1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

29

εὐόφθαλμος, τελεία, εὔρινος, ὡραία, φιλότιμος, εὐόμιλος, ἥσυχος. Ἀνδρομάχη διμοιριαία, λεπτή, εὔστολος, εὔρινος, εὔμασθος, εὐόφθαλμος, εὔοφρυς, οὔλη, ὑπόξανθος, ὀπισθόκομος, μακροχαράκτηρος, εὐτράχηλος, γελασίνας ἔχουσα ἐν ταῖς παρειαῖς, εὐχαρής, γοργή. Κασσάνδρα κονδοειδής, στρογγυλόψις, λευκή, ἀνδροειδὴς τὴν πλάσιν, εὔρινος, εὐόφθαλμος, μελάγκορος, ὑπόξανθος, οὔλη, εὐτράχηλος, ὀγκόμασθος, μικρόπους, ἥσυχος, εὐγενής, ἱερατική, μάντις ἀκριβὴς καὶ πάντα προλέγουσα, ἀσκητική, παρθένος. Πολυξένη μακρή, καθαρία, λευκὴ πάνυ, μεγαλόφθαλμος, μελάνθριξ, ὀπισθόκομος, εὔρινος, εὐπάρειος, μικρόσιμος, ἀνθηρόχειλος, μικρόπους, παρθένος, εὐχαρής, ὡραία πολύ, οὖσα 107 ἐνιαυτῶν ιηʹ ἐσφάγη, καθὼς ὁ σοφώτατος ∆ίκτυς ὁ ἐκ τῆς Κρήτης ὑπεμνημάτισε μετὰ ἀληθείας τὰ προγεγραμμένα καὶ τὰ λοιπὰ πάντα τῶν ἐπὶ τὸ Ἴλιον ἐπιστρατευσάντων Ἑλλήνων. ἦν γὰρ μετὰ τοῦ Ἰδομενέως τοῦ προμάχου τῶν ∆αναῶν τοῦ κατελθόντος εἰς τὸν πόλεμον ἅμα τοῖς ἄλλοις Ἀχαιοῖς· συγγραφεὺς γὰρ αὐτοῦ τοῦ Ἰδομενέως ἐτύγχανεν ὁ αὐτὸς ∆ίκτυς καὶ ἑωρακὼς ἀκριβῶς τὰ τοῦ πολέμου καὶ συγγραψάμενος, ὡς παρὼν τότε ἐν τοῖς χρόνοις ἐκείνοις μετὰ Ἑλλήνων. ὅστις ἐξέθετο καὶ τοὺς προτραπέντας ὑπὸ Ἀγαμέμνονος καὶ Μενελάου βασιλέων καὶ τοὺς ὁπλισαμένους καὶ κατελθόντας μετὰ τοῦ στόλου ἐπὶ τὸ Ἴλιον, ἕκαστον ἔχοντα ἴδιον στρατὸν καὶ ναῦς. ὅστις πρὸ πάντων ἐξώρμησεν Ἀγαμέμνων, υἱὸς Ἀτρέως, Μυκηναίων βασιλεύς, σὺν νηυσὶν ρʹ, καὶ εἰς λόγον ἀποτροφῆς τῶν στρατοπέδων νῆας λʹ, Μενέλαος καὶ Λήιστος καὶ Ἀρκεσίλαος καὶ Προθοήνωρ καὶ Κλονίος σὺν νηυσὶν νʹ, Ἐλεφήνωρ ἐξ Εὐβοίας σὺν νηυσὶν ξʹ, Μενέλαος δὲ υἱὸς Πλεισθένους, ὁ τῆς Σπάρτου βασιλεύς, σὺν νηυσὶν ξʹ, ∆ιομήδης ἐξ Ἄργους νηυσὶν πʹ, Ἀσκάλαφος καὶ Ἰάλμενος σὺν νηυσὶν λʹ, Σχεδίος καὶ Ἐπίστροφος σὺν νηυσὶ μʹ, Μέγης ἐκ ∆ολίχης τῆς Ἑλλάδος σὺν νηυσὶ μʹ, Αἴας Τελαμώνιος ἐκ τῆς Σαλαμίνου σὺν νηυσὶ μʹ, Νέστωρ σὺν νηυσὶν ςʹ, Θόας σὺν νηυσὶ μʹ, Ἀγήνωρ καὶ Τευθίδης σὺν νηυσὶν ξʹ, Πρόθωος καὶ Μαγνίτωρ σὺν νηυσὶ μʹ, Εὔμενος σὺν νηυσὶν ιαʹ, Νηρεὺς ἐκ Μυκήνης σὺν νηυσὶ γʹ, 108 Χαλίας ἐκ Τρίκκης σὺν νηυσὶ μʹ, Λεοντεὺς καὶ Πολυπήτης σὺν νηυσὶ μʹ, Ἀμφιγενείας ἐξ Ἰλίου σὺν νηυσὶ μγʹ, Μενεσθεὺς ἐξ Ἀθηνῶν νηυσὶ νʹ, Ἰδομενεὺς καὶ Μηριόνης ἐκ Κρήτης σὺν νηυσὶν πʹ, Ὀδυσσεὺς ἐκ Κεφαληνίας Ἰθάκης σὺν νηυσὶν ιβʹ, Τληπόλεμος σὺν νηυσὶν θʹ, Αἴας ὁ Λοκρὸς σὺν νηυσὶν θʹ, Ἀχιλλεὺς ἐκ τοῦ Ἄργους τῆς Ἑλλάδος σὺν Πατρόκλῳ σὺν νηυσὶ νʹ, Πρωτεσίλαος καὶ Ποδάρκης σὺν νηυσὶ μʹ, Παλαμήδης σὺν νηυσὶ ιβʹ, Φιλοκτήτης ἐκ Μοθόνης σὺν νηυσὶν κβʹ, Σώρθης, Φίλιππος, Ἄντιφος σὺν νηυσὶν οηʹ. αἱ πᾶσαι νῆες τῶν Ἑλλήνων ασνʹ. οἳ ἀπέπλευσαν κατὰ τὰ ἴδια μανδᾶτα πρῶτον εἰς τὴν Αὐλίδα χώραν, κἀκεῖθεν ἐπιστάντες τῇ χώρᾳ τῶν Φρυγῶν ἐξεπόρθησαν τὰ αὐτῶν βασίλεια, ὡς προγέγραπται, παραλαβόντες Πρίαμον βασιλέα καὶ φονεύσαντες αὐτὸν καὶ Ἑκάβην βασιλίδα, τοὺς δὲ αὐτῶν παῖδας αἰχμαλώτους εἰληφότες καὶ πάντα τὰ βασίλεια διαρπασάμενοι ὑπέστρεψαν εἰς τὰς ἰδίας χώρας. κατέσχεν οὖν ἡ βασιλεία Ἐφέσου τῆς Ἀσίας πάσης καὶ Τροίης τῆς Φρυγίας τὰ πάντα ἔτη ωιθʹ. Μετὰ οὖν τὴν ἅλωσιν τῆς Τροίης πάντες οἱ Ἀχαιοὶ μερισάμενοι τὴν πραῖδαν καὶ τὰ χρήματα, ἐξορμῆσαι βουλόμενοι ἐπὶ τὰς ἰδίας πατρίδας, τὰς ναῦς ἑαυτῶν ἑτοιμάσαντες, ἔνιοι μὲν ἀπέπλευσαν, φανεροὶ δὲ προσέμειναν, Αἴαντος τοῦ Τελαμωνίου καὶ Ὀδυσσέως καὶ ∆ιομήδους εἰς μάχην ἐλθόντων. ὁ γὰρ Τε 109 λαμώνιος Αἴας ἐζήτει λαβεῖν τὸ βρέτας, ὅπερ ἐστὶ τὸ Παλλάδιον, ζώδιον τῆς Παλλάδος μικρὸν ξύλινον, ὃ ἔλεγον εἶναι τετελεσμένον εἰς νίκην, φυλάττοντα τὴν πόλιν ἔνθα ἀπόκειται ἀπαράληπτον. τὸ δὲ αὐτὸ Παλλάδιον ἔδωκε τῷ Τρώῳ βασιλεῖ μέλλοντι κτίζειν τὴν πόλιν Ἄσιός τις, φιλόσοφος καὶ τελεστής. καὶ ὑπὲρ εὐχαριστίας ὁ Τρῶος βασιλεὺς εἰς