδὲν ἐργάσασθαι δυνήσεται ἐν αὐτῇ τῶν ἑαυτοῦ. Τί γὰρ, εἰπέ μοι, χρημάτων ζημίαν ἀπειλήσει καὶ ἀτιμίαν καὶ πατρίδος ἔκπτωσιν; Ἀλλὰ ταῦτα μικρὰ τῷ μηδὲ τὴν ψυχὴν τιμίαν τιθεμένῳ, κατὰ τὸν μακάριον Παῦλον. Ὁρᾷς ὅτι τοῦ θανάτου τὴν τυραννίδα ἐκβαλὼν, συγκατέλυσε καὶ τοῦ διαβόλου τὴν ἰσχύν; ὁ γὰρ περὶ ἀναστάσεως μυρία φιλοσοφεῖν εἰδὼς, πῶς δέδοικε θάνατον; πῶς φρίττει λοιπόν; Μὴ τοίνυν ἀσχάλλετε λέγοντες, ∆ιὰ τί τὰ καὶ τὰ πεπόνθαμεν; οὕτω γὰρ λαμπροτέρα ἡ νίκη γίνεται· οὐκ ἂν δὲ ἦν λαμπρὰ, εἰ μὴ θανάτῳ τὸν θάνατον ἔλυσε. Τὸ δὲ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι δι' αὐτῶν αὐτὸν ἐνίκησε, δι' ὧν ἴσχυσε, τὸ εὔπορον αὐτοῦ πανταχοῦ καὶ εὐμήχανον δεικνύς. Μὴ δὴ προδῶμεν τὴν δοθεῖσαν ἡμῖν δωρεάν. Οὐ γὰρ ἐλάβομεν, φησὶ, πνεῦμα δειλίας, ἀλλὰ πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. Στῶμεν οὖν γενναίως καταγελῶντες τοῦ θανάτου. εʹ. Ἀλλὰ γὰρ ἐπῆλθέ μοι στενάξαι πικρὸν, ποῦ μὲν ὁ Χριστὸς ἡμᾶς ἀνήγαγε, ποῦ δὲ ἑαυτοὺς κατηγάγομεν. Ὅταν γὰρ ἴδω τοὺς κοπετοὺς τοὺς κατὰ τὴν ἀγορὰν, τὰς οἰμωγὰς, ἃς ἐπὶ τοῖς ἐξερχομένοις ποιοῦνται τοῦ βίου, τὰς ὀλολυγὰς, τὰς ἀσχημοσύνας τὰς ἄλλας, πιστεύσατε, αἰσχύνομαι καὶ Ἕλληνας καὶ Ἰουδαίους καὶ αἱρετικοὺς τοὺς ὁρῶντας, καὶ πάντας ἁπλῶς τοὺς διὰ τοῦτο καταγελῶντας ἡμῶν· ὅσα γὰρ ἂν εἴπω λοιπὸν, εἰκῇ ἐρῶ περὶ ἀναστάσεως φιλοσοφῶν. Τί δήποτε; Ὅτι οὐ τοῖς λεγομένοις παρ' ἐμοῦ προσέχουσιν Ἕλληνες, ἀλλὰ τοῖς γινομένοις παρ' ὑμῶν· εὐθέως γὰρ ἐροῦσι· Πότε τούτων τις καταφρονῆσαι θανάτου δυνήσεται, μηδὲ ἕτερον τεθνεῶτα δυνάμενος ἰδεῖν; Καλὰ τὰ εἰρημένα ὑπὸ τοῦ Παύλου, καλὰ, καὶ τῶν οὐρανῶν ἄξια, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας· τί γάρ φησι; Καὶ ἀπαλλάξει τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Ἀλλ' οὐκ ἀφίετε 63.43 ταῦτα πιστεύεσθαι ὑμεῖς, μαχόμενοι διὰ τῶν ἔργων αὐτοῖς· καίτοι πολλὰ ἐπιτειχίσαντος τοῦ Θεοῦ γίνεσθαι πρὸς τοῦτο, ἵνα ἀνέλῃ τὴν πονηρὰν ταύτην συνήθειαν. Εἰπὲ γάρ μοι, τί βούλονται αἱ λαμπάδες αἱ φαιδραί; οὐχ ὡς ἀθλητὰς αὐτοὺς προπέμπομεν; τί δὲ οἱ ὕμνοι; οὐχὶ τὸν Θεὸν δοξάζομεν, καὶ εὐχαριστοῦμεν ὅτι λοιπὸν ἐστεφάνωσε τὸν ἀπελθόντα, ὅτι τῶν πόνων ἀπήλλαξεν, ὅτι τῆς δειλίας ἐκβαλὼν ἔχει παρ' ἑαυτῷ; οὐ διὰ τοῦτο ὕμνοι; οὐ διὰ τοῦτο ψαλμωδίαι; Ταῦτα πάντα χαιρόντων ἐστίν· Εὐθυμεῖ γὰρ, φησὶ, τίς; ψαλλέτω. Ἀλλ' οὐ τούτοις προσέχουσιν Ἕλληνες. Μὴ γάρ μοι, φησὶν, εἴπῃς τὸν ἐκτὸς τοῦ πάθους φιλοσοφοῦντα, τοῦτο γὰρ οὐδὲν μέγα οὐδὲ θαυμαστὸν, ἀλλὰ δεῖξόν μοι τὸν ἐν αὐτῷ τῷ πάθει φιλοσοφοῦντα, καὶ τότε πιστεύσω τῇ ἀναστάσει. Καὶ τὸ μὲν βιωτικὰς γυναῖκας τοῦτο ποιεῖν, θαυμαστὸν οὐδέν· καίτοι γε καὶ αὐτὸ δεινόν· καὶ γὰρ καὶ αὗται τὴν αὐτὴν ἀπαιτοῦνται φιλοσοφίαν· διὸ καὶ Παῦλός φησι· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Οὐχὶ μονάζουσιν ἔγραφε ταῦτα οὐδὲ ἀειπαρθένοις, ἀλλὰ καὶ κοσμικαῖς γάμῳ ὁμιλησάσαις, καὶ βιωτικοῖς. Πλὴν ἀλλ' οὐχ οὕτω δεινὸν τοῦτο· ὅταν δέ τις, ἢ γυνὴ, ἢ ἀνὴρ ἐσταυρῶσθαι τῷ κόσμῳ λέγων, ὁ μὲν τρίχας τίλλῃ, ἡ δὲ κωκύῃ μεγάλα, τί τούτου ἀσχημονέστερον; Πιστεύσατέ μοι λέγοντι· εἴγε ὡς ἐχρῆν ἐγίνετο, πολὺν ἔδει χρόνον τοὺς τοιούτους εἴργεσθαι τῶν οὐδῶν τῶν τῆς ἐκκλησίας. Οἱ γὰρ ὄντως ἄξιοι πένθους, οὗτοί εἰσιν, οἱ τὸν θάνατον