28
τῶν ἀγαθῶν, ὧν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
ΟΜΙΛΙΑ Εʹ.
Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ
ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. αʹ. Τὴν πολλὴν τοῦ Θεοῦ φιλανθρωπίαν ὁ Παῦλος δεῖξαι βουλόμενος, καὶ τὴν ἀγάπην ἣν περὶ τὸ γένος ἔσχε τὸ ἀνθρώπινον, μετὰ τὸ εἰπεῖν· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἐπεξέρχεται τούτῳ τῷ χωρίῳ, καί φησιν· Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται· μὴ γὰρ ἁπλῶς πρόσχῃς τῷ λεχθέντι, μηδὲ ψιλόν τι πρᾶγμα τοῦτο εἶναι νομίσῃς, τὸ τὴν ἐξ ἡμῶν σάρκα αὐτὸν ἀναλαβεῖν· οὐ γὰρ ἀγγέλοις τοῦτο ἐχαρίσατο· διὸ καὶ οὕτως εἴρηκεν· Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραάμ. Τί ἐστιν ὅ φησιν; Οὐκ ἀγγέλου φύσιν ἀνεδέξατο, ἀλλ' ἀνθρώπου. Τί δέ ἐστιν, Ἐπιλαμβάνεται; Οὐκ ἐκείνης, φησὶν, ἐδράξατο τῆς φύσεως τῶν ἀγγέλων, ἀλλὰ τῆς ἡμετέρας. ∆ιὰ τί δὲ οὐκ εἶπεν, ἀνέλαβεν· ἀλλὰ ταύτῃ τῇ λέξει ἐχρήσατο τῇ, 63.46.40 Ἐπιλαμβάνεται; Ἀπὸ μεταφορᾶς τῶν διωκόντων τοὺς ἀποστρεφομένους αὐτοὺς, καὶ πάντα ποιούντων, ὥστε καταλαβεῖν φεύγοντας καὶ ἐπιλαβέσθαι ἀποπηδώντων. Φεύγουσαν γὰρ ἀπ' αὐτοῦ τὴν ἀνθρωπίνην φύσιν, καὶ πόῤῥω φεύγουσαν (Ἦμεν γὰρ τοῦ Θεοῦ μακρὰν, φησὶν, ἀπηλλοτριωμένοι, καὶ ἄθεοι ὄντες ἐν τῷ κόσμῳ), αὐτὸς καταδιώξας κατέλαβεν. Ἐντεῦθεν δείκνυται ὅτι φιλανθρωπία μόνη καὶ ἀγάπη καὶ κηδεμονία τοῦτο πεποίηκεν. Ὥσπερ οὖν ὅταν λέγῃ, Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; τὸ περισπούδαστον αὐτῷ τῆς ἀνθρωπίνης φύσεως δείκνυσι, καὶ ὅτι πολὺς τῷ Θεῷ ὁ λόγος αὐτῆς· οὕτω καὶ ἐνταῦθα τὸ πολὺ μεῖζον τίθησιν ἀπὸ συγκρίσεως λέγων· Οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται. Καὶ γὰρ ὄντως μέγα καὶ θαυμαστὸν καὶ ἐκπλήξεως γέμον, τὴν ἐξ ἡμῶν σάρκα ἄνω καθῆσθαι, καὶ προσκυνεῖσθαι ὑπ' ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν Σεραφὶμ καὶ τῶν Χερουβίμ. Τοῦτο πολλάκις εἰς νοῦν ἐγὼ λαβὼν, 63.47 ἐξίσταμαι, καὶ μεγάλα περὶ τοῦ ἀνθρωπίνου γένους φαντάζομαι· μεγάλα γὰρ ὁρῶ καὶ λαμπρὰ τὰ προοίμια, καὶ πολλὴν τῷ Θεῷ τὴν σπουδὴν ὑπὲρ τῆς φύσεως τῆς ἡμετέρας. Καὶ οὐκ εἶπεν· Ἀνθρώπων ἁπλῶς ἐπιλαμβάνεται, ἀλλὰ βουλόμενος αὐτοὺς ἐπᾶραι, καὶ δεῖξαι μέγα τὸ γένος αὐτῶν καὶ τίμιον, φησίν· Ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Τί ἐστι, Κατὰ πάντα; Ἐτέχθη, φησὶν, ἐτράφη, ηὐξήθη, ἔπαθε πάντα ἅπερ ἐχρῆν, τέλος ἀπέθανε· τοῦτό ἐστι, Κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Ἐπειδὴ γὰρ πολλὰ διελέχθη περὶ τῆς μεγαλειότητος αὐτοῦ καὶ τῆς ἄνω δόξης, λοιπὸν τὸν περὶ τῆς οἰκονομίας λόγον κινεῖ· καὶ θέα μεθ' ὅσης συνέσεως καὶ δυνάμεως, πῶς αὐτὸν δείκνυσι πολλὴν τιθέμενον τὴν σπουδὴν ὥστε ἡμῖν ὁμοιωθῆναι· ὅπερ κηδεμονίας ἦν πολλῆς. Εἰπὼν γὰρ ἀνωτέρω, Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, καὶ ἐνταῦθά φησι· Κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι· μονονουχὶ λέγων, Ὁ οὕτω μέγας, ὁ ὢν ἀπαύγασμα τῆς δόξης, ὁ ὢν χαρακτὴρ τῆς ὑποστάσεως, ὁ τοὺς αἰῶνας πεποιηκὼς, ὁ ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος, οὗτος ἠθέλησε καὶ ἐσπούδασεν ἀδελφὸς ἡμῶν ἐν ἅπασι γενέσθαι, καὶ διὰ τοῦτο ἀγγέλους ἀφῆκε καὶ τὰς ἄνω δυνάμεις, καὶ πρὸς ἡμᾶς κατῆλθε, καὶ ἡμῶν ἐπελάβετο. Σκόπει δὲ καὶ ὅσα εἰργάσατο ἀγαθά· θάνατον ἔλυσε, τοῦ διαβόλου τῆς τυραννίδος ἐξέβαλεν ἡμᾶς, δουλείας ἀπήλλαξεν, ἀδελφὸς γενόμενος ἐτίμησεν· οὐ τῇ ἀδελφότητι δὲ μόνον τετίμηκεν, ἀλλὰ καὶ ἑτέροις μυρίοις· καὶ γὰρ ἀρχιερεὺς ἡμῶν γενέσθαι ἠθέλησε πρὸς τὸν Πατέρα· ἐπάγει γάρ·