1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

29

Ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν. ∆ιὰ τοῦτο, φησὶ, τὴν σάρκα ἀνέλαβε τὴν ἡμετέραν, διὰ φιλανθρωπίαν μόνον, ἵνα ἐλεήσῃ ἡμᾶς. Οὐδὲ γάρ ἐστιν ἄλλη τις αἰτία τῆς οἰκονομίας, ἢ μόνη αὕτη· εἶδε γὰρ χαμαὶ ἐῤῥιμμένους, ἀπολλυμένους, ὑπὸ τοῦ θανάτου τυραννουμένους, καὶ ἠλέησεν. Εἰς τὸ ἱλάσκεσθαι, φησὶ, τὰς ἁμαρτίας τοῦ λαοῦ, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεύς· τί ἐστι, Πιστός; Ἀληθὴς, δυνάμενος· ἀρχιερεὺς γάρ ἐστι μόνος πιστὸς ὁ Υἱὸς, δυνάμενος τούτους, ὧν ἐστιν ἀρχιερεὺς, ἀπαλλάξαι τῶν ἁμαρτημάτων. Ἵν' οὖν προσενέγκῃ θυσίαν δυναμένην ἡμᾶς καθαρίσαι, διὰ τοῦτο γέγονεν ἄνθρωπος. Ἐπήγαγε γοῦν· Τὰ πρὸς τὸν Θεόν· τουτέστι, τῶν πρὸς τὸν Θεὸν ἕνεκεν. Ἐκπεπολεμωμένοι ἦμεν, φησὶ, τῷ Θεῷ κατεγνωσμένοι, ἠτιμωμένοι· οὐδεὶς ἦν ὁ προσοίσων ὑπὲρ ἡμῶν θυσίαν· εἶδεν ἡμᾶς ἐν τούτοις ὄντας καὶ ἠλέησεν, οὐ καταστήσας ἡμῖν ἀρχιερέα, ἀλλ' αὐτὸς γενόμενος ἀρχιερεὺς πιστός. Εἶτα δεικνὺς πῶς πιστὸς, ἐπήγαγεν, Εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθε, φησὶν, αὐτοὺς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. βʹ. Πάνυ ταπεινὸν τοῦτο καὶ εὐτελὲς καὶ ἀνάξιον τοῦ Θεοῦ. Ἐν ᾧ γὰρ πέπονθε, φησὶν, αὐτός. Περὶ τοῦ σαρκωθέντος ἐνταῦθά φησι, τάχα δὲ καὶ πρὸς πληροφορίαν τῶν ἀκουόντων εἴρηται, καὶ διὰ τὴν αὐτῶν ἀσθένειαν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· ∆ι' αὐτῆς τῆς πείρας ὧν ἐπάθομεν ἦλθε· νῦν οὐκ ἀγνοεῖ τὰ πάθη τὰ ἡμέτερα· οὐ γὰρ ὡς Θεὸς μόνον οἶδεν, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἔγνω διὰ τῆς πείρας ἧς ἐπειράσθη· 63.48 ἔπαθε πολλὰ, οἶδε συμπάσχειν. Καίτοι γε ἀπαθὴς ὁ Θεός ἐστιν· ἀλλὰ τὰ τῆς σαρκώσεως ἐνταῦθα διηγεῖται· ὡς ἂν εἰ ἔλεγε· Καὶ αὐτὴ ἡ σὰρξ ἡ τοῦ Χριστοῦ πολλὰ δεινὰ ἔπαθεν. Οἶδε τί ἐστι θλῖψις, οἶδε τί ἐστι πειρασμὸς, καὶ οὐχ ἧττον τῶν παθόντων ἡμῶν· καὶ γὰρ καὶ αὐτὸς ἔπαθε. Τί οὖν ἐστι τὸ, ∆ύναται τοῖς πειραζομένοις βοηθῆσαι; Ὡς ἄν τις εἴποι· Μετὰ πολλῆς προθυμίας ὀρέξει χεῖρα, συμπαθὴς ἔσται. Ἐπειδὴ γὰρ ἐβούλοντο μέγα τι καὶ πλέον ἔχειν τῶν