31
ἀνθρωπίνη φύσις, Ὅθεν, φησὶν, ἀδελφοὶ ἅγιοι. Τὸ, Ὅθεν, ἀντὶ τοῦ, διὰ τοῦτο, φησί, Κλήσεως ἐπουρανίου μέτοχοι. Μηδὲν τοίνυν ἐνταῦθα ζητῆτε, εἰ ἐκεῖ κέκλησθε· ἐκεῖ γὰρ ὁ μισθὸς, ἐκεῖ ἡ ἀνταπόδοσις. Τί οὖν; Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστὸν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Τί ἐστι, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν; Τουτέστι, προνοϊκὸν, προϊστάμενον τῶν αὐτοῦ, καὶ οὐκ ἐῶντα φέρεσθαι ἁπλῶς. Ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Τουτέστι, Γνῶτε τίς ἐστιν ὁ ἀρχιερεὺς καὶ ποταπὸς, καὶ οὐ δεήσεσθε παραμυθίας ἑτέρας οὐδὲ παρακλήσεως. Ἀπόστολον δὲ αὐτὸν λέγει διὰ τὸ ἀπεστάλθαι· καὶ ἀρχιερέα φησὶ τῆς ὁμολογίας ἡμῶν, τουτέστι, τῆς πίστεως, Καλῶς εἶπεν· Ὡς Μωϋσῆς· καὶ γὰρ καὶ οὗτος λαὸν, καθάπερ ἐκεῖνος προστασίαν λαοῦ, ἐγκεχείρισται, εἰ καὶ μείζονα, καὶ ἐπὶ μείζοσι. Μωϋσῆς μὲν γὰρ ὡς οἰκέτης, Χριστὸς δὲ ὡς Υἱός· καὶ ὁ μὲν τῶν ἀλλοτρίων, οὗτος δὲ τῶν αὐτοῦ κήδεται. Εἰς μαρτύριον τῶν λαληθησομένων. Τί λέγεις; μαρτυρίαν ἀνθρώπου λαμβάνει ὁ Θεός; Καὶ πάνυ γε. Εἰ γὰρ οὐρανὸν μαρτύρεται καὶ γῆν καὶ βουνοὺς, λέγων διὰ τοῦ προφήτου· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου ἡ γῆ, ὅτι Κύριος ἐλάλησε, καί· Ἀκούσατε φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ· πολλῷ μᾶλλον ἀνθρώπους. Τί ἐστιν, Εἰς μαρτύριον; Ἵνα ὦσι, φησὶ, μάρτυρες, ὅταν ἀναισχυντῶσιν αὐτοί. Χριστὸς, δὲ ὡς Υἱός. Ὁ μὲν γὰρ ἀλλοτρίων κήδεται, οὗτος δὲ τῶν αὑτοῦ. Καὶ τὸ καύχημα τῆς ἐλπίδος. Καλῶς εἶπε· Τῆς ἐλπίδος, ἐπειδὴ πάντα ἐν ἐλπίσιν ἦν τὰ ἀγαθά. Οὕτω δὲ αὐτὴν δεῖ κατέχειν, ὡς ἤδη καυχᾶσθαι ὡς ἐπὶ γεγενημένοις. ∆ιὰ τοῦτό φησι· Τὸ καύχημα τῆς ἐλπίδος· καὶ ἐπάγει, Μέχρι τέλους βεβαίαν κατάσχωμεν· τῇ γὰρ ἐλπίδι ἐσώθημεν. Εἰ τοίνυν τῇ ἐλπίδι ἐσώθημεν, καὶ δι' ὑπομονῆς ἀπεκδεχόμεθα, μὴ οὖν ἀσχάλλωμεν ἐπὶ τοῖς παροῦσι, μηδὲ ἤδη ζητῶμεν τὰ μετὰ ταῦτα ἐπαγγελθέντα. Ἐλπὶς γὰρ, φησὶ, βλεπομένη, οὐκ ἔστιν ἐλπίς. Ἐπειδὴ γὰρ μεγάλα ἐστὶ τὰ ἀγαθὰ, φησὶν, ἐνταῦθα λαβεῖν οὐ δυνάμεθα αὐτὰ ἐν τῷ ἐπικήρῳ τούτῳ βίῳ. Τίνος οὖν ἕνεκεν ἡμῖν καὶ προεῖπε ταῦτα, οὐ μέλλων αὐτὰ ἐνταῦθα διδόναι; Ἵνα τῇ ἐπαγγελίᾳ τὰς ψυχὰς ἀνακτήσηται, ἵνα τῇ ὑποσχέσει ῥώσῃ τὴν προθυμίαν, ἵνα ἀλείψῃ καὶ διεγείρῃ τὴν ἡμετέραν διάνοιαν. ∆ιὰ δὴ τοῦτο πάντα ταῦτα γεγένηται. δʹ. Μὴ τοίνυν θορυβώμεθα μηδεὶς ὁρῶν πονηροὺς εὐπραγοῦντας θορυβείσθω. Οὐκ ἔστιν ἐνταῦθα ἡ ἀνταπόδοσις, οὔτε τῆς πονηρίας οὔτε τῆς ἀρετῆς· εἰ δέ που γίνεται καὶ τῆς πονηρίας καὶ τῆς ἀρετῆς, ἀλλ' οὐχὶ κατ' ἀξίαν, ἀλλ' ἁπλῶς, ὡσανεὶ γεῦμα τῆς κρίσεως, ἵνα οἱ τῇ ἀναστάσει διαπιστοῦντες, κἂν ἐν τούτοις ἐνταῦθα σωφρονίζωνται. Ὅταν οὖν ἴδωμεν πονηρὸν 63.51 πλουτοῦντα, μὴ καταπίπτωμεν· ὅταν ἴδωμεν ἀγαθὸν κακῶς πάσχοντα, μὴ θορυβώμεθα· ἐκεῖ γὰρ οἱ στέφανοι, ἐκεῖ καὶ αἱ κολάσεις. Καὶ ἄλλως δὲ οὐκ ἔστιν οὔτε τὸν κακὸν, πάντῃ εἶναι κακὸν ἀλλ' ἔστι τινὰ ἔχειν αὐτὸν καὶ ἀγαθά· οὔτε τὸν ἀγαθὸν πάντῃ εἶναι ἀγαθὸν, ἀλλ' ἔχειν τινὰ καὶ ἁμαρτήματα. Ὅταν οὖν εὐπραγῇ ὁ πονηρὸς, ἴσθι ὅτι ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς· ἵνα γὰρ ἐκείνων τῶν ὀλίγων ἀγαθῶν τὴν ἀντίδοσιν ἐνταῦθα λαβὼν, ἐκεῖ λοιπὸν τέλεον κολάζηται, τούτου χάριν ἐνταῦθα ἀπολαμβάνει. Καὶ μακάριος ἐκεῖνος μάλιστά ἐστιν ὁ ἐνταῦθα κολαζόμενος, ἵνα πάντα ἀποθέμενος τὰ ἁμαρτήματα, εὐδόκιμος καὶ καθαρὸς ἀπίῃ, καὶ ἀνεύθυνος. Καὶ τοῦτο διδάσκων ἡμᾶς ὁ Παῦλος, φησί· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί· καὶ πάλιν, Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ ὁ προφήτης φησὶν, ὅτι Ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα· καὶ πάλιν ὁ ∆αυῒδ, Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ μῖσος ἄδικον ἐμίσησάν με, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου· καὶ πάλιν ἕτερος, Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Ἀλλὰ ταῦτα μὲν δεικνύντος ἐστὶ τοὺς καλοὺς τὰς ὑπὲρ τῶν ἁμαρτημάτων δίκας ἐνταῦθα ἀπολαμβάνοντας· ποῦ δὲ τὰ ἀγαθὰ οἱ