1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

34

προσδοκᾷν, καὶ τοῦτο πιστοῦται ἀπὸ τῶν Γραφῶν. Προσέχετε δέ· δυσκολώτερον γάρ πως αὐτὸ ἔφρασε, καὶ δυσκαταληπτότερον. ∆ιὸ χρὴ τὰ παρ' ἡμῶν πρότερον εἰπόντας, καὶ συντόμως τὴν πᾶσαν ὑμᾶς ὑπόθεσιν διδάξαντας, οὕτως ἐπαφεῖναι τὸν λόγον τοῖς γεγραμμένοις· οὐκέτι γὰρ ἡμῶν δεηθήσεσθε, ἐὰν τὸν σκοπὸν μάθητε τὸν ἀποστολικόν. Περὶ ἐλπίδος ἦν αὐτῷ ὁ λόγος, καὶ ὅτι χρὴ ἐλπίζειν τὰ μέλλοντα, καὶ ὅτι ἔσται πάντως τοῖς ἐνταῦθα πονήσασι μισθός τις καὶ καρπὸς καὶ ἀνάπαυσις· τοῦτο οὖν ἀπὸ τοῦ Προφήτου δείκνυσι· καὶ τί φησι; ∆ιὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ· οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. ∆ιὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Τρεῖς φησι καταπαύσεις εἶναι· μίαν τὴν τοῦ σαββάτου, ἐν ᾗ ὁ Θεὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ· δευτέραν 63.54 τὴν τῆς Παλαιστίνης, εἰς ἣν εἰσελθόντες οἱ Ἰουδαῖοι ἔμελλον ἀναπαύσεσθαι ἀπὸ τῆς ταλαιπωρίας τῆς πολλῆς καὶ τῶν πόνων· τρίτην τὴν καὶ ὄντως ἀνάπαυσιν, τὴν βασιλείαν τῶν οὐρανῶν, ἧς οἱ τυχόντες ἀναπαύονται ἀληθῶς τῶν κόπων καὶ τῶν μόχθων. Τῶν τριῶν τοίνυν ἐνταῦθα μέμνηται. Καὶ τίνος ἕνεκεν περὶ τῆς μιᾶς διαλεγόμενος, τῶν τριῶν ἐμνημόνευσεν; Ἵνα δείξῃ τὸν Προφήτην περὶ ταύτης λέγοντα. Περὶ μὲν γὰρ τῆς πρώτης οὐκ εἶπε, φησί· πῶς γὰρ, τῆς πάλαι γεγενημένης; Ἀλλ' οὐδὲ περὶ τῆς δευτέρας τῆς ἐν Παλαιστίνῃ· πῶς γὰρ, καὶ αὐτῆς τέλος ἤδη λαβούσης; Λείπεται δὴ περὶ τῆς τρίτης αὐτὸν λέγειν λοιπόν. Ἀναγκαῖον δὲ καὶ τὴν ἱστορίαν ἀναπτύξαι, ὥστε σαφέστερον ποιῆσαι τὸν λόγον. Ἐπειδὴ γὰρ ἀπὸ τῆς Αἰγύπτου ἐξελθόντες, καὶ πολλὴν ὁδὸν διανύσαντες, καὶ μυρία τῆς τοῦ Θεοῦ δυνάμεως λαβόντες τεκμήρια, ἔν τε τῇ Αἰγύπτῳ, ἔν τε τῇ Ἐρυθρᾷ θαλάττῃ, ἔν τε τῇ ἐρήμῳ, ἐβουλεύσαντο πέμψαι κατασκόπους τοὺς διασκεψομένους τὴν φύσιν τῆς γῆς· οἱ δὲ ἀπελθόντες ἐπανῆλθον, τὴν μὲν χώραν θαυμάζοντες, καὶ γενναίων καρπῶν εὔφορον εἶναι λέγοντες, ἀνθρώπων μέντοι ἀκαταμαχήτων εἶναι χώραν καὶ ἰσχυρῶν· οἱ δὲ ἀγνώμονες Ἰουδαῖοι καὶ ἀναίσθητοι, δέον αὐτοὺς τῶν προτέρων τοῦ Θεοῦ εὐεργεσιῶν ἀναμνησθῆναι, καὶ πῶς αὐτοὺς εἰς μέσον ἀπειλημμένους στρατοπέδων τοσούτων Αἰγυπτιακῶν οὐ μόνον ἐξήρπασε τῶν κινδύνων, ἀλλὰ καὶ τῶν λαφύρων αὐτῶν ἐποίησε κυρίους, καὶ πῶς πάλιν ἐν τῇ ἐρήμῳ πέτραν ἔῤῥηξε, καὶ τῶν ὑδάτων τὴν ἀφθονίαν ἐχαρίσατο, καὶ τὸ μάννα παρέσχε, καὶ ταῦτα ἀναμνησθέντας καὶ τὰ ἄλλα θαύματα ἅπερ εἰργάσατο, πιστεῦσαι τῷ Θεῷ· τούτων μὲν οὐδὲν ἐνενόησαν, ἅτε δὲ ὡς μηδενὸς γενομένου, οὕτω καταπλαγέντες, πάλιν εἰς Αἴγυπτον ὑποστρέφειν ἐβούλοντο, λέγοντες, ἐξήγαγεν ἡμᾶς ὧδε ὁ 63.55 Θεὸς, ὥστε ἀνελεῖν ἡμᾶς μετὰ παίδων καὶ γυναικῶν. Ὁ τοίνυν Θεὸς ὀργιζόμενος, ὅτι οὕτω ταχέως ἐξέβαλον τὴν τῶν γεγενημένων μνήμην, ὤμοσε μὴ εἰσελθεῖν τὴν γενεὰν ἐκείνην τὴν ταῦτα εἰρηκυῖαν εἰς τὴν κατάπαυσιν· καὶ πάντες ἀπώλοντο ἐν τῇ ἐρήμῳ. Ἐπεὶ οὖν ὁ ∆αυῒδ ὕστερον μετὰ τὴν γενεὰν τὴν ἐκείνων διελέγετο· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, φησὶ, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ· διὰ τί; ἵνα μὴ τὰ αὐτὰ πάθητε, ἅπερ οἱ πρόγονοι οἱ ὑμέτεροι, καὶ ἀποστερηθῆτε τῆς καταπαύσεως· δηλονότι ὡς οὔσης τινὸς καταπαύσεως ταῦτα ἔλεγεν. Ἐπεὶ εἰ ἀπειληφότες ἦσαν τὴν κατάπαυσιν, φησὶ, τίνος ἕνεκεν αὐτοῖς πάλιν λέγει τὸ, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ; Τίς οὖν ἐστιν ἄλλη κατάπαυσις, ἀλλ' ἣ ἡ βασιλεία τῶν οὐρανῶν ἧς εἰκὼν καὶ τύπος ἐστὶ τὸ Σάββατον; Εἶτα θεὶς τὴν μαρτυρίαν πᾶσαν (αὕτη δέ ἐστι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ· οὗ ἐπείρασάν με οἱ