36
ἡμεῖς ἀκούομεν, ἀλλ' οὐδὲν ὄφελος αὐτοῖς γέγονε. Μὴ τοίνυν νομίσητε ὅτι ἀπὸ τοῦ ἀκούειν τοῦ κηρύγματος ὠφεληθήσεσθε· ἐπεὶ κἀκεῖνοι ἤκουσαν, ἀλλ' οὐδὲν ἀπώναντο, ἐπειδὴ μὴ ἐπίστευσαν. Οἱ οὖν περὶ Χάλεβ καὶ Ἰησοῦν, ἐπειδὴ μὴ συνεκράθησαν τοῖς ἀπιστήσασι, τουτέστιν, οὐ συνεφώνησαν, διέφυγον τὴν κατ' ἐκείνων ἐξενεχθεῖσαν τιμωρίαν. Καὶ ὅρα τι θαυμαστόν· οὐκ εἶπεν, οὐ συνεφώνησαν, ἀλλ', Οὐ συνεκράθησαν· τουτέστιν, ἀστασιάστως διέστησαν, ἐκείνων πάντων μίαν καὶ τὴν αὐτὴν γνώμην ἐσχηκότων. Ἐνταῦθά μοι δοκεῖ καὶ στάσιν αἰνίττεσθαι. Εἰσερχόμεθα γὰρ, φησὶν, εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες. Εἶτα τοῦτο βεβαιῶν ἐπήγαγε· Καθὼς εἴρηκεν, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. Ἐπειδὴ εἰκὸς ἦν εἰπεῖν τινα, καὶ μὴν τοῦτο οὐ τοῦ ἡμᾶς εἰσελεύσεσθαι δηλωτικόν ἐστιν, ἀλλὰ τοῦ ἐκείνους μὴ εἰσεληλυθέναι· τί ποιεῖ; Σπουδάζει δεῖξαι τέως, ὅτι ὥσπερ ἡ κατάπαυσις ἐκείνη οὑ κωλύει ἑτέραν κατάπαυσιν λέγεσθαι, οὕτως οὐδὲ αὕτη τὴν τῶν 63.57 οὐρανῶν. Τέως οὖν θέλει δεῖξαι, ὅτι οὐκ ἔτυχον ἐκεῖνοι τῆς καταπαύσεως. Ὅτι γὰρ τοῦτο λέγει, δῆλον ἐξ ὧν ἐπάγει· Εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτω· καὶ κατέπαυσεν ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· καὶ ἐν τούτῳ πάλιν, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ὁρᾷς πῶς οὐ κωλύει ἐκείνη ταύτην εἶναι κατάπαυσιν; Ἐπεὶ οὖν ἀπολείπεται, φησὶ, τινὰς εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι' ἀπείθειαν· πάλιν τινὰ ὁρίζει ἡμέραν, σήμερον, ἐν ∆αυῒδ λέγων· Μετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται. Τί δέ ἐστιν ὅ φησιν; Ἐπεὶ οὖν ὀφείλουσι, φησὶ, τινὲς εἰσελθεῖν πάντως, ἐκεῖνοι δὲ οὐκ εἰσῆλθον, πάλιν ὁρίζει τρίτην ἄλλην κατάπαυσιν. Ὅτι δὲ εἰσελθεῖν χρὴ, καὶ δεῖ τινας εἰσελθεῖν, ἀκούσωμεν πόθεν τοῦτο κατασκευάζει. Ὅτι μετὰ τοσαῦτα ἔτη, φησὶ, λέγει πάλιν ∆αυΐδ· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ· εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. ∆ῆλον οὖν ὅτι ὡς μελλόντων τινῶν τεύξεσθαί τινος ἀμοιβῆς, ταῦτά φησιν. Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. Πόθεν, Ἐκ τοῦ παραγγέλλειν, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Οὐ γὰρ ἂν, εἰ μὴ ἦν σαββατισμὸς, ταῦτα παρηγγέλλοντο, οὐδὲ ἐκελεύοντο μὴ τὰ αὐτὰ ποιεῖν, ἵνα μὴ τὰ αὐτὰ πάθωσιν, εἰ μὴ ἔμελλον τὰ αὐτὰ πείσεσθαι. Πῶς δὲ ἔμελλον τὰ αὐτὰ πείσεσθαι οἱ τὴν Παλαιστίνην ἔχοντες, εἰ μὴ ἑτέρα τις ἦν κατάπαυσις; γʹ. Καὶ καλῶς συνεπέρανε τὸν λόγον. Οὐ γὰρ εἶπε, κατάπαυσις, ἀλλὰ, Σαββατισμὸς, τὸ οἰκεῖον ὄνομα, καὶ ᾧ ἔχαιρον καὶ ἐπέτρεχον, σαββατισμὸν τὴν βασιλείαν καλῶν. Ὥσπερ γὰρ ἐν τῷ Σαββάτῳ πάντων μὲν τῶν πονηρῶν ἀπέχεσθαι κελεύει, ἐκεῖνα δὲ μόνα γίνεσθαι τὰ πρὸς λατρείαν τοῦ Θεοῦ, ἅπερ οἱ ἱερεῖς ἐπετέλουν, καὶ ὅσα ψυχὴν ὠφελεῖ, καὶ μηδὲν ἕτερον· οὕτω καὶ τότε. Ἀλλ' αὐτὸς οὐχ οὕτως εἶπεν, ἀλλὰ πῶς; Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Ὥσπερ ὁ Θεὸς κατέπαυσε, φησὶν, ἀπὸ τῶν ἔργων αὑτοῦ, οὕτως ὁ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ. Ἐπειδὴ γὰρ περὶ ἀναπαύσεως αὐτοῖς ὁ λόγος ἦν, καὶ τοῦτο σφόδρα ἐπεθύμουν ἀκοῦσαι πότε ἔσται· εἰς τοῦτο τὸν λόγον κατέκλεισε. Τὸ δὲ, Σήμερον, εἶπεν, ὥστε μηδέποτε ἀπελπίζειν αὐτούς. Παρακαλεῖτε, φησὶν, ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται. Τουτέστι, κἄν τις ἡμαρτηκὼς ᾖ, ἕως ἂν ᾖ τὸ σήμερον, ἐλπίδας ἔχει. Μηδεὶς τοίνυν ἀπογινωσκέτω, ἕως ἂν ζῇ. Μάλιστα μὲν οὖν, φησὶ, μηδὲ ἔστω καρδία πονηρὰ ἀπιστίας· εἰ δὲ καὶ γένοιτο, μηδεὶς ἀπογινωσκέτω, ἀλλὰ ἀναλαμβανέτω ἑαυτόν· ἕως μὲν γάρ ἐσμεν ἐν τῷδε τῷ κόσμῳ, τὸ σήμερον ἔχει καιρόν. Ἐνταῦθα δὲ οὐ τὴν ἀπιστίαν μόνον λέγει, ἀλλὰ καὶ τοὺς γογγυσμούς. Ὧν τὰ κῶλα, φησὶν, ἔπεσεν ἐν τῇ ἐρήμῳ. Εἶτα, ἵνα μὴ νομίσῃ τις ὅτι ἁπλῶς τῆς ἀναπαύσεως ἀποστερηθήσεται μόνον, ἐπάγει καὶ κόλασιν εἰπών· Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος