1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

28

ὁρμήσας ὁ Αἴας ἦλ 103 θε πρὸς τὸν Τεύθραντα βασιλέα, καὶ συμβαλὼν αὐτῷ πόλεμον ξίφει ἀναιρεῖ αὐτόν· ἐκπορθήσας δὲ τὴν τούτου πόλιν καὶ τὰ αὐτοῦ πάντα λαβών, καὶ τὴν θυγατέρα αὐτοῦ Τέκμησσαν ἄγει καὶ τὸν αὐτοῦ πλοῦτον καὶ πάντα νυκτὸς ἐπὶ τοὺς Ἕλληνας. ἦν δὲ ἡ Τέκμησσα τῇ ἡλικίᾳ εὔστολος, μελάγχροος, εὐόφθαλμος, λεπτόρινος, μελάνθριξ, λεπτοχαράκτηρος, παρθένος, οὖσα ἐτῶν ιζʹ. τὸν δὲ Πολύδωρον, τὸν υἱὸν τοῦ Πριάμου, οἱ ∆αναοὶ στήσαντες κατέναντι τοῦ τείχους ἐδήλωσαν τῷ Πριάμῳ πέμψαι τὴν Ἑλένην καὶ λαβεῖν τὸν Πολύδωρον υἱὸν αὐτοῦ καὶ γενέσθαι εἰρήνην· ἐπεὶ φονεύομεν αὐτόν. καὶ οὐχ εἵλοντο ******ρεν ἐκ τῆς κινήσεως τῶν ἑπτὰ πλανητῶν κατὰ μοιρικὴν τύχην ἐπαγόντων τοῖς ἀνθρώποις χαρὰς καὶ λύπας, ὁρίσας τὴν τάβλαν τὸν γήινον κόσμον, τοὺς δὲ δυοκαίδεκα κάσους τὸν ζωδιακὸν ἀριθμόν, τὸ δὲ ψηφόβολον καὶ τὰ ἐν αὐτῷ ἑπτὰ κοκκία τὰ ἑπτὰ ἄστρα, τὸν δὲ πύργον τὸ ὕψος τοῦ οὐρανοῦ, ἐξ οὗ ἀνταποδίδοται πᾶσι καλὰ καὶ κακά. Μηριόνης κονδοειδής, πλατύς, λευκός, εὐπώγων, μεγαλόφθαλμος, μελάγκορος, οὐλόθριξ, πλατόψις, στρεβλόρινος, περίγοργος, μεγαλόψυχος, πολεμιστής. Ἰδομενεὺς διμοιριαῖος, μελάγχροος, εὐόφθαλμος, εὔθετος, 104 ἰσχυρός, εὔρινος, δασυπώγων, εὐκέφαλος, οὐλόθριξ, ἀπονενοημένος πολεμιστής. Φιλοκτήτης εὐμήκης, εὔθετος, μελάγχροος, σύνοφρυς, γενναῖος, εὐόφθαλμος, εὔρινος, μελάνθριξ, πολύθριξ, φρόνιμος, τοξότης εὔστοχος, μεγαλόψυχος. Αἴας ὁ Λοκρὸς μακρός, εὐσθενής, μελίχρους, στραβός, εὔρινος, οὐλόθριξ, μελάνθριξ, δασυπώγων, μάκροψις, τολμηρὸς πολεμιστής, μεγαλόψυχος, καταγύναιος. Πύῤῥος ὁ καὶ Νεοπτόλεμος εὐῆλιξ, εὐθώραξ, λεπτός, λευκός, εὔρινος, πυῤῥόθριξ, οὖλος, ὑπόγλαυκος, μεγαλόφθαλμος, ξάνθοφρυς, ξανθοαρχιγένειος, στρογγυλόψις, προπετής, τολμηρός, εὔσκυλτος, πικρὸς πολεμιστής. οὗτος δὲ ὑπῆρχεν υἱὸς τοῦ Ἀχιλλέως ἐκ ∆ηιδαμείης, θυγατρὸς Λυκομήδους, ὅστις μετὰ τὴν τελευτὴν τοῦ ἰδίου πατρὸς ἐξεπέμφθη ὑπὸ Θέτιδος καὶ Πηλέως, ὡς πάππου αὐτοῦ, αἰτηθεὶς ὑπὸ τῶν Ἀχαιῶν, ὡς τοῦ Ἀχιλλέως δόλῳ φονευθέντος, ἐκδικῆσαι τὸ πατρῷον αἷμα. καὶ ὁπλισάμενος ἐπεστράτευσεν εἰς τὸ Ἴλιον σὺν ναυσὶν κβʹ ἐκ τοῦ Πηλέως λαβὼν ἴδιον στρατὸν Μυρμιδόνων, τὸν ἀριθμὸν αχνʹ. καὶ ἀποπλεύσας κατέλαβε τὴν Τροίαν, καὶ εὗρεν εἰς τὰς σκηνὰς τοῦ ἰδίου πατρὸς Ἀχιλλέως Ἱπποδάμειαν τὴν καὶ Βρισηίδα, φύλακα τῶν τοῦ Ἀχιλλέως πάντων. ἥντινα ἀποδεξάμενος εἶχεν ἐν 105 πολλῇ τιμῇ, αἰτήσας αὐτὴν φύλακα εἶναι καὶ τῶν ἑαυτοῦ ἐν τῇ πατρῴα σκηνῇ. καὶ μετ' ὀλίγον καιρὸν τελευτᾷ ἡ Βρισηὶς νόσῳ βληθεῖσα. Κάλχας κονδοειδής, λευκός, ὁλοπόλιος καὶ τὸ γένειον, πολύθριξ, μάντις καὶ οἰωνοσκόπος ἄριστος. Τῆς δὲ Τροίης οἱ ἄριστοι ἄνδρες οὗτοι. Πρίαμος τῇ ἡλικίᾳ εὐμήκης, μέγας, καλός, πυῤῥόχροος, ὑπόγλαυκος, μακρόρινος, σύνοφρυς, εὐόφθαλμος, πολιός, κατεσταλμένος. Ἕκτωρ μελάγχροος, μακρός, πάνυ εὔογκος, δυνατὸς ἐν ἰσχύϊ, εὔρινος, οὖλος, εὐπώγων, στραβός, ψελλός, εὐγενής, φοβερὸς πολεμιστὴς καὶ βαρύφωνος. ∆ηίφοβος διμοιριαῖος, εὐόφθαλμος, ὑπόσιμος, μελάγχροος, πλατόψις, γενναῖος, εὐπώγων. Ἕλενος μακρός, εὔθετος, λευκός, ἰσχυρός, ξανθός, οἰνοπαεῖς τοὺς ὀφθαλμοὺς ἔχων, μακρόρινος, ἀρχιγένειος, ὑπόκυρτος, φρόνιμος, πολεμιστής. Τρωίλος μέγας, ἔρινος, ἁπλόθριξ, μελίχρους, εὐόφθαλμος, μελάνθριξ, δασυπώγων, ἰσχυρὸς πολεμιστὴς καὶ δρόμαξ. Πάρις ὁ καὶ Ἀλέξανδρος, εὐῆλιξ, εὐσθενής, λευκός, εὔρινος, εὐόφθαλμος, μελάγκορος, μελάνθριξ, ἀρχιγένειος, μα 106 κρόψις, κάτοφρυς, μεγαλόστομος, εὐχαρής, ἐλλόγιμος, εὐκίνητος, τοξότης εὔστοχος, δειλός, φιλήδονος. Αἰνείας κονδοειδής, παχύς, εὔστηθος, ἰσχυρός, πυῤῥάκης, πλατόψις, εὔρινος, λευκός, ἀναφάλας, εὐπώγων. Γλαῦκος ἰσχυρός, φρόνιμος, εὐσεβής. Ἀντήνωρ μακρός, λεπτός, λευκός, ξανθός, μικρόφθαλμος, ἀγκυλόρινος, δόλιος, δειλός, ἀσφαλής, πολυίστωρ, ἐλλόγιμος. Ἑκάβη μελίχροος,