1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

26

δεδοικότες ἔτι καὶ φρίττοντες, οἱ τῇ ἀναστάσει διαπιστοῦντες. Ἀλλ' οὐ τῇ ἀναστάσει διαπιστῶ, φησὶν, ἀλλὰ τὴν συνήθειαν ἐπιζητῶ. ∆ιὰ τί οὖν, εἰπέ μοι, ὅταν ἀποδημῇ, καὶ ἀποδημίαν μακρὰν, οὐ τὰ αὐτὰ ποιεῖς; Ἀλλὰ κλαίω καὶ τότε, φησὶ, καὶ θρηνῶ ἐπιζητοῦσα. Ἀλλ' ἐκεῖνο μὲν ὄντως συνήθειαν ἐπιζητούσης ἐστὶ, τοῦτο δὲ ἀπεγνωκυίας τὴν ἐπάνοδον. Ἐννόησον τί ψάλλεις κατὰ τὸν καιρὸν ἐκεῖνον· Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· καὶ πάλιν, Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ· καὶ πάλιν, Σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με. Ἐννόησον τί βούλονται οὗτοι οἱ ψαλμοί. Ἀλλ' οὐ προσέχεις, ἀλλὰ μεθύεις ὑπὸ τοῦ πένθους. Κἂν ἐν τοῖς ἑτέρων κηδεύμασι κατανόησον ἀκριβῶς, ἵνα ἔχῃς φάρμακον ἐν τοῖς σοῖς. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε, λέγεις, καὶ δακρύεις; οὐχὶ σκηνὴ ταῦτά ἐστιν, οὐχ ὑπόκρισις; Εἰ μὲν γὰρ ὄντως πιστεύεις οἷς λέγεις, περιττῶς πενθεῖς· εἰ δὲ παίζεις καὶ ὑποκρίνῃ καὶ μύθους αὐτὰ εἶναι νομίζεις, τί καὶ ψάλλεις; τί καὶ ἀνέχῃ τῶν παραγινομένων; διὰ τί μὴ ἀπελαύνεις τοὺς ψάλλοντας; Ἀλλὰ μαινομένων τοῦτο, φησί. Κἀκεῖνο πολλῷ μᾶλλον. Τέως μὲν οὖν παραινῶ· τοῦ χρόνου δὲ προϊόντος σφοδρότερον τῷ πράγματι χρήσομαι· καὶ γὰρ μειζόνως δέδοικα, μὴ τούτῳ τῷ τρόπῳ χαλεπή τις νόσος ἐν τῇ Ἐκκλησίᾳ ὑπεισέλθῃ. Τοῦτον μὲν οὖν τὸν κοπετὸν ὕστερον ἐπανορθωσώμεθα· τέως δὲ παραγγέλλω καὶ διαμαρτύρομαι καὶ πλουσίοις καὶ πένησι, καὶ γυναιξὶ καὶ ἀνδράσι. Γένοιτο μὲν οὖν πάντας ὑμᾶς ἀπενθήτους τὸν βίον 63.44 ἐξελθεῖν, καὶ κατὰ νόμον τὸν προσήκοντα πατέρας ὑπὸ τῶν υἱῶν γεγηρακότας προπέμψεσθαι καὶ μητέρας ὑπὸ θυγατέρων καὶ ἐγγόνων καὶ μετεγγόνων ἐν λιπαρῷ τῷ γήρᾳ, καὶ μηδαμοῦ γενέσθαι ἄωρον θάνατον. Γένοιτο μὲν οὖν τοῦτο, καὶ τοῦτο εὔχομαι, καὶ τοὺς προέδρους δὲ καὶ πάντας ὑμᾶς ὑπὲρ ἀλλήλων παρακαλῶ δεηθῆναι τοῦ Θεοῦ, καὶ κοινὴν ποιήσασθαι ταύτην εὐχήν· εἰ δὲ, ὅπερ ἀπείη μηδὲ συμβαίη, πικρός τις γένηται θάνατος (πικρὸς δὲ λέγω, οὐ τῇ φύσει· οὐδὲ γάρ ἐστι λοιπὸν πικρὸς ὁ θάνατος· ὕπνου γὰρ οὐδὲν διενήνοχεν· ἀλλὰ πικρὸς λέγω, πρὸς τὴν ἡμετέραν διάθεσιν)· εἰ οὖν οὗτος συμβαίη, καί τινες τὰς θρηνούσας ταύτας μισθώσαιντο, πιστεύσατέ μοι λέγοντι, οὐκ ἄλλως γὰρ ἐρῶ, ἀλλ' ὡς ἔχω· ὁ βουλόμενος ὀργιζέσθω· πολὺν αὐτὸν χρόνον τῆς ἐκκλησίας ἀπείρξω ὡς τὸν εἰδωλολάτρην. Εἰ γὰρ τὸν πλεονέκτην εἰδωλολάτρην καλεῖ ὁ Παῦλος, πολλῷ μᾶλλον τὸν ἐπὶ πιστοῦ τὰ τῶν εἰδωλολατρῶν ἐπεισφέροντα. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, πρεσβυτέρους καλεῖς, καὶ τοὺς ψάλλοντας; οὐχ ὥστε παραμυθήσασθαι, οὐχ ὥστε τιμῆσαι τὸν ἀπελθόντα; Τί τοίνυν αὐτὸν ὑβρίζεις; τί δὲ παραδειγματίζεις; τί δὲ παίζεις, ὥσπερ ἐν σκηνῇ; Ἡμεῖς ἐρχόμεθα τὰ περὶ ἀναστάσεως φιλοσοφοῦντες, πάντας παιδεύοντες, καὶ τοὺς μηδέπω πεπληγμένους, διὰ τῆς εἰς ἐκεῖνον τιμῆς, εἴ ποτε συμβαίη τι τοιοῦτον, φέρειν γενναίως· σὺ δὲ ἄγεις τοὺς τὰ ἡμέτερα καθαιροῦντας, τό γε αὐτῶν μέρος; ʹ. Τί τούτου τοῦ γέλωτος καὶ τῆς χλευασίας χεῖρον; τί ταύτης τῆς ἀνωμαλίας βαρύτερον; Αἰσχύνθητε καὶ ἐντράπητε· εἰ δὲ μὴ βούλεσθε, ἡμεῖς οὐκ ἀνεχόμεθα ἔθη τοιαῦτα ὀλέθρια τῇ ἐκκλησίᾳ ἐπεισαγαγεῖν· Τοὺς γὰρ ἁμαρτάνοντας, φησὶν, ἐνώπιον πάντων ἔλεγχε. Κἀκείναις δὲ ταῖς ταλαιπώροις καὶ ἀθλίαις δι' ὑμῶν ἀπαγορεύομεν, μηδέποτε ταῖς τῶν πιστῶν ἐκφοραῖς ἐπεισιέναι, ἵνα μὴ ὄντως τὰ οἰκεῖα αὐτὰς ἀναγκάσωμεν θρηνεῖν κακὰ, καὶ παιδεύσωμεν μὴ ἐν ἀλλοτρίοις ταῦτα ποιεῖν, ἀλλὰ τὰς οἰκείας συμφορὰς μᾶλλον ὀδύρεσθαι· καὶ γὰρ καὶ πατὴρ φιλόστοργος, ὅταν υἱὸν ἄτακτον ἔχῃ, οὐκ ἐκείνῳ μόνον παραινεῖ μὴ πλησιάζειν τοῖς πονηροῖς, ἀλλὰ καὶ ἐκείνους φοβεῖ. Ἰδοὺ τοίνυν καὶ ὑμῖν κἀκείναις δι' ὑμῶν παραινῶ, ὥστε μήτε ὑμᾶς καλεῖν τὰς τοιαύτας, μήτε ἐκείνας παραγίνεσθαι. Καὶ γένοιτο μὲν τὸν λόγον τι ἐργάσασθαι πλέον καὶ τὴν ἀπειλὴν ἰσχῦσαι· εἰ δὲ, ὅπερ ἀπείη, καταφρονηθῶμεν, ἀναγκασθησόμεθα λοιπὸν εἰς ἔργον ἀγαγεῖν τὴν ἀπειλὴν, ὑμᾶς μὲν τοῖς νόμοις παιδεύοντες τοῖς ἐκκλησιαστικοῖς,