1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

31

σημεῖον γενέσθαι τοιοῦτον εἰς τὴν πόλιν ἐπὶ τὸν βωμὸν τοῦ Ἀπόλλωνος. βάλλουσι πῦρ εἰς τὸν βωμὸν διὰ τὴν θυσίαν· τὰ δὲ οὐκ ἐκαίοντο. καὶ πολλάκις προσφερομένου τοῦ πυρὸς καὶ μὴ καιομένου, πίπτει τὰ ἐν τῷ βωμῷ πάντα εἰς τὸ ἔδαφος. γινομένων δὲ καὶ ἄλλων σημείων, οἱ Τρῶες εἰδότες λέγουσιν οὐκ ἀγαθὸν αὐτοῖς εἶναι τὸν οἰωνόν. καὶ ἀναγκάζουσι τὸν Ἀντήνορα οἱ ἔξαρχοι τῶν Τρώων καὶ ὁ Πρίαμος καὶ ὁ στρατὸς ὥστε ἐξελθεῖν πρὸς ὑμᾶς τοὺς βασιλεῖς καὶ διὰ τῆς ἰδίας πρεσβείας πεῖσαι τοὺς ∆αναοὺς ὑμᾶς λαβεῖν λύτρα καὶ διαλῦσαι τὸν πόλεμον. καὶ ταῦτα πάντα ἱστορήσαντες ἡμεῖς ἐξελθόντες ἀνηγγείλαμεν πᾶσιν ὑμῖν. ὁ δὲ Ἀντήνωρ κατέφθασεν ἐξελθὼν εἰς πρεσβείαν, καὶ ἔφη ταῦτα ὡς ἐκ Πριάμου καὶ τῶν λοιπῶν. Βασιλεῖς Ἑλλήνων ὄντες, φίλων ἔργα διαπράξασθε καὶ μὴ πολεμίων. πάντα ἐπάθομεν ὅσα ἐχρῆν παθεῖν τοὺς ἡμαρτηκότας. ἀνθ' ὧν γὰρ Ἀλέξανδρος ὁ καὶ Πάρις Μενέλαον ἠδίκησε δίκας δέδωκε τὸ Ἴλιον· καὶ μαρτυροῦσιν οἱ τάφοι τῶν ἐν ταῖς μάχαις ἀπολομένων. οἱ οὖν περιλειφθέντες ἡμεῖς λύτρα φέρομεν ὑμῖν ὑπὲρ θεῶν, ὑπὲρ πατρίδος, ὑπὲρ παίδων. ἀλλ' Ἕλληνες ὄντες τοὺς τότε ἀπειθεῖς, νῦν δὲ ἱκέτας, σώσατε, χρημάτων τυπουμένων. πεισθέντες δὲ ὑμεῖς πάντες τοῦ Ἀντήνορος, ἐξεπέμψατέ με καὶ σὺν ἐμοὶ τὸν ∆ιομήδην πρὸς Πρίαμον τυπῶσαι τὴν ποσότητα τῶν χρημάτων. εἰσελθόντων δὲ ἡμῶν 113 ἐν τῇ Τροίῃ πρὸς Πρίαμον, καὶ πολλῶν κινηθέντων, ἐτυπώσαμεν δοθῆναι ὑμῖν χρυσίου τάλαντα β καὶ πρὸς τούτοις ἴσα ἀργύρου. καὶ ἐπανήλθαμεν πρὸς ὑμᾶς ἀπαγγείλαντες τὰ δόξαντα. καὶ ἐκομισάμεθα τὰ τυπωθέντα, πάντας ὑμᾶς ἐνορκώσας ἐν ταῖς θυσίαις μὴ ἀποπλεῦσαι ἐξ Ἰλίου, πρὶν ἂν ποιήσαντες τὸν δούριον ἵππον ἁρμοδίοις ξύλοις καὶ κοσμήσαντες αὐτὸν πάσῃ ἀρετῇ δόξομεν ἀποπλέειν ἄντικρυς εἰς τὴν Τένεδον, καίοντες τὰς σκηνὰς ἡμῶν, καὶ νομίσαντες οἱ βάρβαροι ὅτι ἐξωρμήσαμεν, μένωσιν ἀνετοὶ εὐωχούμενοι, καὶ νυκτὸς ὑποστρέψαντες ἀπὸ τῆς Τενέδου καὶ εἰσελθόντες, πυρίκαυστον τὴν πόλιν ποιήσαντες καὶ Πρίαμον ἀνελόντες ἀποδώσομεν τὴν Ἑλένην εἰς τὰ βασίλεια τοῦ Πλεισθένους. καὶ τῆς ἐμῆς βουλῆς κρατησάσης παρέσχον ἡμῖν οἱ θεοὶ νίκην κατὰ τῶν βαρβάρων. ὑμεῖς οὖν, οἱ βασιλεῖς καὶ ἥρωες, κριταὶ γένεσθε τῶν ἐμῶν καμάτων. Καὶ ἀντεποιοῦντο τοῦ Ὀδυσσέως ὁ Ἀγαμέμνων καὶ ὁ ∆ιομήδης καὶ ὁ τούτων στρατός, τοῦ δὲ Τελαμωνίου Αἴαντος ἀντείχετο ὁ Νεοπτόλεμος Πύῤῥος, ὡς ἐκ γένους αὐτοῦ ὑπάρχων, καὶ ὁ τούτου στρατός. πολλῶν δὲ ἄλλων κινηθέντων μεταξὺ αὐτῶν ἄχρις ἑσπέρας, τέλος ἔδοξεν ὥστε λαβεῖν ἐν παραθήκῃ ἕως τῆς ἐπιφωσκούσης ἡμέρας τὸν ∆ιομήδην τὸ Παλλάδιον καὶ τοῦτο φυλάξαι, καὶ ἕκαστον αὐτῶν ἀνεθῆναι, ἵνα κατὰ τὴν ἑξῆς τύπος δοθῇ τίνι ἐξ αὐτῶν χρὴ δοθῆναι τὸ Παλλάδιον. ὁ δὲ Αἴας, γε 114 νόμενος κατὰ τοῦ Ὀδυσσέως καὶ Ἀγαμέμνονος καὶ ∆ιομήδους, ἀνεχώρησεν εἰς τὸν ἴδιον αὐτοῦ παπυλεῶνα· καὶ διὰ νυκτὸς σιδήρῳ ἐσφάγη ὁ Αἴας. καὶ τῇ πρωὶ ηὑρέθη τὸ λείψανον αὐτοῦ· καὶ ἐστασίασεν ὁ στρατὸς αὐτοῦ καὶ τοῦ Πύῤῥου κατὰ τοῦ Ὀδυσσέως, θέλων αὐτὸν φονεῦσαι. καὶ λαβὼν τὰ ἴδια πλοῖα ὁ Ὀδυσσεὺς ἔφυγεν, ἀποπλεύσας ἐπὶ τὴν Ποντικὴν θάλασσαν. καὶ διατρίψας ἐκεῖ καιρὸν ἐπανῆλθεν ἐκεῖθεν, βουλόμενος εἰς τὴν Ἰθάκην πόλιν εἰς τὴν ἰδίαν αὐτοῦ πατρίδα μετὰ τῶν ἰδίων νηῶν αὐτοῦ καὶ τοῦ ἰδίου στρατοῦ. καταντήσας δὲ εἰς χώραν λεγομένην Μαρωνίδα, ἀντίστασιν ὑπέστη ἀπὸ τῶν τῆς χώρας. καὶ πολεμήσας ἐνίκησεν αὐτούς, καὶ πολλῶν χρημάτων κύριος ἐγένετο. καὶ ὑπολαβὼν ὅτι εἰς οἱανδήποτε χώραν καταντῶν πάντως ὅτι καὶ τοὺς τῆς αὐτῆς χώρας νικᾷ καὶ τὸν πλοῦτον ἑκάστης αὐτῷ χώρας ἀπαντώσης κομίζεται, καταφθάσας τὴν Λωτοφάγων λεγομένην χώραν συνέβαλε μετ' αὐτῶν πόλεμον. καὶ ἐνίκησαν αὐτὸν οἱ τῆς αὐτῆς χώρας μικροῦ δεῖν ὀλέσαι πάντας· κἀκεῖθεν φυγὼν ἀνήχθη χειμαζόμενος μετὰ πλεῖστον πλοῦν εἰς τὴν λεγομένην Σικίλαν νῆσον, τὴν νυνὶ λεγομένην Σικελίαν. ἡ