1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

27

στρογγυλόψις, γλαυκή, τελεία, ὑπόξανθος, ὑπόσιμος, οὖσα ἐνιαυτῶν κβʹ, παρθένος· ἦλθε κομίσας τὰ ἐκ Λέσβου πάντα εἰς τὸν στρατὸν τῶν Ἑλλήνων. καὶ λοιπὸν ὁρμήσας πάλιν ἐξῆλθεν ἐπὶ τὸν Εὔξεινον πόντον, καὶ ἀφανίζει τὴν χώραν πραιδεύων, καὶ παραλαμβάνει τὴν Λυρνησὸν πόλιν, καὶ φονεύει κρατοῦντα αὐτῆς τὸν Ἠετίωνα βασιλέα, καὶ λαμβάνει τὴν γυναῖκα αὐτοῦ αἰχμάλωτον, τὴν Χρύσου θυγατέρα, ἱερέως Ἀπόλλωνος, Ἀστυνόμην, τὴν μετακληθεῖσαν Χρυσηίδα, καὶ τὸν αὐτοῦ πλοῦτον καὶ τῆς χώρας, καὶ ἄγει εἰς τὰς ναῦς· ἦν δὲ ἡ αὐτὴ Ἀστυνόμη ἡ καὶ Χρυσηὶς κονδοειδής, λεπτή, λευκή, ξανθόκομος, εὔρινος, μικρόμασθος, οὖσα ἐνιαυτῶν ιθʹ. ἐφόνευσε δὲ καὶ ὃν προετρέψατο στρατὸν ὁ Ἠετίων τῶν λεγομένων Κιλικίων τῶν ἐλθόντων εἰς συμμαχίαν αὐτοῦ καὶ τῶν Τρώων. κἀκεῖθεν ἐξορμήσας ἔρχεται πρὸς τοὺς παῖδας Βρίσου, γενομένου ἐξαδέλφου Πριάμου, ἐν τῇ λεγομένῃ Λεγῷ πόλει· καὶ πραιδεύσας τὴν χώραν αὐτῆς πᾶσαν μένει πο 101 λιορκῶν τὴν πόλιν καὶ κτείνει πολλοὺς ἄνδρας καὶ παραλαμβάνει τὴν πόλιν καὶ τὴν Βρίσου θυγατέρα αἰχμάλωτον, τὴν Ἱπποδάμειαν, τὴν μετακληθεῖσαν Βρισηίδα, οὖσαν γυναῖκα τοῦ Μενέτου, βασιλέως τῆς Λεγοῦ πόλεως, ἀνελὼν τοὺς αὐτῆς ἀδελφούς, Ἄνδρον καὶ Θύαντα. ὁ δὲ Μενέτης, ὁ τῆς Ἱπποδαμείας τῆς καὶ Βρισηίδος ἀνήρ, οὐκ ἦν ἐν τῇ αὐτῇ πόλει Λεγῷ, ἀλλὰ ἦν ἀπελθὼν προτρέψασθαι βοήθειαν εἰς συμμαχίαν Φρυγῶν ἀπὸ τῆς Λυκίας καὶ Λυκαονίας. ὅστις Μενέτης βασιλεὺς κατέφθασεν εὐθέως μετὰ τῆς βοηθείας τῶν Λυκίων καὶ Λυκαόνων μετὰ τὸ παραληφθῆναι τὴν αὐτοῦ χώραν ὑπὸ τοῦ Ἀχιλλέως καὶ τὴν πόλιν καὶ τὴν αὐτοῦ γυναῖκα Ἱπποδάμειαν τὴν καὶ Βρισηίδα. καὶ οὐ παρεχώρησεν, ἀλλ' εὐθέως ἀπὸ τοῦ κόπου τῆς ὁδοῦ ἅμα τοῖς μετ' αὐτοῦ συμβαλὼν οὖν μάχεται μετὰ Ἀχιλλέως πικρῶς, ἕως ἐβλήθη δόρατι ὑπὸ Εὐρυτίωνός τινος τῶν ὄντων μετὰ Ἀχιλλέως ἐξάρχων τοῦ διαφέροντος αὐτῷ στρατοῦ, καὶ ἀπώλοντο οἱ μετ' αὐτοῦ τοῦ Μενέτου πάντες. ἡ δὲ Ἱπποδάμεια ἡ καὶ Βρισηὶς ἦν μακρή, λευκή, καλλίμασθος, εὔστολος, σύνοφρυς, εὔρινος, μεγαλόφθαλμος, κεχολλαϊσμένα ἔχουσα βλέφαρα, οὐλόθριξ, ὀπισθόκομος, φιλόγελως, οὖσα ἐνιαυτῶν καʹ. ἥντινα ἑωρακὼς ὁ Ἀχιλλεὺς ἐπόθησε· καὶ πεσὼν εἰς ἔρωτα αὐτῆς, λαβὼν ἀποκρύβει αὐτὴν ἐν τῷ ἰδίῳ παπυλεῶνι, μὴ ἀγαγὼν αὐτὴν εἰς τὸ πλῆθος τῶν Ἑλλήνων· τὰ δὲ χρήματα καὶ τὴν Ἀστυνόμην Χρυσηίδα καὶ πάντα τὰ ἄλλα ἤγαγεν ἔγγιστα τῶν προμάχων καὶ τοῦ στρα 102 τοῦ καὶ τῶν βασιλέων. Γνόντες δὲ πάντες διὰ τὴν Βρίσου θυγατέρα, γυναῖκα δὲ τοῦ Μενέτου, ὅτι ἀπέκρυψεν αὐτὴν ὁ Ἀχιλλεὺς μετὰ τοῦ ἐφόρει κοσμίου, ἐλυπήθησαν πρὸς αὐτὸν καὶ ὠργίσθησαν κατ' αὐτοῦ, διότι ἐπιώρκησε διὰ τὸν εἶχε πρὸς αὐτὴν ἔρωτα. καὶ πάντες ἐλοιδόρουν αὐτὸν ὅτι ἀπέκρυψεν αὐτήν, καὶ συναχθέντες ἐν κομβέντῳ ἐκώλυσαν τὸν αὐτὸν Ἀχιλλέα τοῦ ἐπιῤῥίπτειν καὶ παραλαμβάνειν πόλεις καὶ πραιδεύειν χώρας, ἄλλους ἀντ' αὐτοῦ καταστήσαντες τὸν Τεῦκρον, τὸν ἀδελφὸν Αἴαντος τοῦ Τελαμωνίου, καὶ τὸν Ἰδομενέα. οἵτινες παρέλαβον τὴν Κύπρον καὶ τὴν Ἰσαυρίαν καὶ τὴν Λυκίαν πραιδεύσαντες καὶ ἀπολέσαντες αὐτάς. ὁ δὲ Τελαμώνιος Αἴας ὁρμήσας τοὺς Θρᾳκοὺς τοὺς ἐν Χεῤῥονήσῳ ἐπολιόρκει καὶ τὸν Πολυμήστορα τὸν βασιλέα αὐτῶν. ὁ δὲ Πολυμήστωρ φοβηθεὶς τὴν τοῦ ἀνδρὸς ἀλκήν, χρυσὸν αὐτῷ πολὺν δοὺς καὶ σῖτον ἑνὸς ἐνιαυτοῦ εἰς ἀνάλωμα τοῦ Ἀχαϊκοῦ στρατοῦ, καὶ ἔκδοτον δοὺς τὸν υἱὸν τοῦ Πριάμου τὸν μικρότερον πάντων, Πολύδωρον ὀνόματι, παρατεθέντα αὐτῷ παρὰ τοῦ Πριάμου τοῦ πατρὸς αὐτοῦ μετὰ χρημάτων πολλῶν· ἠγάπα γὰρ τὸν Πολύδωρον, ὡς μικρότερον πάντων, ὁ Πρίαμος, καὶ ὡς εὐπρεπῆ· διὰ γὰρ τοῦτο καὶ ἐν ἄλλῃ χώρᾳ αὐτὸν παρέθετο, ἵνα μὴ ὡς παιδίον ταράττηται, ἀκούων πολέμων· ποιήσας ὁ αὐτὸς Πολυμήστωρ συνθήκας μετὰ τοῦ Αἴαντος ἐγγράφως μὴ συμμαχεῖν Πριάμῳ. καὶ ἐκ τῶν ἐκεῖθεν