ἐξ ἐθνῶν, δείκνυσιν ἐν τούτῳ πλέον ἔχοντας, ἔνθα οὐδὲν κατέβλαπτε τοὺς ἐξ ἐθνῶν. Ἐν ποίῳ δὴ τούτῳ; Ὅτι ἐξ αὐτῶν ἐστιν ἡ σωτηρία, ὅτι ἐκείνων ἐπελάβετο πρῶτον, ὅτι ἐκεῖθεν ἀνέλαβε σάρκα. Οὐ γὰρ ἀγγέλων, φησὶν, ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Τιμᾷ καὶ τὸν πατριάρχην διὰ τούτου, καὶ δείκνυσι καὶ τί ἐστι, Σπέρματος Ἀβραάμ. Ἀναμιμνήσκει γὰρ αὐτοὺς τῆς πρὸς αὐτὸν γενομένης ἐπαγγελίας τῆς λεγούσης· Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, διὰ τοῦ σμικροτάτου δεικνὺς τὴν ἐγγύτητα, τοῦ ἐξ ἑνὸς εἶναι πάντας. Ἀλλ' ἐπειδὴ οὐ πολλὴ ἐκείνη ἦν ἡ ἐγγύτης, ἔρχεται πάλιν ἐπὶ ταύτην, καὶ ἐνδιατρίβει λοιπὸν τῇ οἰκονομίᾳ τῇ κατὰ σάρκα, καί φησιν· Εἰς τὸ ἱλάσκεσθαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ. Ἦν μὲν γὰρ καὶ αὐτὸ τὸ θελῆσαι γενέσθαι ἄνθρωπον, πολλῆς κηδεμονίας καὶ ἀγάπης· νῦν δὲ οὐ τοῦτο μόνον ἐστὶν, ἀλλὰ καὶ τὰ ἀθάνατα ἀγαθὰ, τὰ δι' αὐτοῦ ἡμῖν παρασχεθέντα· Εἰς τὸ ἱλάσκεσθαι γὰρ, φησὶ, ταῖς ἁμαρτίαις τοῦ λαοῦ. ∆ιὰ τί μὴ εἶπε· Τῆς οἰκουμένης, ἀλλὰ, Τοῦ λαοῦ; ὄντως γὰρ τὰς πάντων ἡμῶν ἁμαρτίας ἀνήνεγκεν. Ὅτι τέως περὶ αὐτῶν ἦν ὁ λόγος αὐτῷ· ἐπεὶ καὶ ὁ ἄγγελος πρὸς τὸν Ἰωσὴφ ἔλεγε, Καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ. Τοῦτο γὰρ καὶ πρῶτον ἔδει γενέσθαι, καὶ διὰ τοῦτο ἦλθεν, ὥστε τούτους σῶσαι, καὶ τότε διὰ τούτων ἐκείνους, εἰ καὶ τοὐναντίον γέγονε. Τοῦτο καὶ οἱ ἀπόστολοι ἄνωθεν ἔλεγον Ὑμῖν ἀναστήσας τὸν Παῖδα αὐτοῦ ἀπέστειλεν εὐλογοῦντα ὑμᾶς· καὶ πάλιν, Ὑμῖν ὁ λόγος τῆς σωτηρίας ἀπεστάλη. Τὴν εὐγένειαν ἐνταῦθα δείκνυσι τὴν Ἰουδαϊκὴν, λέγων· Εἰς τὸ ἱλάσκεσθαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ. Τέως οὕτω φησίν. Ὅτι γὰρ αὐτός ἐστιν ὁ τὰς ἁμαρτίας πάντων ἀφιεὶς, ἐδήλωσε καὶ ἐν τῷ παραλυτικῷ, εἰπών· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι· καὶ ἐν τῷ βαπτίσματι· φησὶ γὰρ πρὸς τοὺς μαθητάς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ὅταν δὲ τῆς σαρκὸς ἐπιλάβηται ὁ Παῦλος, πάντα λοιπὸν ταπεινὰ φθέγγεται, οὐδὲν δεδοικώς· ὅρα γὰρ λοιπὸν τί φησιν· Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως