1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

30

ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστὸν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Μέλλων αὐτὸν προτιθέναι τοῦ Μωϋσέως κατὰ σύγκρισιν, εἰς τὸν τῆς ἀρχιερωσύνης νόμον ἤγαγε τὸν λόγον· οὐ γὰρ μικρὰν περὶ Μωϋσέως δόξαν εἶχον ἅπαντες. Καὶ προκαταβάλλεται ἤδη τὰ σπέρματα τῆς ὑπεροχῆς. Ἄρχεται μὲν οὖν ἀπὸ τῆς σαρκὸς, ἄνεισι δὲ εἰς τὴν θεότητα, ἔνθα οὐκέτι σύγκρισις ἦν γίνεσθαι. Ἤρξατο ἀπὸ τῆς σαρκὸς τέως τὸ ἴσον τιθέναι, καί φησιν· Ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Καὶ οὐ παρὰ τὴν ἀρχὴν δείκνυσι τὴν ὑπεροχὴν, ἵνα μὴ ἀποπηδήσῃ ὁ ἀκροατὴς, καὶ εὐθέως ἐμφράξῃ τὰς ἀκοάς· εἰ γὰρ καὶ πιστοὶ ἦσαν, 63.49 ἀλλ' ὅμως ἔτι πολὺ τὸ συνειδὸς εἶχον πρὸς Μωϋσέα. Πιστὸν ὄντα, φησὶ, τῷ ποιήσαντι αὐτόν. Τί ποιήσαντι; Ἀπόστολον καὶ ἀρχιερέα. Οὐδὲν ἐνταῦθα περὶ οὐσίας φησὶν, οὐδὲ περὶ τῆς θεότητος, ἀλλὰ τέως περὶ ἀξιωμάτων ἀνθρωπίνων· Ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· τουτέστιν, ἐν τῷ λαῷ, ἢ ἐν τῷ ἱερῷ. Ἐνταῦθα δὲ τὸ, Ἐν τῷ οἴκῳ αὐτοῦ, φησίν· ὡς ἂν εἴ τις εἴποι· Περὶ τῶν ἐν τῇ οἰκίᾳ. Καθάπερ γάρ τις ἐπίτροπος καὶ οἰκονόμος οἰκίας, οὕτως ἦν ὁ Μωϋσῆς ἐν τῷ λαῷ. Ὅτι γὰρ οἶκον ἐνταῦθα τὸν λαόν φησιν, ἐπήγαγεν, Οὗ οἶκός ἐσμεν ἡμεῖς· τουτέστιν· Ἐν τῇ κτίσει αὐτοῦ ἐσμεν. Εἶτα ἡ ὑπεροχή· Μείζονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται. Πάλιν περὶ τῆς σαρκός· Καθ' ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. γʹ. Καὶ αὐτὸς, φησὶ, τῆς οἰκίας ἦν. Καὶ οὐκ εἶπεν, οὗτος μὲν γὰρ δοῦλος, ἐκεῖνος δὲ ∆εσπότης, ἀλλὰ τοῦτο λανθανόντως ἐνέφηνεν. Εἰ ὁ οἶκος οὖν ἦν ὁ λαὸς, καὶ αὐτὸς δὲ τοῦ λαοῦ ἦν, καὶ αὐτὸς ἄρα τῆς οἰκίας ἦν· οὕτω γὰρ καὶ ἡμῖν ἔθος λέγειν, ὁ δεῖνα τῆς οἰκίας τῆς τοῦ δεῖνός ἐστιν. Ἐνταῦθα δὲ οἶκον οὐ τὸν ναὸν λέγει· οὐ γὰρ ὁ Θεὸς αὐτὸν κατεσκεύασεν, ἀλλ' οἱ ἄνθρωποι. Ὁ δὲ ποιήσας αὐτὸν, ὁ Θεός· τὸν Μωϋσέα φησί. Καὶ ὅρα πῶς δείκνυσι τὴν ὑπεροχὴν λανθανόντως· Πιστὸς, φησὶν, ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ αὐτὸς ὢν τοῦ οἴκου, τουτέστι, τοῦ λαοῦ. Πλείονα τιμὴν ἔχει τῶν ἔργων ὁ τεχνίτης, ἀλλὰ καὶ τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Ὁ δὲ τὰ πάντα κατασκευάσας, Θεός. Ὁρᾷς ὅτι οὐ περὶ τοῦ ναοῦ λέγει, ἀλλὰ περὶ παντὸς τοῦ λαοῦ; Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων. Ἰδοὺ καὶ ἄλλη ὑπεροχὴ ἡ ἀπὸ τοῦ Υἱοῦ καὶ τῶν δούλων. Ὁρᾷς πάλιν ὅτι γνησιότητα διὰ τῆς τοῦ Υἱοῦ προσηγορίας αἰνίττεται; Χριστὸς δὲ, ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ. Εἶδες πῶς ποίημα καὶ ποιητὴν διίστησι, πῶς δοῦλον καὶ Υἱόν; κἀκεῖνος μὲν εἰς τὰ πατρῷα ὡς ∆εσπότης εἰσέρχεται, οὗτος δὲ ὡς δοῦλος. Οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν. Ἐνταῦθα πάλιν αὐτοὺς προτρέπει ἑστάναι γενναίως, καὶ μὴ καταπίπτειν. Οἶκος γὰρ, φησὶν, ἐσόμεθα τοῦ Θεοῦ, ὥσπερ ἦν Μωϋσῆς, ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν· ὥστε ὁ ἀλγῶν ἐν τοῖς πειρασμοῖς καὶ καταπίπτων, οὐ καυχᾶται· ὁ αἰσχυνόμενος, ὁ κρυπτόμενος, παῤῥησίαν οὐκ ἔχει· ὁ ἀλύων οὐ καυχᾶται. Εἶτα καὶ ἐγκωμιάζει αὐτοὺς λέγων· Ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν· δεικνὺς ὅτι καὶ ἤρξαντο. ∆εῖ δὲ καὶ τοῦ τέλους, καὶ οὐχ ἁπλῶς ἑστάναι, ἀλλὰ βεβαίαν ἔχειν τὴν ἐλπίδα ἐν πληροφορίᾳ πίστεως, μὴ παρασαλευομένους ὑπὸ τῶν πειρασμῶν. Καὶ μὴ θαυμάσῃς, εἰ ἀνθρωπινώτερον τὸ, Αὐτὸς πειρασθεὶς, εἴρηται. Εἰ γὰρ περὶ τοῦ Πατρὸς τοῦ μὴ σαρκωθέντος φησὶν ἡ Γραφὴ, Ἐκ τοῦ οὐρανοῦ διέκυψεν ὁ Κύριος καὶ εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, τουτέστιν, ἀκριβῶς πάντα κατέμαθε· καὶ πάλιν, Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· καὶ πάλιν, Οὐ δύναται φέρειν ὁ Θεὸς τὰς κακίας τῶν ἀνθρώπων· τὸ πολὺ τῆς ὀργῆς ἐνδεικνυμένη ἡ θεία Γραφή· πολλῷ μᾶλλον περὶ τοῦ Χριστοῦ τοῦ καὶ παθόντος 63.50 ἐν σαρκὶ λέγοιντ' ἂν ταῦτα τὰ ἀνθρωπινοπαθῆ. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων τὴν πεῖραν πάντων εἶναι πιστοτέραν νομίζουσι πρὸς γνῶσιν, βούλεται δεῖξαι, ὅτι ὁ παθὼν οἶδε τί πάσχει ἡ